519
σῷ κακῷ ἐνθυμήματι παρεκτεινόμενος. πέπαυσο γὰρ καὶ παυσώμεθα, ἀρκετῶς καὶ ὁσίως ἔχοντες τὸ ἀεὶ ὄντα νοεῖν θεὸν καὶ πιστεύειν, ὅτι ἦν ἀεὶ θεός. καὶ γὰρ καὶ ἐν τούτῳ ἀφρόνως φθεγγόμενός τε καὶ συλλογιζόμενος, ὡς μεγάλως τετιμηκὼς τὸν θεόν, ἔφης, ὅτι οὔτε αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχεν οὐδὲ αὐτὸς ἑαυτῷ αἴτιός ἐστιν· ἄρα κατὰ σέ, εἰ ἀπὸ λέξεών ἐστι καὶ συλλογισμῶν ἡ τῆς πίστεως σωτηρία, * ἔχουσα καὶ ἐν τοῖς ὑποδεεστέροις ἢ οἰκτροῖς σώμασι τὴν τοῦ λόγου ὁμοιότητα. οὐδὲν γὰρ τῶν κτισμάτων ἑαυτῷ αἴτιόν ἐστιν ἢ τὸ εἶναι αὐτὸ ἑαυτῷ παρέσχεν, ἀπὸ κνωδάλων ἄχρις ἀνθρώπου καὶ ἀπὸ ἀνθρώπων ἄχρις ἀγγέλων. οὐδεὶς γὰρ τῶν γεγονότων ἑαυτῷ τὸ εἶναι παρέσχεν, ἀλλὰ ἐκ τοῦ ὄντος μόνου τὸ εἶναι ἑκάστου ἔλαβε τὴν ἀρχήν. ὡς οὖν ἐνταῦθα δι' ὧν ἐνόμισας συλλογίζεσθαι * συλλογισθείς, μὴ βιάζου παρὰ φύσιν παρεκτείνεσθαι τῷ μείζονι. παραλυθήσῃ γὰρ κατὰ πάντα, τοῦ μονογενοῦς ἴσου καὶ ὁμοίου ὄντος τῷ πατρί, κἄν τε ἐκ τοῦ τεχθῆναι ἤγουν γεννηθῆναι ἀπὸ πατρὸς ἔχει τὸ ἀξίωμα. οὐδὲν γὰρ διοίσει ἐν τούτῳ τῆς πρὸς τὸν πατέρα ἰσότητος ὥσπερ οὐδὲ ἀπὸ τοῦ ὁμοίου, τῷ μὴ δύνασθαι τὰ γεγονότα ἑαυτοῖς παρασχεῖν τὸ εἶναι, ὡς καὶ ὁ προκριτέος καὶ ἐν ἅπασι τέλειος οὐκ ἀπό τινος ἄνωθεν ἔσχε 3.367 τὴν ἀρχήν. οὐδὲ γὰρ ἤρξατο τοῦ εἶναι· ἦν γὰρ ἀεὶ καὶ ἀεὶ ἔστι, κἄν τε ἐν ταυτότητι μένοι καὶ ἑαυτῷ τὸ εἶναι μὴ παράσχοι, οὐ τῶν ὁμωνύμων λέξεων ζητουμένων, ἀλλὰ τῆς κατὰ τὸ ἀκραιφνὲς πρὸς τὸ εὐσεβὲς * θεωρίας. Καὶ ἄλλως. Ἐπεὶ ἔφης· «εἰ δὲ αὐτὸς ἑαυτῷ τὸ εἶναι μὴ παρέσχεν, οὐ διὰ τὸ ἀσθενὲς τῆς φύσεως, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν», μάθε καὶ αὐτός, ὅτι οὐ διὰ τὸ ἀσθενὲς τοῦ υἱοῦ ἔσται τὸ ὄνομα, ἀλλὰ διὰ τὸ συμπρέπον τῷ γεγεννηκότι ἔχει τῆς ὁμοουσιότητος τὸ ἐξαίρετον· ἐπειδὴ γὰρ ὡς τῷ πατρὶ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν πρεπωδέστατόν ἐστιν, οὕτω καὶ τῷ μόνῳ ἐκ μόνου πατρὸς ὄντι σὺν τῷ μόνῳ πνεύματι ἡ αὐτὴ μία θεότης συμπρέπει, μηδὲ αἴτιον ὑποδέχεσθαι δυναμένη, οὐ διὰ τὸ ἀσθενές, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πάντα ἀριθμὸν τῶν ἐξ οὐκ ὄντων γεγονότων, μιᾶς οὔσης τῆς θεότητος ἐν ἑνὶ ὀνόματι τριάδος ἀριθμουμένης καὶ ἐν μιᾷ σφραγῖδι ὀνομάτων πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τοῖς φωτιζομένοις κηρυττομένης καὶ μηδὲν παρηλλαγμένον ἑαυτῆς ἐχούσης, διὰ τῶν ἐν ἀληθείᾳ λόγων ἰσότητα ὀνομασίας πληρούντων πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. ἔφης δὲ πάλιν ὅτι «πόθεν ἄν τις τὴν ὑποστᾶσαν πρὸς τὴν ὑποστήσασαν φύσιν τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν συγχωρήσειεν, οὐ προσιεμένης τῆς τοιαύτης ὑποστάσεως γένεσιν», καὶ οὔτε νοεῖς οὔτε νενόηκας ὡς ἑαυτὸν ἠλλοτρίωσας ἀπὸ γνώσεως θεοῦ τῆς ἀληθείας, οὐ πνεύματι ἁγίῳ τὰ τῆς ἀληθείας διδασκόμενος, ἀλλὰ σοφίᾳ κοσμικῇ τῇ μωρανθείσῃ τὰ ἄνω ἐμβατεύειν πειρώμενος. ἀκολούθως γὰρ καὶ αὐτὸς ἀκούσεις ὅτι μεματαίωταί σοι· «οἶδε γὰρ ὁ θεὸς τοὺς λογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶ μάταιοι». ὁ γὰρ γεννῶν τὸν ἐνυπόστατον λόγον ἴσον ἑαυτῷ ἐγέννησε καὶ οὐ παρηλλαγμένον τῆς ἑαυτοῦ θεότητος οὐ διὰ τὴν τοῦ γεννήματος παραλλαγήν, ἀλλ' * ὅτι ἀπρεπὲς ὅλως ἦν τὸ διανοηθῆναι ἡμᾶς ἀνάξιον ἑαυτοῦ καὶ ἄνισον καὶ ὑποβεβηκότα τοῦ γεννήτορος γεγεννηκέναι τὸ γέννημα αὐτὸν τὸν γεγεννηκότα. διὸ διὰ τοῦ υἱοῦ καὶ ἐνυποστάτου λόγου τὰ πάντα γεγονέναι ἔφη, ἵνα αὐτὸν οὐκ ἀπὸ τῶν γεγονότων ἀριθμήσῃ, ἀλλ' ἐν παντὶ πατρὶ ὅμοιον καὶ ἴσον ὄντα διὰ τὸ συμπρέπον τῇ τοῦ πατρὸς ὀνομασίᾳ εἶναι, ἀεὶ ὄντα ὅμοιον τὴν οὐσίαν τῷ ὄντι, οὐ ξένον ὄντα, ἀλλὰ γνήσιον, ὡς υἱὸν ὁμοούσιον ἐξ αὐτοῦ γεγεννημένον. 3.368 21. ˉδ. Εἰ ἀτελευτήτως ὁ θεὸς διαμένει ἐν ἀγεννήτῳ φύσει καὶ ἀτελευτήτως τὸ γέννημα γέννημά ἐστιν, ἡ τοῦ ὁμοουσίου καὶ ὁμοιουσίου κακοδοξία παραφανισθήσεται. ἵσταται δὲ τὸ ἐν οὐσίᾳ ἀσύγκριτον, ἑκατέρας φύσεως ἀπαύστως διαμενούσης ἐν τῷ ἰδίῳ τῆς φύσεως ἀξιώματι. Ἀνατροπή. Εἰ ἀτελευτήτως καὶ ἀπαύστως ὁ θεὸς διαμένει, ὡς ἔφης, ἐν ἀγεννήτῳ φύσει, φύσις δὲ θεοῦ