520
ἀΐδιος, ἀτελευτήτως ἔχουσα τὸ ἀξίωμα, οὐ διά τι ἕτερον, ἀλλὰ διὰ τὸ αὐτόθεον καὶ αὐτοαΐδιον, ἆρά γε καὶ τὸ γέννημα ὁμοούσιον ἔσται, εἰ παρὰ σοὶ τὸ τοῦ ἀτελευτήτου εἴληφεν ὄνομα, ὡς παλιμβόλως τῷ υἱῷ χαρίσασθαι πιθανῶς ἐφυσιολόγησας. δώσεις γὰρ καὶ ἀναγκαζόμενος ὁμολογῆσαι τὸ τοῦ ἀτελευτήτου ἐν ἅπασιν ἄπλετον καὶ ἀχώρητον ὄνομα. πῶς οὖν οὐκ ἔσται ὁμοούσιον; ἐπειδὴ ἔδοξας σκώπτειν, διὰ κακοδόξου ὀνόματος τὴν ἀλήθειαν ἐξυβρίσαι πειρασάμενος, ἐξ αὐτῶν ἐλεγχόμενος ἔσῃ ὧν ἔφης ῥημάτων. ἢ γὰρ δώσεις τέλος ἔχειν τὸν ὑπὸ σοῦ παρηλλαγμένον βλασφημούμενον τὴν οὐσίαν, ἢ ἀτελεύτητον αὐτὸν ὁρισάμενος ἐν ἅπασιν ἀμετάστατον καὶ ἀπαράλλακτον τῆς τοῦ ἀτελευτήτου ἀξίας εἰσάγειν ἀναγκασθήσῃ, τῆς ἀληθείας μὴ παραδεχομένης τέλος ἔχειν τὸν υἱόν, «ὅτι τῆς βασιλείας αὐτοῦ» φησιν ἡ γραφὴ «οὐκ ἔσται τέλος», διὰ τὸ σὺν πατρὶ βασιλεύειν ἀεὶ καὶ σὺν τῷ ἁγίῳ αὐτοῦ πνεύματι, ἐπειδήπερ πᾶν τὸ ἀρχὴν ἔχον καὶ τέλος ἕξει, εἰ βούλοιτο ὁ τὸ εἶναι τῷ τὴν ἀρχὴν εἰληφότι παρεσχημένος· ὅπερ ἐπὶ πᾶσι μὲν ἐνδέχεται, ἐπὶ δὲ τῷ υἱῷ ἀνένδεκτόν ἐστιν. ἔστι γὰρ ἀεὶ ἐκ τοῦ ὄντος καὶ παρὰ τῷ ὄντι ἀεί, τοῦ εἶναι μηδέποτε λήγων. διὸ καὶ ὁμοούσιος ἦν καὶ ἔστι καὶ ἔσται, μόνος ἐκ μόνου καὶ ἐν οὐδενὶ τῇ οὐσίᾳ παρηλλαγμένος, ἀλλὰ κατὰ τὸ ἀξίωμα τῶν ὀνομάτων μενούσης τῆς θεότητος ἐν τῇ ταυτότητι, οὔτε συναλοιφὴν ἔχουσα οὔτε ἀρχὴν ἑαυτῇ παρέχουσα τοῦ εἶναι οὔτε δεχομένη τὸ ἀνόμοιον ἑαυτῇ ὑπάρχειν, ἡ ἀεὶ οὖσα καὶ μηδέποτε τοῦ εἶναι λήγουσα, συμπρέπουσα δὲ αὐτῇ, ἀεὶ ἐν τῷ ἀξιώματι πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα καὶ ἁγίου πνεύματος σὺν πατρὶ καὶ υἱῷ ὑπάρχουσα καὶ μηδέποτε διαλείπουσα. ἔστι γὰρ ἐν ἑαυτῇ ἀσύγκριτος ἡ τριάς, διαίρεσιν οὐδεμίαν ἐν τῷ ἀξιώματι ὑποδεχομένη. 3.369 22. ˉε. Εἰ ἀγέννητός ἐστιν ὁ θεὸς τὴν οὐσίαν, οὐκ οὐσίας διαστάσει τὸ γεννηθὲν ἐγεννήθη, ἀλλ' ἐξ οὐσίας ὑποστησάσης αὐτό. τὴν γὰρ αὐτὴν οὐσίαν καὶ γεννητὴν εἶναι καὶ ἀγέννητον οὐδεὶς λόγος εὐσεβὴς ἐπιτρέπει. Ἀνατροπή. Πολλάκις ἡμῖν προῆλθες φέρων, ὦ οὗτος, τὸ ἀγέννητον καὶ γεννητόν, τὸ τοῦ θεοῦ ὄνομα φρυαττόμενος, ὁ ἐν πάσῃ ἀνομίᾳ σεαυτοῦ τὴν διάνοιαν ἐνθάψας. ἐκεῖνο δὲ παντὶ τῷ ἀπόρως ἔχοντί ἐστι ποθητόν, ἡ τοῦ ἀπορουμένου εὐπορία εἰς παραμυθίαν, * καὶ ἐπὶ τοῦ στόματος φέρειν, ἐὰν μὴ εὐποροίη τοῦ τοιούτου. καὶ σὺ ἐπειδὴ ἄθεος τυγχάνεις, οὐ σεμνύνῃ κἂν διὰ τοῦ στόματος φέρειν τούτου τὸ ὄνομα, ἐπειδὴ φύσει κατὰ τὸν αὐτοῦ φόβον καὶ πίστιν καὶ ἐλπίδα καὶ πρὸς αὐτὸν ἀγάπην οὐδέποτε αὐτὸν ἐκτήσω. ἢ γὰρ ἂν ἤρκει σοι ἅπαξ τοῦτο λέγειν καὶ μὴ ὑπερβαίνειν ὅρον τὸν τεταγμένον τῆς ἀκολουθίας. σαφὴς γὰρ ἡ περὶ σοῦ παρὰ τοῦ σωτῆρος ἡμῶν ἀποφαντικὴ ἀπόδειξις ὅτι «ἀπὸ τῶν καρπῶν αὐτῶν γνώσεσθε αὐτούς», τῷ εἶναι μέν σε περιβεβλημένον προβάτου κώδιον, ἔσωθεν δὲ εἶναι ἅρπαγα καὶ λύκῳ παραβεβλημένον. εἰ γὰρ ἦς ἐξ ἁγίου πνεύματος γεγεννημένος καὶ προφήταις καὶ ἀποστόλοις μεμαθητευμένος, ἔδει σε διελθόντα ἀπ' ἀρχῆς γενέσεως κόσμου ἄχρι τῶν τῆς Ἐσθὴρ χρόνων, ἐν εἴκοσι καὶ ἑπτὰ βίβλοις παλαιᾶς διαθήκης εἴκοσι δύο ἀριθμουμέναις, τέτρασι δὲ ἁγίοις εὐαγγελίοις καὶ ἐν τεσσαρεσκαίδεκα ἐπιστολαῖς τοῦ ἁγίου ἀποστόλου Παύλου καὶ ἐν ταῖς πρὸ τούτων καὶ σὺν ταῖς ἐν τοῖς αὐτῶν χρόνοις Πράξεσι τῶν ἀποστόλων καθολικαῖς ἐπιστολαῖς Ἰακώβου καὶ Πέτρου καὶ Ἰωάννου καὶ Ἰούδα,καὶ ἐν τῇ τοῦ Ἰωάννου Ἀποκαλύψει, ἔν τε ταῖς Σοφίαις, Σολομῶντός τέ φημι καὶ υἱοῦ Σειράχ, καὶ πάσαις ἁπλῶς γραφαῖς θείαις ἐρευνᾶν καὶ ἑαυτοῦ καταγνῶναι ὅτι ὄνομα, ὅπερ οὐδαμοῦ ἐντέτακται, ἦλθες ἡμῖν φέρων, οὐκ ἀπρεπὲς μὲν θεῷ, ἀλλ' εὐσεβὲς εἰς θεόν, τὸ τοῦ ἀγεννήτου ὄνομα, μηδαμοῦ δὲ ἐν θείᾳ γραφῇ ῥηθέν· οὐδεὶς γὰρ μὴ μεμηνώς ποτε γεννητὸν ἐνενόει θεόν. ἀλλ' οὔτε χρείαν ἔσχον εἰπεῖν ἀγέννητον 3.370 θεὸν μόνον πατέρα διὰ τὸν ἐξ αὐτοῦ γεγεννημένον, ἵνα μή τις ἐπὶ τῷ πατρὶ μόνῳ νομίσῃ τοῦτο πληροῦσθαι, ἀλλὰ καὶ ἐπὶ τῷ υἱῷ καὶ ἐπὶ τῷ ἁγίῳ πνεύματι, τῆς διανοίας