521
τῆς ὀρθῆς καὶ τοῦ πνεύματος τοῦ ἁγίου διδάσκοντος πάντας υἱοὺς ἀληθείας ἀφ' ἑαυτῶν μὴ ἐν θαυμασμῷ τοῦτο ἔχειν, ἀλλὰ κατὰ τὸ ἀπαιτούμενον καὶ ἐν ἑαυτῷ ὑπάρχον τοῦ ὀρθοῦ πρὸς εὐσέβειαν λογισμοῦ περὶ θεοῦ εἰδέναι. εἰ δὲ διὰ τὸ ἀγέννητον αὐτὸν εἶναι, συνομολογεῖσθαι δὲ ἀφ' ἡμῶν τοῦτο, * ἀπὸ γραφῆς δὲ μὴ ἔχειν τῆς ὀνομασίας τοῦ λόγου τὴν σύστασιν, ἀλλ' ἀφ' ἑαυτῆς διὰ τῶν ὀρθῶν λογισμῶν τὴν εὐσέβειαν * ταύτην εἰδέναι τὸ οὕτως εἶναι. εἰς τί γὰρ οὐσίας ἔσται διάστασις τοῦ ἀγεννήτου πρὸς τὸ γεννηθέν, εἰ κατὰ ἀλήθειαν ἐκ τοῦ γεγεννῆσθαι ἔχει τὸ ὄνομα φυσικῇ τινι καὶ ἀρρήτῳ, συμπρεπούσῃ τῷ θεῷ καὶ τῷ ἐξ αὐτοῦ γεγεννημένῳ ἀχρόνως καὶ ἀνάρχως ἐν ἀληθείᾳ καὶ οὐ καταχρηστικῇ τινι ὑπονοίᾳ; ἐντεῦθεν οὐ κτιστήν φαμεν τὴν οὐσίαν, οὐδὲ ἀλλοτρίαν ὡς ποιητήν, ἀλλὰ γεννητὴν οὐσιωδῶς καὶ οὐκ ἀλλοίαν παρὰ τὸν γεγεννηκότα. διὸ καὶ ἄκτιστος διαμένει καὶ οὐ ποιηθεῖσα, ἀλλὰ γεννηθεῖσα ἐκ τῆς αὐτῆς οὐσίας θεοῦ, οὐ χρόνῳ ὑποπίπτουσα. οὐ γὰρ ὁ γεννήσας ἐν ἀληθείᾳ χρόνῳ ὑπέπεσεν, ἵνα χρονικὴν ὑποστήσεται οὐσίαν. ὁποῖον γάρ ἐστι τὸ γέννημα, τοιοῦτος ὁ γεννήτωρ, καὶ ὁποῖος ὁ γεννήτωρ, τοιοῦτος καὶ ὁ γεγεννημένος. 23. ˉ. Εἰ τὸ ἀγέννητον ἐγεννήθη, τί κωλύει τὸ γεννητὸν ἀγέννητον γεγονέναι; μᾶλλον γὰρ ἀπὸ τοῦ ἀνοικείου ἐπὶ τὸ αὐτῆς οἰκεῖον ἐπείγεται πᾶσα φύσις. Ἀνατροπή. Εἰ τὸ ἀγέννητον τὸ γεννητὸν ἐποίησε καὶ οὐκ ἐγέννησεν, ἐπὶ τῆς μιᾶς ταυτότητος ταττομένης τῆς ὀνομασίας καὶ θατέρου θατέρῳ μὴ παρεκτεινομένου διὰ τὴν κατὰ ἀλήθειαν ἀντωνυμίαν, ἡ δύναμις τῆς σχέσεως ἐπὶ θατέρου διαφωνίᾳ ἕστηκε μηδὲν πρὸς τὸ ἕτερον ἐπικοινωνοῦντος ἢ μόνον κατὰ τὴν ἐξουσίαν καὶ τῆς προκριτέας φύσεως αἰτίου οὔσης πρὸς πᾶν τὸ ὑπ' αὐτῆς κεκτισμένον. ἐπειδὴ δὲ ἀνὰ μέσον τοῦ ποιητικοῦ καὶ ποιουμένου καὶ κτιστοῦ καὶ κτιζομένου ἄλλη τίς ἐστιν ὀνομασία, ἐγγίζουσα μὲν τῷ 3.371 ἀγεννήτῳ ὀνόματι, μακρυνομένη δὲ ἀπὸ τοῦ κτιστοῦ ὀνόματος, ἀδύνατόν ἐστι πάντα συγχέειν, ὦ Ἀέτιε, καὶ ἀφανίζειν ἀπὸ σαυτοῦ τῆς τελείας κατὰ ἀληθινὴν σχέσιν υἱοῦ πρὸς πατέρα ἀεὶ ὄντος καὶ ἀκτίστου ὀνομασίας ἐπικοινωνίαν. ἀδύνατον γάρ ἐστι τὴν ἀγέννητον καὶ ἄκτιστον φύσιν κτιστήν ποτε γενέσθαι, καὶ ἀπὸ τοῦ κεκτίσθαι πάλιν μεταμεληθεῖσαν ἀναδραμεῖν ἐπὶ τὴν αὐτῆς ἀγεννησίαν, κἄν τε μυρία ἡμῖν πλέκῃς Ἀριστοτελικὰ ζητήματα, καταλείψας τὴν ἄνωθεν ἁπλῆν καὶ ἁγνὴν τοῦ πνεύματος ἁγίου διδασκαλίαν. 24. ˉζ. Εἰ μὴ ὅλος ὁ θεὸς ἀγέννητός ἐστιν, οὐδὲν κωλύει γεγεννηκέναι οὐσιωδῶς. εἰ δὲ ὅλος ἐστὶν ἀγέννητος, οὐκ οὐσιωδῶς εἰς γένεσιν διέστη, ἐξουσίᾳ δὲ ὑπέστησε γέννημα. Ἀνατροπή. Καὶ ὅλος θεὸς ἀγέννητος καὶ ἄκτιστος, καὶ ὁ ἐξ αὐτοῦ γεγεννημένος ἄκτιστος καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα τὸ παρὰ σοῦ σμικρυνόμενον, σαρκικὲ Ἀέτιε καὶ ψυχικὲ πνευματικῶς ἀνακρινόμενε, μονοειδῶς ἔχον τὸ ἐξ αὐτοῦ ἐξαίρετον, μὴ ἀπεικαζόμενον τοῖς πολλοῖς, τοῖς ἐκ τοῦ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ ἀπ' αὐτοῦ κεκτισμένοις. διὸ οὔτε κοινωνήσει τοῖς πᾶσιν οὔτε τις αὐτοῦ τῷ ἀξιώματι ἐπικοινωνήσειεν. πάντα γὰρ παρίπταται καὶ ὑποχωρεῖ, καὶ καταλιμπάνει πᾶσαν αἰτίαν συλλογιστικὴν * τῷ ἀπὸ τῆς θείας γραφῆς διδασκαλικῷ λόγῳ, τῷ «οὐδεὶς οἶδε τὸν υἱόν, εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν ἀποκαλύψῃ». ἀποκαλύπτει δὲ δι' ἁγίου πνεύματος οὐ τοῖς αὐτὸν συλλογιζομένοις, ἀλλὰ τοῖς εἰς αὐτὸν γνησίως καὶ τελείως πεπιστευκόσι. καὶ γὰρ οὔτε «τὰ κρίματα αὐτοῦ ἐρευνῆσαι» δυνηθείης οὐδὲ «τὰς ὁδοὺς αὐτοῦ ἐξιχνιάσεις», κατὰ τὸ γεγραμμένον, κἄν τε μυρία ἡμῖν ἔλθῃς φλυαρῶν, ἐλεεινὸν κατ' ἐμὲ ἀνθρωπάριον. 25. ˉη. Εἰ ὅλος ἐστὶ γεννητικὸς ὁ ἀγέννητος θεός, οὐκ οὐσιωδῶς τὸ γεννηθὲν ἐγεννήθη, ὅλης ἐχούσης τῆς οὐσίας αὐτοῦ τὸ γεννᾶν, ἀλλ' οὐ τὸ γεννᾶσθαι. εἰ δὲ μετασχηματισθεῖσα ἡ οὐσία τοῦ θεοῦ γέννημα λέγεται, οὐκ ἀμετάβλητος ἡ οὐσία αὐτοῦ, τῆς μεταβολῆς ἐργασαμένης τὴν τοῦ υἱοῦ εἰδοποίησιν· εἰ δὲ εἴη καὶ ἀμετάβλητος