522
καὶ γενέσεως κρείττων ἡ οὐσία τοῦ θεοῦ, τὸ κατὰ τὸν υἱὸν ἕως ψιλῆς προσηγορίας ὁμολογηθήσεται. 3.372 Ἀνατροπή. Ἔδει μὲν οὖν οὐ μόνον σε, Ἀέτιε, ἀλλὰ καὶ πάντα»αἱρετικὸν μετὰ μίαν νουθεσίαν παραιτεῖσθαι», ὡς ὁ ἅγιος καὶ σοφὸς κελεύει λόγος. «αὐτοκατάκριτος» γὰρ τυγχάνεις, ἑαυτῷ τὸν ὄλεθρον ἐπισπώμενος καὶ οὐχ ὑφ' ἑτέρου ἀναγκαζόμενος. τίς οὖν ἐλεήσει τὸν «ἑαυτῷ πονηρὸν καὶ οὐδενὶ ἀγαθὸν» τυγχάνοντα; ἀλλ' ἵνα μὴ ἐφ' οἷς ἐβλάστησας τῷ κόσμῳ κακοῖς, ἐν σεαυτῷ * ἔχων ὑπολαμβάνοις ὡς περὶ μεγάλων καὶ ἀντιθέτων, ἐπιμενοῦμεν καὶ αὐτοὶ μετὰ μακροθυμίας «τῇ διστόμῳ μαχαίρᾳ, τοῦ Χριστοῦ λόγῳ» ἐκτέμνοντές σου τὰς ἀκανθώδεις ῥίζας ἐν τῇ ὑγιαινούσῃ πρὸς θεὸν τελείᾳ καὶ ἀληθινῇ ὁμολογίᾳ. δόξα γὰρ τῷ ἐλεήμονι θεῷ τῷ φωράσαντί σε ὁποῖος εἶ, τὴν τοῦ Ἰούδα ἐπέχων τάξιν, τοῦ σὺν τοῖς μαθηταῖς μὲν ἀριθμηθέντος, ἀφορισθέντος δέ, οὐ Χριστοῦ ἔχοντος τὸν νοῦν, ἀλλ' ἐκ τοῦ Σατανᾶ ὑποδεξαμένου τὴν πρὸς τὸν δεσπότην αὐτοῦ ἐπαρνησιθεΐαν. ψιλῇ γὰρ λέξει ὡμολόγησας τὸν υἱὸν τοῦ θεοῦ οὐκ ἔχειν ἐν τῇ διανοίᾳ. καὶ τίς ἐστι χρεία περιττῆς πρὸς σὲ λαλιᾶς, ὁπότε παντάπασιν ἀλλότριος Χριστιανῶν ὑπάρχεις, προφητῶν τε καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν, μαρτύρων τε καὶ πάντων τῶν ἁγίων, τῶν ἐλέγξαι σε εἰς ἡμέραν κρίσεως ἑτοίμως ἐχόντων, ὅτι ἄχρι θανάτου στρεβλούμενοι ὑπέμειναν, μαστιζόμενοι, ξεόμενοι, θηρσὶ καὶ πυρὶ παραβληθέντες καὶ φόνῳ μαχαίρας, ἵνα υἱὸν θεοῦ ὄντα καὶ ἐξ αὐτοῦ ἀληθινῶς γεγεννημένον μὴ ἀρνήσωνται. γεννητικὸς γὰρ ὁ πατὴρ μόνου μονογενοῦς καὶ οὐχ ἑτέρου τινὸς ἔτι μετὰ τὸν ἕνα, καὶ ἀνομβρητικὸς πνεύματος ἁγίου καὶ οὐχ ἑτέρου πνεύματος, κτίστης δὲ καὶ ποιητὴς τῶν ὑπ' αὐτοῦ γενομένων καὶ ἀεὶ γινομένων. διὸ οὐκέτι πολλῶν υἱῶν γεννωμένων, οὔτε πολλῶν πνευμάτων ἐξ αὐτοῦ ἐκπορευομένων, τῆς αὐτῆς θεότητος ἀεὶ ἐν τῇ τριάδι μενούσης καὶ δοξαζομένης, καὶ μηδέποτε προστιθεμένης μήτε ληγούσης μήτε ὑποληφθείσης ποτὲ ὡς μὴ οὔσης. διὸ καὶ οὐχ ἕως ψιλῆς ὀνομασίας ἐπὶ τῷ γεννήματι ἵσταται τὸ ἀξίωμα· ἐπεὶ ἂν πολλοὺς ἀδελφοὺς μετ' αὐτὸν ἔσχεν ὁμοίους αὐτῷ, ὡς ἐπὶ τῷ εἰρημένῳ «υἱοὺς ἐγέννησα καὶ ὕψωσα», καὶ ἐπὶ τῷ «ὁ τετοκὼς βώλους δρόσου», καὶ ἐπὶ τῷ «ἀφ' οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται», καὶ ἐπὶ τῷ «οὐχ εἷς πατὴρ πάντων ὑμῶν;» καὶ ἐπὶ τῷ «παῖς μου Ἰακώβ», καὶ ἐπὶ τῷ «πρωτότοκός 3.373 μου Ἰσραήλ». οὗτοι γὰρ πάντες ψιλῇ λέξει τῷ τῆς ἀναγωγῆς * ἀπὸ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι προκεκοφότες οὐ κατ' οὐσίαν τῇ ἀληθινῇ ἵστανται ὀνομασίᾳ, ἀλλὰ ψιλῶς λέξει καὶ κατὰ χάριν. διὸ διὰ τοῦ ἑνὸς τοῦ οὔτε κατὰ χάριν οὔτε ψιλῇ ὀνομασίᾳ ὀνομαζομένου, ἀλλὰ κατὰ ἀλήθειαν ὄντος ἐκτίσθησαν, ἀπὸ τοῦ ἑνὸς διὰ τοῦ ἑνὸς σὺν τῷ ἐξ αὐτοῦ ἐκπορευομένῳ καὶ τοῦ αὐτοῦ λαμβάνοντι. 26. ˉθ. Εἰ σπερματικῶς ἦν ἐν τῷ ἀγεννήτῳ θεῷ τὸ γέννημα, μετὰ τὴν γέννησιν ἔξωθεν προσλαβὸν ὡς ἂν εἴποι τις ἠνδρώθη. τέλειος οὖν ἐστιν ὁ υἱὸς οὐκ ἐξ ὧν ἐγεννήθη, ἀλλ' ἐξ ὧν προσέλαβε. τὰ γὰρ συγγενικῶς προσλαμβάνοντα, ὡς ἐξ ἐκείνων συνεστῶτα, τὸ τοῦ τελείου ὄνομα διαφόρως προσίεσθαι πέφυκεν. Ἀνατροπή. Εἰ μὴ ὡμολογεῖτο ἀσώματος ὢν ὁ γεννήτωρ, πάντα παρὰ σοὶ δραματουργείσθω. δραματουργήσας δὲ οὐκ ἄλλον τινὰ πτύρεις, σεαυτοῦ δὲ τὸν νοῦν θολοῖς ἀπὸ τῆς ἀληθινῆς ὁμολογίας. ἐξ αὐτοῦ γὰρ θεὸς τέλειος ὢν τέλειον υἱὸν ἐγέννησεν, οὐχ ἕτερον παρὰ τὴν φύσιν. οὐ γὰρ ἀπρεπής ἐστι πρὸς τὸν γεννήτορα, οὔτε ἔξωθεν ἐπιδεόμενος προσλήψεως. οὐ γάρ τί ἐστι μεῖζον μετὰ τὴν τοῦ θεοῦ οὐσίαν, ὅπως τῷ ἐνδεομένῳ μεταδοῦναι τῆς προσλήψεως πρὸς τελειότητα δυνηθείη. ὁ γὰρ ὢν ἀεὶ ἀσώματος τὸν ὄντα ἀσώματον παρ' αὐτῷ τῷ ὄντι ἀεὶ γεννητικῶς, τέλειον ὁ τέλειος ἀεὶ ὄντως γεγέννηκε, πνεῦμα ὢν θεὸς καὶ πνεῦμα ὄντα τὸν ἐνυπόστατον Λόγον γεγεννηκώς. τὸ ὅλον γὰρ ἠλίθιον εἴη παρὰ σοὶ τῷ Ἀετίῳ, τῷ τὰ ἄνω ἐμβατεύοντι καὶ τὰς κατὰ θεὸν