523
δόξας ἐρευνῶντι ἐκ συλλογισμῶν καὶ σοῦ φιλολογιστικῆς ἐννοίας, ὅτι τῷ ποιήσαντι τὰ πάντα ἐξ οὐκ ὄντων καὶ δυνηθέντι τελείως τὰ πάντα ὑπὸ ἓν ἐργάσασθαι, μηδὲν χρείαν ἔχοντι προσληπτικῆς ἐπιδόσεως, θεσμῷ δὲ ταῦτα πεδήσαντι, ἁδρυντικὴν οὐσίαν προσληπτικῆς τε θεότητος ἐπιδεόμενον ἐπιφημίζεις Λόγον καὶ οὐδὲ ἐξισοῖς αὐτὸν τοῖς ὑπ' αὐτοῦ κεκτισμένοις. ἀπ' ἀρχῆς γὰρ τελείως αὐτὰ ποιήσας προσλήψεως οὐκ ἐπιδεόμενα τὰ ἐξ αὐτῶν ἔτι βλαστάνοντα ὥρισε νόμῳ σοφίας, ἅτινά ἐστι ταῦτα ἐν οἷς ἐστι τὰ καθεξῆς γενόμενά τε καὶ γινόμενα, ὡς οἷον εἰπεῖν, οὐρανόν, γῆν, ὕδωρ, ἀέρα, ἥλιον, σελήνην, ἄστρα, καὶ τὰ ἐκ τῶν ὑδάτων γεγενημένα, ἕως καὶ αὐτοῦ τοῦ ἀνθρώπου. οὐκ οὐρανὸν ἀτελῆ ἐποίησεν, οὐ γῆν ἀτελεστάτην, ἀλλὰ τελείαν μὲν τὴν γῆν, τέλειον δὲ τὸν οὐρανόν, «ἀόρατον δὲ καὶ ἀκατα3.374 σκεύαστον» τότε, δι' ἣν ἔμελλε ποιεῖν διακόσμησιν· ὕδωρ δὲ ἅμα καὶ φῶς τὸ πρωτόκτιστον, διὰ τοῦ ἀληθινοῦ φωτὸς τὰ πάντα ποιήσας, τοῦ ἀκτίστου καὶ ζωοποιοῦ· ἔπειτα δὲ τὰ ἐκ τῆς γῆς φυέντα· καὶ πρὸ τούτου τὸ στερέωμα οὐχ ἡμιτελές τι ἐγίνετο, ἀλλὰ πάντα ἐν τελειότητι· «ἐξαγαγέτω γάρ φησιν ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα καθ' ὁμοιότητα ἐπὶ τῆς γῆς, καὶ ξύλον κάρπιμον, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ καθ' ὁμοιότητα ἐπὶ τῆς γῆς». καὶ ὁρᾷς ὡς οὐδεμιᾶς εὐθὺς τὰ γεγονότα ἐπεδέετο προσληπτικῆς ἐπιδόσεως, ἀλλ' ἀνδρεῖα ὡς εἰπεῖν καὶ τέλεια διὰ τοῦ προστάγματος εὐθὺς εὑρίσκεται. τῷ δὲ ἀνθρώπῳ ἐπιδοθέντα τὰ ὑπ' αὐτὸν ὄντα καὶ σὺν αὐτῷ σπερματικῶς εἰς δεσποτείαν, οὐ τέλεια παρεδόθη, διὰ τὸ εἰδέναι τὸν ἄνθρωπον πάντοτε τὸν εὐεργετοῦντα καὶ τὸ εἶναι πᾶσι παρέχοντα, ἐπὶ πάντων δὲ ὄντα καὶ τὰς ἐπιδόσεις ἑκάστης ποιήσεως πρὸς σύστασιν τῶν αὐτῷ χρησιμευόντων παρέχοντα. Παρέδωκεν αὐτῷ σπερματικῶς τὴν γῆν, ὑποβάθραν ὡς εἰπεῖν προστησάμενος καὶ ὡς μήτραν αὐτῷ παραδεδωκώς, ἵνα ἀπὸ τῆς προβολῆς τῶν κατὰ τὸ τέλειον ὑπὸ θεοῦ γεγονότων τὰ σπερματικῶς δι' ἑαυτοῦ μετὰ συνέσεως ἐπὶ γῆν καταβαλλόμενα, ὡς οἷόν τε ξύλον καὶ ἄλλων γεννημάτων, αὐτὸς μὲν λεπτομερῶς ὡς ψηφῖδα παρὰ τῶν τελείων ἐρανισάμενος ταύτην τε εἰς γῆν ἐνθεματίζων τὰ τῆς ἐπιδόσεως ἀπὸ τοῦ τελείου θεοῦ πρὸς αὔξησιν προσδέχηται, ἵνα αὐξηθείη ἔξωθεν τὰ ὑπ' αὐτοῦ ἐνσπερματιζόμενα, ἵνα μὴ ἀγνοήσας τὸν ἐπιχορηγὸν τῆς ἐπιδόσεως αὑτὸν νομίσῃ δημιουργὸν καὶ ἐκπέσῃ τῆς ἀληθείας. εἰ γὰρ καὶ ἐφύτευσε Νῶε ἄμπελον, οὐ γέγραπται ὅτι ἦν φυτουργός, ἀλλ' «ἐγένετο ἀνὴρ γεωργός». ἕτερος γάρ ἐστιν ὁ τὰ αὐθεντικὰ παρέχων τοῖς ἐσομένοις, ἕτερος δέ ἐστιν ὁ τὸ εἶναι παρ' αὐτοῦ εἰληφὼς ἄνθρωπος καὶ τὴν ἐκείνου γεωργίαν πεπιστευμένος, ἵνα ὁ μὲν γεωργῇ τὰ ἐπιδόσεως εἰς τελείωσιν ἐπιδεόμενα, ὁ δὲ τὴν τελειότητα παρέχοι διὰ τῆς αὐτοῦ ἐπιδόσεως τῶν ὑπ' αὐτοῦ ἐκτισμένων καὶ διὰ τῆς ἐπιδόσεως εἰς τελειότητα αὐξανομένων. οὕτω καὶ ἐπὶ τῶν ζῴων καὶ ἐπὶ τῶν πετεινῶν, οὕτω καὶ ἐπὶ τῶν κτηνῶν καὶ ἑρπετῶν καὶ ἐναλίων πάντα ἐν ἀρχῇ τέλεια γέγονε διὰ τοῦ προστάξαντος, βουλήσει δὲ σοφίας νῦν ἐπιδόσεως δεῖται, διὰ τὴν τοῦ ἐπὶ γῆς δεσπόζοντος ἀνθρώπου κατ' ἔννοιαν ὠφέλειαν, εἰς τὸ ἐπιγινώσκειν αὐτὸν τὸν ἐπάνω πάντων θεόν, τὸν χορηγὸν τῶν σπερματικῶν καὶ τῆς ἐπιδόσεως τῶν αὐξήσεων ὄντα θεὸν καὶ κύριον. διόπερ τὰ μὲν κατ' οὐρανὸν καὶ οὐ διὰ χειρῶν ἀνθρώπου σπειρόμενα ὄντα, καὶ οὐ γεννῶντα οὐδὲ γεννώμενα, εἴασεν ὁ θεὸς ἐν τελειό3.375 τητι· οὐ γὰρ ἐνέσκηπτον τῇ διανοίᾳ τοῦ ἀνθρώπου εἰς ἐπιβουλὴν καὶ τῦφον κενοδοξίας, ὡς οἷον ἐπὶ ἡλίου εἰπεῖν καὶ σελήνης καὶ ἄστρων. οὔτε γὰρ διὰ τὸ γεννᾶσθαι τὴν σελήνην ἢ φθίνειν ἢ αὔξειν ἀλλοιοῦται τὸν τρόπον, ἀλλὰ διὰ τὸ καιρῶν εἶναι σύστασιν καὶ ἐπιχορηγίαν, ὧν θεὸς τοῖς φωστῆρσι διετάξατο. πῶς οὖν τὰ σωματικὰ θεὸς καὶ τὰ φθίνοντα καὶ τὰ φθινόμενα θελήσας εὐθὺς τέλεια εἰργάσατο, ὃν δὲ ἐξ αὐτοῦ ἐγέννησεν, ἕνα ἐξ ἑνός, τὸν ὄντα ἀεὶ γεννητικῶς παρὰ τῷ ὄντι, ἐπιδόσεως