524
ἐγέννα ἐπιδεόμενον; πέπαυσο οὖν, ὦ Ἀέτιε, κενὰς ἡμῖν καὶ Ἀριστοτελικὰς λέξεις φέρων, ἀρκετῶς ἐχόντων ἡμῶν καὶ μὴ ἀπατωμένων τὴν τοῦ κυρίου ἡμῶν ἀληθινὴν διδασκαλίαν, τὴν λέγουσαν ὅτι «ἐκ τοῦ πατρὸς ἐγὼ ἐξῆλθον καὶ ἥκω», καὶ οὐ καταχρηστικῶς ἐχούσης τῆς λέξεως κατὰ τὴν δύναμιν, ἀλλὰ τελειότητος καὶ ἀξίας θεοῦ σημαινούσης τὴν οὐσίαν. 27. ˉι. Εἰ τέλειον ἦν τὸ γέννημα, ἐν γεννητῷ γέννημά ἐστι καὶ οὐκ ἐξ ὧν ὁ ἀγέννητος αὐτὸ ἐγέννησε. γεννητὴν γὰρ φύσιν ἐν ἀγεννήτῳ οὐσίᾳ οὐκ ἐνδέχεται εἶναι. τὸ γὰρ αὐτὸ εἶναί τε οὐκ ἔστι καὶ μὴ εἶναι. γέννημα γὰρ ἀγέννητον οὐκ ἔστι, καὶ ἀγέννητον ὂν γέννημα οὐκ ἦν, τοῦ ἀνομοιομεροῦς ἐπὶ θεοῦ βλασφημίας τύπον καὶ ὕβριν ἐπέχοντος. Ἀνατροπή. Ἀντιθέτως παρεισάγει Ἀέτιος, ἐκ συλλογιστικῶν ὀνομασιῶν ἀνθρωπίνης ἐπινοίας θεὸν καταλαβεῖν βουλόμενος, καὶ † ὡς ἐκ λέξεων ἀκρωτηριάζειν πειρᾶται τῆς ἐναργοῦς πίστεως τὴν βεβαίαν ἐλπίδα, ἀνόμοιον ἀνομοίῳ συγκρούσας καὶ λέξιν λέξει ἀνατροπικῶς παρενθείς, ὡς ἐκ τούτου βιάζεσθαι τὸ ἀνόμοιον τοῦ υἱοῦ πρὸς πατέρα σημαίνειν, ὅπερ ἐστὶν ἀδύνατον. ἐξ αὐτῶν γὰρ ὧν ἐδίδαξε τὸν κόσμον συλλογισμῶν καὶ αὐτὸς συλλογισθήσεται. φάσκει γάρ· «εἰ τέλειον ἦν τὸ γέννημα, ἐν γεννητῷ γέννημά ἐστι καὶ οὐκ ἐξ ὧν ὁ ἀγέννητος αὐτὸ ἐγέννησε. γεννητὴν γὰρ φύσιν ἐν ἀγεννήτῳ οὐσίᾳ οὐκ ἐνδέχεται εἶναι· τὸ γὰρ αὐτὸ εἶναί τε οὐκ ἔστι καὶ μὴ εἶναι. γέννημα γὰρ ἀγέννητον οὐκ ἔστι, καὶ ἀγέννητον ὂν γέννημα οὐκ ἦν, τοῦ ἀνομοιομεροῦς ἐπὶ θεοῦ βλασφημίας τύπον καὶ ὕβριν ἐπέχοντος»· ὥστε ἐξ ἅπαντος ἐλέγχεσθαι τὰ τῆς παραποιήσεως μέρη τῶν λόγων, ὅτι οὐκ ἐνδέχεται ἀνόμοιον εἶναι τὸν υἱὸν τῷ πατρὶ οὐδ' ἄνισον 3.376 τῆς αὐτοῦ τελείας θεότητος. εἰ γὰρ ὅλως φάσκει βεβιασμένως, καθ' ἑαυτῶν δὲ ἐπιστρέφει τὰ ῥητά, ἃ διηγεῖται, τὸ γεννητὸν καὶ ἀγέννητον ἀντιθέτως ἀεὶ φάσκων, ἀπὸ τούτου μαθέτω ἀντιτιθέναι τὸ κτιστὸν καὶ ἄκτιστον, ὅτι οὐκ ἐνδέχεται ἐπικοινωνεῖν τοῦτο τούτῳ πρὸς τὸ ἀξίωμα, ὅπερ ἐστὶ τὸ εἶναι ὅλως προσκυνητόν. εἰ γὰρ ὅλως προσκυνητὸν τὸ ἀνόμοιον, τῷ ἀνομοίῳ ἐξισούμενον, οὐκέτι διοίσει λόγος τὸν ἕνα ἀπὸ τῶν ὅλων, τῆς ἀνομοίας φύσεως οὐ δυναμένης ἐν τάξει τοῦ αὐτῆς ἀξιώματος τάττεσθαι, κἄν τε ἐν δόξῃ ὑπερβάλλοιτο τὸ ἀπὸ πάντων ἓν ὂν τῶν ἀνομοίων, πρὸς τὴν τὸν ἕνα, διὰ τὴν μὴ ἐπικοινωνοῦσαν τῷ ἑνὶ τῶν πάντων πρὸς τὸν ἕνα ἀνομοιότητα. καὶ ἔσται λοιπὸν καὶ ἥλιος καὶ σελήνη καὶ ἄστρα καὶ γῆ καὶ τούτων ἔτι τὰ ὑποβεβηκότα προσκυνητὰ καὶ οὐκέτι ὁ εἷς σὺν τῷ ἑνὶ πνεύματι, ὅπερ ἐστὶ μία τριὰς καὶ μία θεότης καὶ μία προσκύνησις. ἆρα οὖν εἰ τοῦτο διὰ τοῦτο συλλογιστέον, ἔσται μὲν αὐτὸ ἐν ἀληθείᾳ, ἐπειδὴ οὐχ ὅμοιος ὁ εἷς λόγος τοῖς πᾶσι λόγοις, οὐδὲ ὁ εἷς υἱὸς τοῖς πᾶσι κατὰ ἀναγωγὴν κικλησκομένοις ἴσος· οὐ γάρ ἐστι σὺν τοῖς πᾶσιν, ἀλλ' ὁ δι' οὗ οἱ πάντες. τὸ γοῦν ἀδυνάτως παρ' αὐτῷ τῷ Ἀετίῳ ταχθὲν ἐξ ὑπαρχῆς καὶ ὡς ὕβριν ἐπέχον καὶ τύπον βλασφημίας διὰ τὸ ἀνομοιομερές, ὡς ἔφη, ἐν θεῷ οὐκ εἶναι, ὅπερ οὐ διαφορᾶς μέρος ὑπάρχει, ἀλλ' ἰσότητος, καὶ οὔτε μεριζομένης τῆς θεότητος, ἀλλ' ἀεὶ οὔσης τελειοτάτης, τρία ὄντα τέλεια, μία θεότης· μᾶλλον δὲ εἰς σύστασιν τῆς ἐν ἀληθείᾳ πίστεως τὸ ἀνόμοιον ἡμῖν ἐπησφαλίσατο, εἰς τὸ μὴ νομίζειν μήτε πείθεσθαι τοῖς παρὰ ἀξίαν Ἑλλήνων † πταίειν προπετείας προλήψει, κατεγνωσμένοις τὴν πᾶσαν κτίσιν προσκυνεῖν, τὴν ἀνόμοιον οὖσαν πρὸς τὸν προσκυνούμενον πατέρα ἐν υἱῷ, υἱὸν ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. 28. ˉιˉα. Εἰ ἀγεννήτου φύσεως ὑπάρχων θεὸς ὁ παντοκράτωρ γεννητῆς φύσεως οὐκ οἶδεν ἑαυτόν, ὁ δὲ υἱὸς γεννητῆς φύσεως ὑπάρχων τοῦτο γινώσκει ἑαυτὸν ὅπερ ἐστί, πῶς οὐκ ἂν εἴη τὸ ὁμοούσιον ψεῦδος, τοῦ μὲν γινώσκοντος ἑαυτὸν ἀγέννητον, τοῦ δὲ γεννητόν; Ἀνατροπή. Ἔφησεν Ἀέτιος καὶ ἀπεφήνατο ὁ διαστολεὺς καὶ ὁροθέτης περὶ φύσεως θεοῦ διαλαμβάνων, ἄνθρωπος ὢν τῇ φύσει καὶ τὰ ὑπὲρ 3.377 φύσιν βουλόμενος