525
εἰδέναι, εἰδέναι δὲ οὐ κατὰ ἀκολουθίαν γραφῆς, ἀλλ' ἐκ συλλογισμῶν βροτείων διανοημάτων, ὅτι «ἀγεννήτου φύσεως ὑπάρχων θεὸς ὁ παντοκράτωρ γεννητῆς φύσεως οὐκ οἶδεν ἑαυτόν». πάντοτε δὲ ἀεὶ καὶ ἀπ' ἀρχῆς τοῦ λόγου οὐκέτι κατὰ τοὺς παλαιοὺς Ἀρειανοὺς κἂν ἀποκεκρυμμένως υἱὸν βούλεται λέγειν τὸν μονογενῆ. ἐν πᾶσι δὲ θεωρήσατε, υἱοὶ τῆς ἀληθείας, ὡς παντάπασι βούλεται αὐτὸν ἀλλότριον εἶναι τοῦ πατρὸς καὶ οὐδ' ὅλως μετέχοντα θεϊκῆς οὐσίας, ἐξ ὧν πάντοτε τολμηρῶς ἀποφθέγγεται. τὸ γὰρ λέγειν ὅτι ὁ θεὸς ἑαυτὸν ἀγέννητον γινώσκει καὶ γεννητικῆς φύσεως οὐκ οἶδεν ἑαυτόν, μάτην παρ' αὐτῷ εἴρηται καὶ μόνον διὰ τὸ μὴ κἂν διὰ ψιλῆς λέξεως υἱὸν τὸν υἱὸν καλεῖσθαι. ἀνατραπήσεται δὲ αὐτοῦ ὁ λόγος. καὶ γὰρ ἀγέννητός ἐστιν ὁ πατὴρ καὶ ἐγέννησεν ἀϊδίως τὸν μονογενῆ, φύσεως ὢν ἑαυτῷ πρεπούσης, * τῷ ἕνα μόνον τὸν μονογενῆ γεγεννηκέναι καὶ πνεῦμα ἐνηνοχέναι, τὸ μόνον μόνῳ συνὸν ἐπὶ μονογενεῖ τῷ γεννήτορι, ὃ τῷ ἀνάρχως γεγεννημένῳ υἱῷ συνυπάρχει, πνεῦμα ὤν, πνεῦμα γεγεννηκώς, καὶ οὐ σῶμα ὢν σωματικῶς διαστελλόμενον, οὐδὲ φθίνον καὶ αὖξον καὶ τομὴν ὑφιστάμενον. διὸ παρὰ τοῖς ἄλλοις πᾶσι τοῖς γεγεννηκόσι καὶ γεννωμένοις † ἀλλ' ἐπὶ πολλῶν ἐπιδέχεται ἡ χρεία, ἐνταῦθα δὲ οὐχ ὅμοιον τοῖς οὖσι πᾶσιν ἡ τοῦ ἑνὸς πρὸς τὸν ἕνα ἀξία. διὸ καὶ αὐτὸς ὁ γεννηθεὶς ἐξαιρέτως ἐκ τοῦ ἐκπλήκτως γεννήσαντος ὥσπερ ἀπὸ τοῦ ἀγεννήτου γεγέννηται, συμπρέπων τῷ γεννήτορι, οὕτως καὶ αὐτὸς οὐ γεννᾷ οὐκέτι κατὰ τὴν οὐσίαν φημί, ἵνα ἀπὸ τοῦ μηκέτι γεννᾶν κατ' οὐσίαν τὸν υἱὸν καὶ ἀπὸ τοῦ τὸν πατέρα μὴ γεγεννῆσθαι ἐξ ἑκατέρων μερῶν ἡ πᾶσα δόξα τοῦ ἀξιώματος σῴζηται ἐν τῇ μιᾷ ἑνότητι τῆς ἀξίας θεοῦ, πατρὸς τελείου καὶ υἱοῦ τελείου καὶ τελείου πνεύματος ἁγίου. καὶ διὰ τοῦτο τὸ ὁμοούσιον οὐ ψεῦδος οἶδεν ἡ θεία γραφὴ οὐδὲ ὁ εὐσεβὴς λογισμὸς ὁ περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εὐσεβῶς μεμαθηκὼς τὸ δοξάζειν καὶ προσκυνεῖν, ἐκ θεοῦ λαβὼν τὴν χάριν. 29. ˉιˉβ. Εἰ μὴ τὸ ἀγέννητον τὴν ὑπόστασιν τοῦ θεοῦ παρίστησιν, ἀλλ' ἐπινοίας ἐστὶν ἀνθρωπίνης τὸ ἀσύγκριτον ὄνομα, χάριν τοῖς ἐπινοήσασι γινώσκει ὁ θεὸς διὰ τὴν τοῦ ἀγεννήτου ἐπίνοιαν, τὴν ὑπεροχὴν τοῦ ὀνόματος οὐ φέρων ἐν οὐσίᾳ. 3.378 Ἀνατροπή. Καὶ τὸ ἀγέννητον, ὡς ἔφαμεν πρὸς τὸν Ἀέτιον ἀποτεινόμενοι, ὁμολογοῦμεν καὶ οὐκ ἀρνούμεθα, κἄν τε ἐν θείᾳ γραφῇ μὴ ἐμφέρηται, ὅτι εὐσεβῶς δὲ ἐπινενόηται. ἀγέννητον δὲ φάσκοντες τὸν πατέρα καὶ ἀγέννητον ὁμολογοῦμεν, γεννητὸν δὲ τὸν υἱὸν οὐκ ἀρνούμεθα, ἀλλ' οὐχὶ κτιστόν. οὔτε γάρ, ἐὰν τὸν υἱὸν γεννητὸν ὁρισώμεθα, ἐκ θεοῦ πατρὸς τὴν οὐσίαν ἔχειν ἀρνεῖσθαι δυνάμεθα· γεννητῶς γὰρ ἐγέννησε καὶ οὐκ ἔκτισεν. ὡς γὰρ λοξῶς πάντα ἐπὶ τοῦ γεννητοῦ καὶ ἀγεννήτου διανοούμενος παρεκτρέπειν ἑαυτὸν βούλει οὐ γάρ τι ἕτερον, οὕτως καὶ αὐτὸς ἀκούεις περὶ ἀνθρωπίνων συλλογισμῶν καὶ ἀντιθέσεως συλλογιστικῆς, ἀνθρωπείας τε ματαιοφροσύνης, τὸ «ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐπιμελῶς ἐκ νεότητος». λέξομεν δὲ καὶ αὐτοὶ ὅτι πολλῷ μᾶλλον ἀπρέπεια θεῷ τῷ ἀκτίστῳ τὸ κτίζειν τὰ κτισθέντα καὶ τῷ ἀποιήτῳ τὸ ποιεῖν· οὐ γὰρ ἐνδέχεται τὸν ἄκτιστον κτίζειν καὶ τὸν μὴ γενόμενον ποιεῖν τὰ ἐσόμενα, εἰ οὐ πρέπει τῷ ἀγεννήτῳ τὸ γεννᾶν κατὰ τὸν Ἀετίου λόγον. τῶν δὲ κτίσεων ὁρωμένων καὶ τοῦ πλείστου μέρους τῆς οὔσης ὑποστάσεως φαινομένης, θεῷ δὲ τῷ ἀκτίστῳ κατὰ τὸ ὑπ' αὐτοῦ κεκτίσθαι μὴ πρεπούσης, ἵνα μὴ τὸ ἀσύγκριτον ἐπὶ μεταβολὴν τῶν γενομένων παρενεχθὲν ἀντὶ τοῦ πρέποντος παρὰ τῷ Ἀετίῳ ἀπρεπὲς μᾶλλον νομισθείη, ζητηθήσεται λοιπὸν ἕτερος ὢν θεὸς ὁ ἄκτιστος, ἕτερος δὲ ὁ κτισθεὶς καὶ κτίζειν ἀναλόγως ἑαυτῷ δυνάμενος. τοῦ δὲ κεκτισμένου καὶ τοῦ κτίζειν δύναμιν ἔχοντος αὐτομάτου μὴ ὄντος, ἀλλὰ κεκτισμένου, ζητηθήσεται καὶ ἕτερος ὁ τούτου αἴτιος γεγονὼς καὶ ἀπὸ τούτου ἄλλος ἐπινοηθήσεται. καὶ πολλὴ ἔσται ἡ τοῦ βυθοῦ τῆς πλάνης