526
ἡ ματαιολογία τῶν νοημάτων, τῆς διανοίας μηκέτι εὐσταθούσης, ἀλλὰ πληρούσης τὸ εἰρημένον «ἐμωράνθησαν οἱ δοῦλοι τοῦ θεοῦ, καὶ ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως». οὐ γάρ τις «ἑαυτῷ ζῇ, οὐδὲ ἑαυτῷ ἀποθνήσκει», οὐδέ τις γνώσεται οὐδὲν πάρεξ τοῦ θεοῦ, τοῦ ἀποκαλύψαντος ἡμῖν τὴν ἀληθινὴν πίστιν αὐτοῦ καὶ λέγοντος «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, καὶ αὐτοῦ ἀκούετε», καὶ τοῦ ἐξ αὐτοῦ γεγεννημένου, ἀποκαλύψαντος ἡμῖν τὸν πατέρα αὐτοῦ καὶ λέγοντος «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω». καὶ οὔτε ἀπὸ ὀνομασίας ἀνθρώπων τὸ ἀσύγκριτον ἔσχε θεὸς οὔτε διὰ τὸ ἀσύγκριτον ἡ ἀξία τοῦ ἀληθινοῦ ἐνυποστάτου θεοῦ λόγου καὶ ἐκ πατρὸς ἀνάρχως ὁμοου3.379 σίως τε γεγεννημένου παρεκτραπήσεται, οὔτε ὁποτέρου τῶν ὀνομάτων χάριν ἔχοντος ἐπινοίαις ἀνθρώπων. οὐδὲν γὰρ προσλαμβάνεται τὸ θεῖον ἀξιώματος ἢ προσθήκης, αὐτὸ δὲ τὸ θεῖον πᾶσι παρέχει ἐκ τοῦ αὐτοῦ πληρώματος, ἀεὶ ἐν ταυτότητι μένοντος καὶ μὴ ἐλαττουμένου, ἀλλ' ἐν τῇ ἰδίᾳ φέροντος ἀεὶ οὐσίᾳ τοῦ ὀνόματος καὶ δυνάμεως καὶ οὐσίας τὸ ἀξίωμα. 30. ˉιˉγ. Εἰ ἔξωθεν ἐπιθεωρεῖται τῷ θεῷ τὸ ἀγέννητον, οἱ ἐπιθεωρήσαντες τοῦ ἐπιθεωρηθέντος εἰσὶν ἀμείνους, κρεῖττον ὄνομα τῆς φύσεως αὐτῷ πορισάμενοι. Ἀνατροπή. Ἀμείνων οὐδεὶς θεοῦ πρὸς Ἀέτιόν μοι ἡ λέξις, τὸν οὕτως ἐπινενοηκότα, ὡς ἔχει ἡ ἀλήθεια. πῶς γὰρ ἀμείνων θεοῦ εἴη τις, τῶν πάντων ἐκ θεοῦ τὸ εἶναι εἰληφότων; αἰτίου δὲ ὄντος τοῦ θεοῦ τῶν ὑπ' αὐτοῦ κεκτισμένων λογικῶν τε καὶ ἀλόγων, ὁρατῶν τε καὶ ἀοράτων, ἀμείνων αὐτός ἐστι παρὰ πάντας, κἄν τε οἱ λογικοὶ διανοίας γένοιντο ὀρθῆς εἰς εὐσέβειαν τοῦ γεραίρειν τὸ ἄμεινον ἀπὸ μέρους, μηδὲ ὅλως, τῶν πάντων ἐπὶ τὸ αὐτὸ συναχθέντων καὶ μυρίων ἐπέκεινα διανενοημένων πρὸς ὕμνον θεοῦ ἐπεκτείνεσθαι, δυναμένων τὸ τέλειον τῆς αὐτοῦ δόξης ἐν ἑαυτοῖς ἐμπεριέχειν, ὑπερβαινούσης ἀεὶ τῆς ἀμείνονος φύσεως τῶν ὑποβεβηκότων τὴν ἔννοιαν, κἄν τε κατὰ δύναμιν καὶ ὑπὲρ δύναμιν πρὸς ὑμνολογίαν ἐπεκτείνωνται τῷ ἀμείνονι· ἔστι γὰρ οὐ λόγῳ ἀμείνων, ἀλλὰ δυνάμει καὶ ὀνόματι καὶ λόγῳ. ἀλλ' οὐ διοίσει τὸ ἀσύγκριτον ἀπὸ τοῦ ἀσυγκρίτου ἡ τοῦ ἀμείνονος παρὰ τῶν ὑποβεβηκότων δοξολογία. οἶδε γὰρ ἐν πατρὶ τὸ ἄμεινον διὰ τοῦ ἀγεννήτου καὶ τὸ ἄμεινον ἐξ αὐτοῦ γεγεννημένον. διόπερ τὸ ὁμοούσιον ὁμολογεῖ ἡ ἐκ θεοῦ ἀνθρώποις ὀρθὴ κεχαρισμένη ἔννοια, ἵνα μὴ τὸ ἀνομοιούσιον ἐπινοήσασα υἱοῦ πρὸς πατέρα διαίρεσιν ποιήσηται τῆς ἀμείνονος καὶ ἀκραιφνοῦς τελειότητος δι' οὗ οἶδε γεγεννημένου ἐν ἀληθείᾳ ὑπὸ τοῦ γεγεννηκότος ἀσυγκρίτως, πάσας ἐννοίας ὑπερβαίνοντος διὰ τὸ ἄμεινον. 31. ˉιˉδ. Εἰ μὴ εἴκει ἡ ἀγέννητος φύσις γενέσει, τοῦτ' ἔστιν ὃ λέγεται· εἰ δὲ εἴκει γενέσει, τὰ τῆς γενέσεως πάθη τῆς ὑποστάσεως τοῦ θεοῦ εἴη ἀμείνω. Ἀνατροπή. Πάθη ὅλως ἐν θεῷ διηγεῖσθαι ἀσεβέστατον· εἴσω γὰρ παθῶν οὐδ' ὅλως περιέχεται τὸ θεῖον, ἀνωτάτω δὲ ὂν τῶν τοιούτων 3.380 τῶν ἐν ἡμῖν εἰς μεριστικὰς ἐννοίας ὑποπιπτόντων, κατὰ πάντα δὲ τρόπον ὁ Ἀετίου λόγος ἀνατραπήσεται. πάντα γὰρ τὰ ἐν ἡμῖν παθητικῶς συμβαίνοντα ἐν θεῷ ἀπαθῶς συνέστηκεν. ἐν ἡμῖν γὰρ κατά τι μέρος τὸ θέλειν ἐστὶ πάθος, οὐ τὸ θέλειν εὐσεβεῖν λέγω, ἀλλὰ τὸ θέλειν τι πράττειν ὅπερ ἐστὶν ὑπὲρ φύσιν, διὰ τὸ μὴ δύνασθαι ἐπιτελεῖν τὸ καθῆκον τοῦ θελήματος, οἷον ὡς ἐπὶ ἀνθρώπῳ λέγειν τὸ πτῆναι, τὸ εἰς ἀέρα φέρεσθαι, τὸ τὰς φλέβας τοῦ βυθοῦ κατανοῆσαι, τὸ εἰδέναι πυθμένας γῆς, καὶ τὰ τούτοις ὅμοια. ὅσον δέ ἐστιν ἐν ἐμοὶ παθητικῶς συνεχόμενον, τοσοῦτον ἐν τῷ θεῷ ἀπαθῶς ἐστιν ὑπάρχον. διὰ τοῦτο πάντα ὅσα βούλεται δύναται πράττειν, τῆς φύσεως αὐτῷ μὴ ἀντιπραττούσης πρὸς τὸ βούλημα, τῆς δὲ ἡμετέρας ἐν ἡμῖν ἀντιπραττούσης πρὸς τὰ βουλήματα, ὅσα πρὸς τὸ ἀδύνατον ἐπεκτείνεσθαι ἔστιν ἐν ἡμῖν. καὶ οὐδ' ὅτι εἴπομεν τὸν θεὸν πράττειν ὃ βούλεται, πάντως λέξειέ τις ὅτι πράττει οὖν τὰ μὴ πρέποντα. οὐ