527
πάντως· ἐκεῖνα γὰρ βούλεται, ἃ καὶ πράττει, ἀναλόγως τῆς αὐτοῦ ἀξίας, οὔτε τοῦ βουλήματος ἀντιπράττοντος πρὸς τὸ μὴ δύνασθαι, οὔτε τοῦ δύνασθαι ἀντιθέτου ὄντος πρὸς τὸ βούλεσθαι, * οὐ διὰ τὸ μὴ δύνασθαι, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι. Καὶ ἄλλως. Μετὰ τὴν τοιαύτην ἀπάθειαν ἐν θεῷ ὑπάρχουσαν, ἐν ἡμῖν δὲ καὶ ἄλλοις κτίσμασι παθητὴν φύσιν οὖσαν, ἐὰν συμβῇ οὕτως διανοεῖσθαι, πάλιν ἕτερον πάθος κατὰ τὴν ἀλήθειάν ἐστιν ὁμολογητέον· μετὰ δὲ τὸ δεύτερον καὶ τρίτον ἔστι διανοηθῆναι. πάθει γεννῶμεν καὶ γεννώμεθα, τῆς ἡμετέρας φύσεως καὶ τῆς τῶν ἄλλων τῶν γεννωμένων καὶ γεννώντων τομὴν ὑποδεχομένης καὶ ῥύσιν ἐπεχούσης, πλατυσμόν τε καὶ συστολήν, ὄγκον τε καὶ μείωσιν, καὶ τὰ ἄλλα πάντα, ὅσαπερ πάθει συνέχεται διὰ τὴν τοιαύτην αἰτίαν. ἐν θεῷ δὲ οὐδὲν τούτων ἐν τῷ τὸν υἱὸν γεγεννηκέναι ἐνυπῆρξεν. εἰ γὰρ ὑπῆρξεν ἕν τι τῶν τοιούτων ἐν θεῷ κατὰ τὴν προφασιστικὴν εἰς ἀνατροπὴν τοῦ γεννήματος αὐτῶν ὑπόνοιαν, ἀπὸ τοῦ ἑτέρου καθ' ἡμᾶς μέρους ἀντιθέτως πρὸς αὐτοὺς ῥητέον ὅτι ἐν ἡμῖν τοῖς ἐν πάθει γεννῶσί τε καὶ γεννωμένοις πάθος ἐστὶ δεύτερον ἐν τῷ κτίζειν καὶ πάσχομεν ἐν τῷ γεννᾶν τε καὶ γεννᾶσθαι, θεὸς δὲ ὁ παρ' ὑμῖν κτίστης καὶ οὐ γεννήτωρ ἐπινοούμενος, ᾧ διὰ μὲν τὸ γεννᾶν ἀνατρεπτικῶς τὸ πάθος παραφέρετε, ἵνα τὴν υἱοῦ γνησιότητα ἀρνήσησθε, λήθῃ δὲ παραδιδόατε τὸ ἐπὶ τῷ κτίζειν πάθος, ὅπερ καὶ αὐτὸ ἐν θεῷ οὐ πάθος ὑπάρχει μὴ γένοιτο *. οὔτε γὰρ ἡμεῖς πάθος αὐτῷ προσάπτομεν, ὁμολογοῦντες αὐτὸν κτίστην ὄντα τῶν ἁπάντων, 3.381 οὔτε πάλιν πάθος ἕτερον περὶ αὐτὸν διανοούμεθα, γεγεννηκότα τὸν ἀληθινὸν υἱὸν ἀληθινῶς ἀνάρχως καὶ ἀχρόνως ὁμολογοῦντες. διὸ τὴν φύσιν αὐτοῦ γινώσκομεν ἀκατάληπτον οὖσαν καὶ πάθει μὴ συνεχομένην. διὰ τοῦτο ὁμολογοῦμεν αὐτὸν καὶ ἀπαθῆ γεννήτορα καὶ κτίστην ἀπαθῆ. ἐγέννησε γὰρ τὸν μονογενῆ μὴ πάσχων, καὶ ἀπέστειλεν ἐξ αὐτοῦ τὸ ἅγιον αὐτοῦ πνεῦμα, τομὴν μὴ ὑποστάς, καὶ ἔκτισε τὰ κτισθέντα καὶ κτιζόμενα, μὴ κακῶν μηδὲ πάθει συσχεθείς, καὶ ποιεῖ ὃ βούλεται συμπρεπόντως τῇ αὐτοῦ θεότητι, οὐ πρῶτον βουλευόμενος, ἵνα μάθῃ διανοούμενος εἰ χρὴ γενέσθαι τὸ ἐπιτελούμενον, οὐδὲ βουλόμενος πράττειν καὶ μὴ δυνάμενος ἐπιχορηγεῖν τῷ βουλήματι διὰ πάθος τὸ τελειούμενον. ἅμα γὰρ ἔχει τὸ θέλειν, τὸ πράττειν, τὸ γεγεννηκέναι τὸν μονογενῆ, τὸ κτίσαι τὰ πάντα, τῆς θεϊκῆς φύσεως καὶ ἀξιώματος ἀνωτάτου ὄντος τῆς Ἀετίου συλλογιστικῆς ἐννοίας καὶ πάσης ἀνθρωπότητος, ἀμείνονος ὄντος τοῦ θεοῦ πάσης ἐπινοίας, οὐ πάθει εἴκοντος, ἀλλ' ἀνωτάτου ὄντος πάντων τῶν παθῶν καὶ πάσης ὑπονοίας. 32. ˉιˉε. Εἰ τὸ γέννημα ἄτρεπτον τὴν φύσιν ἐστὶ διὰ τὸν γεννήσαντα, τὸ ἀγέννητον οὐσία ἐστὶν ἄτρεπτος, οὐ διὰ γνώμην, ἀλλὰ διὰ τὸ ἐν οὐσίᾳ ἀξίωμα. Ἀνατροπή. Ἕως πότε ἥκει φέρων ἡμῖν οὗτος τὸ αὐτὸ λέγειν καὶ μηδὲν ὑπερβαίνειν τῶν ἐγκειμένων; ὅσα γὰρ ἔφη ἀπ' ἀρχῆς καὶ ἄχρι τέλους τὰ αὐτὰ περὶ τῶν αὐτῶν καὶ οὐθὲν ἕτερον διηγήσατο, οὐ μυστήρια ἡμῖν ὑποδείξας, οὐ θεὸν ὡς ἐπαγγέλλεται διδάξας, οὐ πίστιν, δι' ἧς ἐνεργοῦντες ἀπόστολοι τὴν τῆς ἀληθείας ὀνομάζοντες στερεὰν ὁμολογίαν νεκροὺς ἤγειραν καὶ λεπροὺς ἐκαθάρισαν, καὶ τἄλλα πάντα ἐποίουν τῆς ἀγαθῆς συμφωνίας, ἐξ ὧν τὰ ὑποδείγματα ὑπέφαινον τῆς ἀληθινῆς ἐνεργείας, ἀλλὰ ματαίους καὶ κομπώδεις συλλογισμοὺς μὴ ὑπερβαίνοντας τὴν τῆς ταυτολογίας προφοράν, ἀλλ' αὐτὰ ἐκεῖνα καὶ οὐδὲν ἕτερον διηγούμενος· διὸ παρακαλοῦμεν ὅπως μηδεὶς ἡμᾶς ἐπιμέμψηται τῶν ἐντυγχανόντων, εἴπερ καὶ αὐτοὶ κατὰ τῶν αὐτῶν ἐνεχθῶμεν, ἀναγκαζόμενοι λέγειν πρὸς τὴν αὐτοῦ ταυτολογίαν. τὸ γέννημα γὰρ ἄτρεπτόν ἐστιν, ὡς πρέπει θεότητι, καὶ ὁ γεννήτωρ ἄτρεπτός ἐστιν, ὡς πρέπει ἀναλόγως τῇ αὐτοῦ ἀτρέπτῳ φύσει. μένει δὲ ὁ γεννήσας ἀεὶ τὸν ἐξ αὐτοῦ ἔχων γεγεννημένον, μηδεμίαν ὑπόνοιαν συγχωρῶν τοῖς ὑπ' αὐτοῦ κεκτισμένοις ἄνευ υἱοῦ εἰδέναι πατέρα καὶ ἄνευ πατρός ποτε