528
εἰδέναι τὸν γεγεννημένον καὶ τὸ τέλειον αὐτοῦ πνεῦμα, ὃ ἐκ τοῦ πατρὸς ἐκπορεύεται καὶ τοῦ υἱοῦ λαμβάνει. καὶ τοῦτο πρέπον ἐστὶν ἀξιώματος 3.382 οὐσίας θεοῦ, τὸ προσληπτικῶς μὴ ἐπιδεῖσθαί τινος ἀξιώματος, ἀλλ' ἔχειν αὐτὸ ἀϊδίως ἐν τῇ ἰδίᾳ ταυτότητι. 33. ˉιˉ. Εἰ τὸ ἀγέννητον οὐσίας ἐστὶ δηλωτικόν, εἰκότως πρὸς τὴν τοῦ γεννήματος οὐσίαν ἀντιδιαστέλλεται· εἰ δὲ μηδὲν σημαίνει τὸ ἀγέννητον, πολλῷ μᾶλλον οὐδὲν δηλοῖ τὸ γέννημα. μηδενὶ δὲ μηδὲν πῶς ἂν ἀντιδιασταλείη; εἰ δὲ ἡ ἀγέννητος προφορὰ πρὸς τὴν γεννητὴν προφορὰν ἀντιδιαστέλλεται, σιωπῆς τὴν προφορὰν διαδεχομένης, γίνεσθαι συμβαίνει καὶ ἀπογίνεσθαι τὴν τῶν Χριστιανῶν ἐλπίδα, ἐν διαφόρῳ προφορᾷ κειμένην, ἀλλ' οὐκ ἐν φύσεσιν οὕτως ἐχούσαις ὡς ἡ τῶν ὀνομάτων βούλεται σημασία. Ἀνατροπή. Πῶς προλαμβάνειν εἰώθασι τὰς καθ' ἑαυτῶν μαρτυρίας οἱ ἐκθαμβεῖν τὴν διάνοιαν τῶν ἀπείρων μεμαθηκότες; ὁ γὰρ ἐν προφορᾷ τὴν ἐλπίδα κεκτημένος Ἀέτιος μόνον καὶ οὐκ ἀληθείᾳ, ταύτην ἡμῖν ἐπιφημίζειν τολμηρῶς προῆλθεν, αὐτὸς υἱὸν θεοῦ καὶ θεὸν πατέρα ψιλῷ λόγῳ διαφέρειν μὴ αἰδεσθεὶς ὁμολογῆσαι, ἡμῶν δὲ μάλιστα ὁμολογούντων φυσικὸν εἶναι πατέρα καὶ φυσικὸν εἶναι υἱὸν καὶ φυσικὸν εἶναι ἅγιον πνεῦμα· τῇ γὰρ τριάδι οὐδὲν ἄλλο συγκριθήσεται. καὶ διὰ τοῦτο ἀληθινῶς ὁμοούσιόν ἐστι τὸ τῆς ὁμολογίας ἡμῶν ἔρεισμα καὶ οὐ διὰ προφορᾶς τῆς διὰ τοῦ γίνεσθαι καὶ μὴ γίνεσθαι ἀναιρουμένης, ὡς ἡ τοῦ Ἀετίου περὶ πατρὸς δόξα καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. ἔστι γὰρ ὄντως πατὴρ ἀληθινὸς καὶ υἱὸς ὄντως ἀληθινὸς καὶ πνεῦμα ἅγιον ἀληθινόν, κἄν τε μυρίους συλλογισμοὺς ματαίους ὑποσπείρῃ, ὥς φησιν ὁ θεῖος λόγος περὶ τῶν τοιούτων λέγων ὅτι «τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω» καὶ ὅτι «οἶδε κύριος τοὺς λογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι», καὶ τὰ ἑξῆς. 34. ˉιˉζ. Εἰ μηδὲν πλέον νέμει εἰς ὑπεροχὴν οὐσίας τὸ ἀγέννητον πρὸς τὸ γέννημα, προφορᾷ μόνον ὑπερεχόμενος ὁ υἱὸς βελτίους ἑαυτοῦ γνώσεται τοὺς προσαγορεύσαντας, οὐ τὸν προσαγορευθέντα θεὸν αὐτοῦ καὶ πατέρα. Ἀνατροπή. Οὐδεὶς εὐσεβὴς λόγος συγχωρήσειε, κἄν τε μυρία δραματουργήσῃ ἡμῖν Ἀέτιος, ἀμείνους εἶναι τοῦ υἱοῦ τοὺς τὸ εἶναι παρὰ τοῦ ὄντος εἰληφότας. δι' αὐτοῦ γὰρ καὶ αὐτὸς ὁμολογεῖ τοὺς αὐτοὺς γεγενῆσθαι. οὔτε γὰρ κατὰ προφορὰν λόγου ἴσασι τὸ γέννημα καλεῖν, ἀλλὰ ἀληθινὸν 3.383 ἐξ ἀληθινοῦ γεγεννημένον οἱ ἐξ αὐτοῦ εὐεργετηθέντες καταξιωθέντες τε κληθῆναι Χριστιανοὶ τῷ εἰδέναι αὐτὸν ἐν ἀληθείᾳ καὶ διδαχθῆναι διὰ πατρὸς καὶ οὐκ ἀπὸ σαρκὸς καὶ αἵματος, καὶ διὰ τοῦτο εἰκότως μακαριζόμενοι, ὡς ὁ μετὰ προσθήκης τοῦ ζῶντος υἱὸν θεοῦ αὐτὸν ἐπιγνούς, οὔτε πνευματικῶς ἀνακρινόμενοι ὡς ἀνακρίνει ὁ πνεῦμα ὢν καὶ μονογενὴς τὸν ψυχικὸν Ἀέτιον μὴ παραδεχόμενον τὰ τοῦ πνεύματος. * κἄν τε εἴποι «ἀπέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν»· τῶν ἀμφοτέρων τούτων ὀνομασιῶν πρὸς τὰ ἀλλογενῆ ὀνόματα μὴ δυναμένων ἐξισοῦσθαι, τῆς ἀληθείας ἀεὶ μενούσης καὶ ἑκάστης χρειώδους τάξεως ἐν υἱῷ θεοῦ ἐν ἀληθείᾳ τὸ σαφὲς διδασκούσης. οὔτε γὰρ τὸ «πατέρα μου καὶ πατέρα ὑμῶν» κατὰ τὴν σάρκα εἰς αὐτοὺς πληρωτέον πῶς γὰρ πατὴρ σαρκὸς ὁ θεὸς ὁ σάρκα μὴ ἐνδυσάμενος; οὔτε τὸ «θεόν μου καὶ θεὸν ὑμῶν» κατὰ τὴν τοῦ υἱοῦ θεότητα καὶ κατὰ τὴν μαθητῶν υἱοθεσίαν πληρωτέον· ἀλλὰ τῷ «θεόν μου καὶ θεὸν ὑμῶν» διὰ τὴν ἡμετέραν σωτηρίαν περὶ τῆς ἑαυτοῦ ἐνανθρωπήσεως μυστηριωδῶς ὁ ἀληθεύων ἐν ἅπασι τοὺς μαθητὰς ἠσφαλίζετο· πατέρα δέ μου καὶ πατέρα ὑμῶν εἰπὼν διὰ τοῦ ἐμοῦ σημαίνει τὴν τοῦ θεοῦ πρὸς αὐτὸν κατὰ φύσιν καὶ ὁμοῦ πρὸς ἡμᾶς ἐπικοινωνίαν, ἧς ἐγὼ μέν, φησίν, κατὰ φιλανθρωπίαν ἐνδημήσας ἔδωκα ὑμῖν περιγενέσθαι κατὰ τὸ ῥητόν· «ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι». διόπερ καὶ αὐτὸς παρ' αὐτοῖς γενόμενος μορφὴν δούλου ἔλαβε, προσφάτως προσφάτῳ ἐπικοινωνήσας, τῶν ἀρχαϊζόντων μενόντων ἐν