529
ταυτότητι καὶ μὴ εἰς σύγχυσιν μεταβαινόντων, υἱῶν μὲν ἀνθρώπων διὰ τῆς μετοχῆς θεοῦ εἰς ἀφθαρσίαν μεταβαλλομένων, ἀλλ' οὐκ εἰς ὁμοουσιότητα συνενουμένων, καὶ τοῦ τὴν μορφὴν δούλου λαβόντος διὰ τοῦ μὲν «λαβόντος» τὸ πρόσφατον δηλοῦντος, διὰ δὲ τοῦ «ἐν μορφῇ θεοῦ ὑπάρχοντος» εἰς τροπὴν μὴ παρερχομένου. τούτων δὲ οὕτως ὄντων καὶ ἐν τελείᾳ γνώσει οὕτως παρὰ τοῖς θεοδιδάκτοις σοφῶς ὁμολογουμένων, οὔτε τὸ «θεός 3.384 μου καὶ θεὸς ὑμῶν» οὔτε τὸ «πατήρ μου καὶ πατὴρ ὑμῶν», ἀπὸ τῆς κατὰ τὸ εὔλογον ἐπικοινωνίας διὰ τοῦ ὁμωνύμου διοίσει τῆς ἀκραιφνοῦς οὐσίας οὐδὲ ἀπὸ τῆς ὑπεροχῆς τῆς ἰδίας ἑνότητος πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα καὶ ἁγίου πνεύματος ὡσαύτως. 35. ˉιˉη. Εἰ ἡ ἀγέννητος οὐσία κρείττων ἐστὶ γενέσεως, οἴκοθεν ἔχουσα τὸ κρεῖττον, αὐτοουσία ἐστὶν ἀγέννητος. οὐ γὰρ βουλόμενος ὅτι βούλεται γενέσεώς ἐστι κρείττων, ἀλλ' ὅτι πέφυκεν. αὐτὸ οὖν ὑπάρχουσα οὐσία ἀγέννητος ὁ θεὸς οὐδενὶ λόγῳ ἐπιτρέπει καθ' ἑαυτῆς γένεσιν ἐπινοῆσαι, ὠθοῦσα φέρεσθαι κατὰ τῶν γεννητῶν πᾶσαν ἐξέτασιν καὶ πάντα λογισμόν. Ἀνατροπή. Τοῖς αὐτοῖς ἡμᾶς σκυλμοῖς περιέβαλεν Ἀέτιος ταυτολογεῖν ἡμᾶς, ὡς ἔφην, καὶ πολλάκις παρασκευάζων διὰ τὴν ἐξ ὑπαρχῆς ἄχρι τέλους αὐτοῦ περὶ τῶν αὐτῶν ταυτολογίαν. οὐ γάρ ποτε ἡ πίστις ἡ πάντα πιστὸν σῴζουσα ἐκ συλλογιστικῆς ὑπονοίας ἀνθρώπων συνέστηκεν· ἐπειδὴ γὰρ ἐπισφαλεῖς εἰσιν αἱ τῶν ἀνθρώπων διάνοιαι καὶ οὐ δυνάμεναι πρὸς τὸ ἄπειρον τῆς τοῦ θεοῦ οὐσίας ἐπεκτείνεσθαι. καὶ γὰρ τὸ πᾶν τῆς σωτηρίας ἡμῶν Χριστοῦ ζωτικὸν μυστήριον «Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρία, ἡμῖν δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία, ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί». πῶς οὖν οὐκ ἄν τις τὸν Ἀέτιον ἐν τοῖς Ἰουδαίοις μὲν διὰ τὸ σκάνδαλον τῶν αὐτοῦ συλλογισμῶν καταστήσειεν, Ἕλληνα δὲ νομίσειε διὰ τὸ ἐκ τῆς ἰδίας ἐθελοσοφίας μωρίαν ἡγεῖσθαι τὴν τοῦ θεοῦ ἀλήθειαν; καὶ γὰρ εἷς καὶ κρείττων ὢν πάσης κτίσεως καὶ δημιουργίας ὁ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, οὐ παρὰ τοῦτο, ὅτι ἐστὶ κρείττων τῶν ὑπ' αὐτοῦ γεγενημένων, οὐ ποιεῖ καὶ κτίζει τὰ ὑπ' αὐτοῦ γεγονότα· οὐδὲ γὰρ φθονεῖ τῇ ἰδίᾳ ἀγαθότητι. οἴκοθεν γὰρ ἔχει τὸ αὐτοάγαθον, ὅπερ ἐστὶ πάντων κρεῖττον. οὔτε γὰρ εἴσω παθῶν περιέχεται ἢ φθόνου ἢ βασκανίας ἕνεκα τὰ ὄντα ἐξ οὐκ ὄντων ἐτελεσιούργησεν. οὐ γὰρ τὰ ὑπ' αὐτοῦ γεγονότα, ὑποβεβηκότα δὲ τὴν αὐτοῦ ἀσύγκριτον θεότητα, οὐ καθ' ἑαυτοῦ ἐπενοήθη, * τὰ ὑπ' αὐτοῦ κτισθέντα, ἀλλ' εἰς δόξαν αὐτοῦ, πρὸς τὸ δεῖξαι τὴν ἄφθονον αὐτοῦ θεότητα· αὐτοαγαθότης οὖσα καὶ αὐτοουσία, ἐπικοινωνοῦσα τοῖς ἐξ αὐτοῦ ἐξ 3.385 οὐκ ὄντων κτισθεῖσι τὸ εἶναι, αὐτὰ θελήσας καὶ μετέχειν τῆς αὐτοῦ ἕκαστον τῶν κεκτισμένων κατὰ τὴν ἀναλογίαν δωρεᾶς ἑκάστης ὑποθέσεως· φωστῆρσι μὲν τὸ φῶς κεχάρισται, οὐρανῷ δὲ τὰ κάλλη τῆς διακοσμήσεως, γῇ τε καὶ τοῖς ἄλλοις κατὰ τὸ αὐτοῦ βούλημα μέρη ἀρετῆς ἐχαρίσατο, ἀγγέλοις τε τὸ δοῦναι αὐτοῖς ἀφθαρσίαν καὶ ἄλλαις ἁγίαις δυνάμεσιν, ἀνθρώπῳ τε τὸ τῆς εἰκόνος ἀξίωμα καὶ ζωῆς καὶ γνώσεως καὶ λογικοῦ χαρίσματος δῶρον. καὶ οὐκ ἀπὸ βουλήματος μόνον ὑπῆρξεν αὐτῷ τοῦτο ὡς ἂν εἴποι τις, μελλητικῶς ἢ κατὰ μετάμελον ἢ συμβουλευτικὸν λογισμόν, ἀλλὰ κατὰ τὸ αὐτοάγαθον. πέφυκε γὰρ αὐτοάγαθος συμπρεπόντως αὐτῷ τὰ πάντα ἔχων καὶ ποιῶν καὶ ἐργαζόμενος. ὥσπερ οὖν τῇ αὐτοῦ ἀγαθότητι οὐκ ἀπρέπειαν ἐν τούτῳ περιεποιήσατο, ἀλλὰ δόξαν καὶ γνῶσιν ἐπαίνου ἀφθονίας, τοῖς ὑπ' αὐτοῦ γεγονόσιν εἰς εἴδησιν καὶ αἴσθησιν ἐλθών, οὕτω καὶ δόξα ἐστὶν οὐ προσληπτικὴ τῆς αὐτοῦ θεότητος. οὐ γάρ ποτε ἐνδεῖται τὸ θεῖον προσθήκης δόξης, ἀλλὰ αὐτοδόξα ἐστὶν καὶ αὐτοαρετὴ καὶ αὐτοθαῦμα καὶ αὐτουμνηγορία, τῷ τὸν πατέρα γεννῆσαι, εἰ καὶ αὐτὸς οὐ γεγέννηται, υἱόν τε γεννηθῆναι, ἵνα ἐκ πηγῆς ἀεὶ