530
οὔσης ἀΐδιος πηγὴ συνυπάρχοι, ἐξ αὐτοῦ οὖσα πηγὴ ἐκ πηγῆς καὶ θεὸς ἐκ θεοῦ καὶ φῶς ἐκ φωτός, οὐκ ἀρξάμενος τοῦ εἶναι, οὐ χρόνῳ ὑποπεσών, ἀλλ' ἅμα πατέρα ἔχων ἀληθινῶς καὶ ἅμα τὸν πατέρα υἱὸν ἔχειν ἀληθινῶς, οὐκ ἀποπρεποῦντα πατρί, οὐ τὸ ἀσύγκριτον ἀφανίζοντα. οὐ γάρ ἐστι σωματική τις διαστολή, ἀλλὰ λόγος ἐνυπόστατος, υἱὸς ἐκ πατρὸς ὤν, πνεῦμα ἐκ πνεύματος καὶ θεὸς ἐκ θεοῦ, ἀποκλείων πᾶσαν συλλογιστικὴν ὑπόνοιαν, εἰς ζωὴν ὢν πιστοῖς καὶ ὅλοις τοῖς ὑπὸ τοῦ πατρὸς δι' αὐτοῦ καὶ ἀπ' αὐτοῦ γεγονόσι, τοῖς πιστεύουσι καὶ γινώσκουσι καὶ μὴ μωρίαν ἡγουμένοις θεοῦ τὴν δύναμιν, καὶ θεοῦ τὴν σοφίαν, τὴν ὑπερβαίνουσαν πᾶσαν ἐξέτασιν καὶ πάντα λογισμόν, μάλιστα φθαρτῶν ἀνθρώπων, ὡς καὶ αὐτὸς Ἀέτιος ἄκων ὡμολόγησεν. 36. ˉιˉθ. Εἰ στερήσεώς ἐστι δηλωτικὸν ἐπὶ θεοῦ τὸ ἀγέννητον, μηδὲν δὲ εἴη τὸ ἀγέννητον, ποῖος λόγος ἂν ἀφαιρήσειε τοῦ μὴ ὄντος τὸ μηδέν; εἰ δὲ ὂν σημαίνει, τίς ἂν χωρίσειεν ὄντος θεόν, ὅπερ ἐστὶν αὐτὸν ἑαυτοῦ; 3.386 Ἀνατροπή. Τὰ κατὰ στέρησιν λεγόμενα παρὰ τοῖς ἔξω διαλεκτικοῖς φέρει ἡμῖν Ἀέτιος, ὡς ἐπὶ θεοῦ εἰδήσεως καὶ ὠφελείας ἕνεκα τοῦτο διαλαμβάνων, πρότερον ἀγνοήσας ἐπὶ τίσι παρὰ τοῖς ἔξω τὸ στερητικὸν λαμβάνεται. οὐ γὰρ παρὰ πᾶσιν ἐνδέχεσθαι τὸ κατὰ στέρησιν λέγεσθαι βούλονται οἱ τῶν διαλεκτικῶν λόγοι, ἀλλ' ἢ ἐπὶ τοῖς κατὰ φύσιν τι κεκτημένοις. ἐπὶ τούτοις γὰρ ἐπὶ τἀναντία ἐνδεχομένοις ἵστασθαι τῶν κατὰ φύσιν αὐτοῖς ὑπαρχόντων τὸ κατὰ στέρησιν λέγεται, ἐπὶ δὲ τῶν μὴ ἐνδεχομένων οὐκέτι. οἷον τὸ τυφλὸς ἐπὶ τοῦ λίθου οὐκ ἂν εἴποι τις· ὁ γὰρ πεφυκὼς ὁρᾶν, εἶτα ἀποβαλὼν τὸ ὁρᾶν, τυφλὸς ἀκούει, εἰ μέντοι γε πετεινὸν ἢ ἄνθρωπος ἢ κτῆνος ὁτιοῦν πεφυκὸς ὁρᾶν, ὅτε ἐστέρηται, τυφλὸν στερητικῶς λέγεται· οὕτως καὶ τὸ ἀόργητος οὐκ ἂν εἴποιμεν ἐπὶ τοῦ λίθου ἢ τὸ ἄκακος ἢ τὸ ἄφθονος· οὐ γὰρ πέφυκεν· ἐπὶ μέντοι ἀνθρώπου καὶ κτήνους τοῦ πεφυκότος ὀργίζεσθαι, ὅτε μὴ ὀργίζοιτο, εἴποι ἄν τις κατὰ στέρησιν, ἐπὶ δὲ τῶν μὴ ἐνδεχομένων οὐκ ἂν ἔτι. Οὕτω καὶ ἐπὶ τοῦ θεοῦ ληπτέον, ὡς πρὸς τὸν Ἀέτιον ἀποτεινομένου τοῦ λόγου καὶ ἐρωτητικῶς ἐξετάζοντος. λέγε ἡμῖν, ὦ Ἀέτιε, οἶδας θεὸν ἀσύγκριτον πρὸς τοὺς πάντας τοὺς μὴ ὄντας ἐκ τῆς αὐτῆς οὐσίας ἢ καὶ αὐτὸν σὺν τοῖς ἅπασιν ἀριθμεῖν τολμήσειας; καὶ εἰ μὲν σὺν τοῖς πᾶσι τοῦτον ἀριθμήσειας, τοῖς μὴ ἐκ τῆς οὐσίας αὐτοῦ οὖσιν, ἀλλ' ἐξ οὐκ ὄντων ὑπ' αὐτοῦ διὰ τοῦ ὄντος ἐξ αὐτοῦ κατ' οὐσίαν γεγενημένοις πάρεξ μόνου αὐτοῦ καὶ τοῦ πνεύματος τοῦ ἁγίου, τοῦ ἐκ τῆς οὐσίας τοῦ ἀσυγκρίτου πατρὸς καὶ τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ ὄντος, ἀτοπωτάτη ἂν εἴη σου ἡ ὁμολογία. πῶς γὰρ ἔτι εἷς ἐκ τῶν πάντων, ἐξ οὗ πάντα ἐξ οὐκ ὄντων γεγένηται; ἀδύνατον γὰρ τοῦτο, καὶ οὐδ' αὐτὸς τοῦτο λέξειας. μὴ ἐνδεχομένου δὲ τοῦ αὐτὸν εἶναι ὅμοιον ἢ ἴσον τοῖς ἐξ αὐτοῦ ἐξ οὐκ ὄντων γεγονόσιν, ἀνένδεκτόν ἐστι τὰ ὅμοια αὐτὸν πάσχειν τοῖς ἀνομοίοις αὐτῷ, οἷς τῷ εἶναι αὐτὰ ἐξ αὐτοῦ ἐξ οὐκ ὄντων καὶ πάντα τὰ ἐν αὐτοῖς οἷς συμβαίνει κατὰ στέρησιν εἶναι τῶν ἐναντίων. τὰ μὲν γάρ ἐστιν ὁρῶντα οὐκ ἀφ' ἑαυτῶν οὔτε γὰρ καὶ τὸ εἶναι ἀφ' ἑαυτῶν ἐσχήκασιν, ἀλλὰ κατὰ δοτικὴν χάριν τοῦ δεδωρημένου, ἐν οἷς συμβαίνει τὸ πάθος γενέσθαι κατὰ στέρησιν τῶν ἐν αὐτοῖς ὑπαρξάντων κατὰ τὴν δόσιν τοῦ δεδωρημένου, τοῦ ἀπαθοῦς καὶ οὐκ ἔκ τινος ἔχοντος τὸ εἶναι οὐδὲ δυνα3.387 μένου στερίσκεσθαι ὁμοίως τοῖς ἐξ οὐκ ὄντων ὑπάρξασιν. εἰ οὖν οὐκ ἴσος ἐκείνοις ὁ υἱὸς ἢ ὁ πατὴρ ἢ τὸ ἅγιον πνεῦμα τούτοις, ἄλλος δέ ἐστιν ὁ υἱὸς παρὰ τούτους, οὐ τῇ ἴσῃ ὀνομασίᾳ κικλησκόμενος, ἐξαίρετον δὲ καὶ ἀσύγκριτον ὄνομα ἔχων, αὐτοάγαθος ὢν ἀπὸ τοῦ αὐτοαγάθου ὄντος τίς ἂν ἡ συμπλοκὴ πρὸς τὸ στερητικὸν * ἐχούσης ἀντίθετον; περιττὸς γὰρ ὁ τοῦ τὸ στερητικὸν εἰσενέγκαντος ἡμῖν Ἀετίου λόγος, τοῦ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ υἱοῦ οὐ κατὰ στέρησιν τὴν τῶν κτισμάτων ἔχοντος τὸ ὑπερέχον ἀξίωμα, ἀλλὰ κατὰ τὸ αὐτομάτως καὶ ἰδιαζόντως καθ' ἑαυτὸ συμπρέπον τῇ ἑαυτοῦ