531
οὐσίᾳ τε καὶ θεότητι, ὡς ἐπὶ τοῦ ἀόργητος οὐ διὰ τὸ μὴ ὀργίζεσθαι, ἀλλὰ διὰ τὸ αὐτοαόργητον, καὶ τὸ ἀγέννητος διὰ τὸ αὐτοαγέννητον, κἄν τε ὁ υἱὸς γεννητὸς εἴη ἀπὸ τοῦ ἀγεννήτου, τῆς κατὰ στέρησιν λέξεως ματαίως κειμένης ἐπὶ τῷ ἀσυγκρίτῳ πρὸς τοὺς ἄλλους κατὰ τὸν νοῦν τούτου τοῦ ὑποβάλλοντος. οὔτε γὰρ τὰ ἄλλα τῷ γεγεννημένῳ ἰσάζεται οὔτε ὁ ἀγέννητος τοῖς κεκτισμένοις τὸ ὁμοούσιον μεταδίδωσιν οὐκ ἀδυνάτου τοῦ δυνατοῦ κατηγορουμένου, ἀλλὰ τῶν ἀδυνάτων πρὸς τὸν δυνατὸν μὴ ἐπεκτεινομένων, διὰ τὸ ἐξαίρετον τοῦ ἑνὸς θεοῦ καὶ τοῦ ἐξ αὐτοῦ μονογενοῦς υἱοῦ σὺν τῷ ἁγίῳ πνεύματι. 37. ˉκ. Εἰ αἱ στερήσεις ἕξεών εἰσιν ἀφαιρέσεις, τὸ ἐπὶ θεοῦ ἀγέννητον ἤτοι στέρησίς ἐστιν ἕξεως ἢ ἕξις στερήσεως. ἀλλ' εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν ὡς προσὸν τῷ θεῷ συναριθμηθήσεται; εἰ δὲ ἕξις ἐστὶ τὸ ἀγέννητον, ἀνάγκη προϋποθέσθαι γεννητὴν οὐσίαν, ἵν' οὕτως ἕξιν προσλαβοῦσα ἀγέννητος ὀνομάζηται· εἰ δὲ ἡ γεννητὴ ἀγεννήτου οὐσίας μετέσχεν, ἕξεως ὑπομείνασα ἀποβολὴν ἀγεννησίας ἐστέρηται. εἴη ἂν οὖν οὐσία μὲν γεννητή, τὸ δὲ ἀγέννητον ἕξις. εἰ δὲ τὸ γέννημα παρόδου ἐστὶ δηλωτικόν, δῆλον ὅτι ἕξεώς ἐστι σημαντικόν, ἄν τε μεταπέπλασται ἐξ οὐσίας τινός, ἄν τε τοῦτό ἐστιν ὃ λέγεται, γέννημα. Ἀνατροπή. Ἤδη μὲν οὖν περὶ στερητικῆς ὑποθέσεως πολλὰ συμμαχεσάμενος ὁ Ἀέτιος τοῖς ἀπὸ τῆς πίστεως ἀλλοτρίοις καὶ αὐτὸς ἴσα ἐκείνων κατὰ τῆς πίστεως ἐξωπλίσατο, οὐδὲν ἀπὸ πίστεως λέγων οὐδὲ μεμνημένος τοῦ ῥητοῦ τοῦ πρὸς τοὺς ἀφ' ἑαυτῶν κενοφωνοῦντας 3.388 καὶ οὐ κρατοῦντας τὴν ἀρχὴν τῆς πίστεως, ὡς πρὸς αὐτοὺς διελεγκτικῶς ὁ λόγος φησίν «εἶπον ἐγὼ ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης» μετὰ καὶ τοῦ «ἐταπεινώθην σφόδρα». νῦν δὲ αὖθις τοῖς αὐτοῖς κατατριβόμενος, στερήσεως ὀνομασίας τε καὶ ἕξεως καὶ συλλογισμῶν ἀνθρωπίνης σφαλερᾶς ὑπονοίας φόρτον προβαλλόμενος καὶ πνευματικῶς ἀνακρινόμενος ἑαυτοῦ φείδεται ἀνακόψαι τὸ ἴδιον ὅρμημα τῆς ἐξ ἀνθρωπίνης * πανουργίας, ἀφ' ἧς περὶ θεοῦ λέγειν ἐπιχειρεῖ ἃ βούλεται. ἀλλὰ καὶ ἡμᾶς καίπερ πολλὰ περὶ στερητικῶν διαλεχθέντας ἀναγκάζει πάλιν τοῖς αὐτοῖς ἐμμένειν καὶ ἐν ταῖς πρὸς αὐτὸν ἀνατροπαῖς κατατρίβεσθαι. καὶ ἦν μὲν ἱκανὴ ἡ πρὸ ταύτης ἀνατροπή, δυναμένη διὰ τὸ ὁμόρροπον καὶ ὁμώνυμον τοῦ συλλογιστικοῦ αὐτοῦ λόγου κατὰ τῶν ἀμφοτέρων φέρεσθαι. ἀλλ' ἐπεὶ δεῖ μήτε ἵππον σιδηρόστομον ἀχαλίνωτον ἐᾶν, κἄν τε κατὰ βαράθρων φέρηται, κἄν τε ἀπὸ τοῦ ὁρμήματος ἤδη ἀνεκρούσθη, οὔτε ἀνδρὶ κατὰ τῆς πίστεως τὰ αὐτὰ λέγοντι συγχωρεῖν καὶ μὴ πρὸς αὐτὸν λέγειν, αὖθις ἐροῦμεν πρὸς τὸ ὅτι, «εἰ μὲν αἱ στερήσεις ἕξεών εἰσιν ἀφαιρέσεις, τὸ ἐπὶ θεοῦ ἀγέννητον ἤτοι στέρησίς ἐστιν ἕξεως ἢ ἕξις στερήσεως», καὶ πάλιν «εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν ὡς προσὸν τῷ θεῷ συναριθμηθήσεται;» Καὶ εἰ τοιούτως ἢ τοιούτως * περὶ θεοῦ σε διανοεῖσθαι, ὦ Ἀέτιε, καὶ ἕξεις περὶ τὸν θεὸν τοπάζειν, ἔσται σοὶ μὲν ἡ διάνοια στερισκομένη. ὅσα γὰρ δ' ἂν ἐπαναβῇ τῇ καρδίᾳ σου πρὸς θεὸν ἀποτίθεσθαι, πλὴν μόνου τοῦ πιστεύειν καὶ ὑπερθαυμάζειν καὶ ἐξ ὅλης διανοίας δοξάζειν, ἐλεγχθήσῃ θεὸν μὲν μὴ δυνάμενος συλλογίζεσθαι μήτε τὸν αὐτοῦ υἱὸν μήτε τὸ ἅγιον αὐτοῦ πνεῦμα, ἵνα μή σε ὁ θεὸς ἐλέγξῃ καὶ ψεύστης γένῃ, κατὰ τὸ γεγραμμένον. ἐν ἡμῖν γὰρ καὶ ἕξεις καὶ τὰ θελήματα καὶ αἱ διάνοιαι σφαλεραί, ἐπειδὴ φύσεώς ἐσμεν καὶ οὐσίας τοιαύτης. φύσις δὲ λέγεται καὶ οὐσία θεοῦ, καὶ οὐ παρὰ τὸ φύσιν καὶ φύσιν ἡμᾶς ἀκούειν καὶ οὐσίαν καὶ οὐσίαν χρὴ τὸν ἀσύγκριτον θεὸν τῇ ἡμετέρᾳ συγκρίνειν φύσει. οὕτως καὶ ἐπὶ πᾶσιν οἷς ἐὰν εἴπῃς περὶ θεοῦ, ὦ Ἀέτιε, αὐτὸ ὅλον ἐστὶν ἀσύμπλοκον, ἀσύγκριτον, τέλειον ἐν ἑαυτῷ, μὴ ἐπιδεόμενόν τινος· αὐτοαίσθησις γάρ ἐστι καὶ αὐτοθέλημα. διὸ ἀσύγκριτον μονογενῆ υἱὸν ἀσυγκρίτως γεννήσας οὔτε αὐτὸς τῆς ἑαυτοῦ ἐστέρηται 3.389 οὐσίας οὔτε τῆς ἑαυτοῦ ἀξίας ἐστέρησε