532
τὸ γέννημα τὸ ἐξ αὐτοῦ γεγεννημένον, μόνον ἐκ μόνου, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, μὴ ἔχοντα πρὸς τὰ ἄλλα ἰσότητα ἢ ἀξιώματος ἢ φύσεως ἢ ἑτέρας τινὸς ὑποθέσεως· οὐχ ἑαυτὸν ἐστέρησεν, οὔτε κατὰ ἕξιν οὔτε κατὰ οὐσίαν τῆς ἀσυγκρίτου αὐτοῦ θεότητος, οὔτε τὸ ἐξ αὐτοῦ, ὡς ἔφην, γέννημα ἐστέρηται τῆς τοῦ πατρὸς ἀξίας καὶ ἰσότητος, ἀσύγκριτον ὂν ὡς καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα πρὸς πᾶν ὁτιοῦν, ὅπερ ἐστὶ τριὰς τελεία, τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ ἅγιον πνεῦμα, οὐ συναλοιφή τις οὖσα οὐδὲ πρὸς ἑαυτὴν διαφερομένη οὐδέ τι ἐν ἑαυτῇ ἔχουσα ὑποβεβηκός, ἵνα μὴ τὸ διακρινόμενον ἀφανίζῃ τὸ ἀσύγκριτον καὶ τὸ ἠλλοιωμένον στέρησιν τοῦ εἶναι ἐργάσηται, ἕξει μόνον λεγόμενον καὶ οὐκ ἀληθείᾳ, ἢ ὡς ψιλῷ λόγῳ ὀνομαζόμενον ἐν παρόδῳ καὶ μὴ ὄν, ὡς ἡ σὴ πάντως περινοεῖται διάνοια, ἀποξενῶσαι πειρωμένη τοῦ τῆς πίστεως λόγου ὅτι «πιστεύειν δεῖ τὸν προσερχόμενον θεῷ ὅτι ἔστι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται»· ὅπερ ἐν πατρὶ μόνῳ οὐ δύναται τελειωθῆναι. «ὁ γὰρ μὴ ἔχων τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει», καὶ ὁ τὸν υἱὸν λέγων οὐ δύναται «ἐκτὸς πνεύματος ἁγίου.» Ἔστι γὰρ ὡς ἀληθῶς ὁ πατὴρ «ἀληθινὸς θεός», ὡς μαρτυρεῖ ὁ υἱὸς ὁ εἰδὼς τὸν πατέρα, καὶ «ἀληθινὸν φῶς» ὁ υἱός, ὁ γινωσκόμενος ὑπὸ τοῦ πατρὸς καὶ μαρτυρούμενος, καὶ «πνεῦμα ἀληθείας» τὸ πνεῦμα, τὸ οὐκ ἀλλότριον ὄν, ἀλλ' ἀπὸ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. ταῦτα δὲ ἀφαιρεῖται πᾶσάν σου τῶν λόγων, Ἀέτιε, συλλογιστικὴν μυθολογίαν, καὶ οὐκ ἐνδέχεται ἡμᾶς προτρέψασθαι μαθητὰς γενέσθαι Ἀριστοτέλους, τοῦ σοῦ ἐπιστάτου, καὶ ἐᾶσαι τὸν τῶν ἐν πνεύματι θεοῦ πεφωτισμένων ἁλιέων «ἀγραμμάτων ὄντων κατὰ τὸν λόγον καὶ ἰδιωτῶν», κηρύκων δὲ ὄντων τῆς ἀληθείας λόγον ἐν δυνάμει θεοῦ, ἧς κατηξίωνται. οὐ γὰρ ἐν λόγῳ συλλογιστικῷ ἡ βασιλεία τῶν οὐρανῶν καὶ ἐν λόγῳ κομπαστικῷ, ἀλλ' ἐν δυνάμει καὶ ἀληθείᾳ. καὶ γὰρ ἀρκετῶς ἠκούσαμεν ἐξ ἀρχῆς τοῦ λόγου σου τοῦ περὶ στερήσεως ἕξεων καὶ θέσεων, καὶ γεννητὴν οὐσίαν καὶ ἀγέννητον οὐσίαν προσλαμβάνουσαν καὶ μὴ προσλαμβάνουσαν, καὶ μεθ' ἕξεως ἕξεως ὑπομένουσαν ἀποβολήν, καὶ περὶ οὐσίας καταπλεκομένης γεννητῆς, ἕξεως δὲ ἀγεννήτου, καὶ γέννημα λεγόμενον ἐν παρόδῳ, σημαινόμενον δὲ ἐν ἕξει μόνῃ καὶ ἕξεως δηλωτικὸν ὄν, μεταπλαζόμενον ἐξ 3.390 οὐσίας τινός, κἄν τε λεγόμενον γέννημα, ὡς ἔφης. τὰ αὐτὰ γὰρ περὶ τῶν αὐτῶν τὸ διανόημά σου λαλεῖ, μηδὲν πέρας τοῦ κατὰ τῶν αὐτῶν φέρεσθαι φθεγγόμενον. 38. ˉκˉα. Εἰ τὸ ἀγέννητον ἕξις καὶ τὸ γεννητὸν ἕξις, αἱ μὲν οὐσίαι τῶν ἕξεων πρῶται, αἱ δὲ ἕξεις τῶν οὐσιῶν, εἰ καὶ δεύτεραι, ἀλλ' οὖν γε προτιμότεραι. εἰ δὲ τὸ ἀγέννητον τοῦ γεννητοῦ αἴτιόν ἐστι, τὸ εἶναι σημαῖνον τὸ γέννημα συνεισφέρον τῇ ἑαυτοῦ οὐσίᾳ τὸν αἴτιον, οὐσίας ἐστὶ δηλωτικὸν τὸ γέννημα, ἀλλ' οὐχ ἕξεως· τῆς δ' ἀγεννήτου φύσεως οὐδὲν ἑαυτῇ συνεισαγούσης, πῶς οὐκ ἂν εἴη οὐσία, ἀλλ' ἕξις ἡ ἀγέννητος φύσις; Ἀνατροπή. Ἕξεων διαληπτικὸν λόγον ἐπὶ θεοῦ τε καὶ μετὰ θεὸν κατασκευάζειν πάλιν ἡμῖν πειρᾶται Ἀέτιος, ὡς ὁρᾶτε, φίλοι τῆς ἀληθείας. καὶ τὰ μὲν πρῶτα τίθησι, τὰ δὲ δεύτερα. ἐπὶ θεῷ δὲ λαμβάνειν πρῶτα ἢ δεύτερα οὔτε θέμις λέγειν. ἅμα γὰρ ἐν θεῷ τὰ πάντα πρόσεστι καὶ προσθήκης οὐ δέεται. διὸ καὶ τὸ γέννημα οὐκ ἀπὸ χρόνου νοεῖσθαι εὐσεβὴς χωρεῖ λόγος. θεῷ γὰρ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, τουτέστι τῇ τριάδι τῇ οὔσῃ *· διόπερ ὁ ὢν θεὸς καλεῖται πατὴρ ὁ ὢν καὶ υἱὸς ὁ ὢν πρὸς τὸν ὄντα ὤν, γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως, ὡς τὸ «παρὰ σοὶ πηγὴ ζωῆς» καὶ τὸ «ἐν τῷ φωτί σου ὀψόμεθα φῶς» καὶ τὸ «ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός» καὶ τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος», καὶ περὶ τοῦ ἁγίου πνεύματος ὡσαύτως «τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν». καὶ ὁρᾷς ὅτι οὐδὲν πρόσφατον ἐν τῇ τριάδι. διὸ οὔτε οὐσία πρὸ ἕξεως οὔτε ἕξις πρὸ οὐσίας. ἕξιν δὲ οὐ κατὰ τὰς σφαλερὰς λέγομεν ἕξεις,