536
ἀναλόγως τῇ αὐτοῦ δυνάμει δοξολογεῖται ὑποβέβηκεν ἡ δοξολογία ἢ μεταβέβληται· ἀλλ' ἔστι μὲν ἐν ἑαυτῇ ἀμετάβλητος, στερισκομένης πάσης κτίσεως πρὸς τὸ ἄπειρον ἐπεκτείνεσθαι ἐν δοξολογίᾳ, ὑπερβαινούσης ἀεὶ πάντα νοῦν τῆς ἀνωτάτω οὐσίας, οὐ διὰ τῶν λεγομένων ὑπὸ πάντων ἐξεῖναι αὐτῇ † ἢ τροπὴν ἢ μεταβολὴν ἢ προκοπὴν περιποιουμένης. ἡ γὰρ αὐτὴ θεότης ἀμείνων ἐστὶ καὶ ἀσύγκριτος καὶ δεδοξασμένη. 42. ˉκˉε. Εἰ τὸ ἀγέννητον δηλοῖ στέρησιν μὴ προσοῦσαν τῷ θεῷ, πῶς αὐτὸν ἀγέννητον εἶναι λέγομεν, γεννητὸν δὲ μὴ εἶναι; Ἀνατροπή. Ἀγέννητος ἔστι μὲν οὖν, ἐρρέθη δὲ οὐδαμοῦ, οὐκ ἀπό του προφήτου, οὐκ ἀπὸ ἀποστόλου, οὐκ ἀπὸ εὐαγγελιστοῦ. θαῦμα γὰρ οὐδὲν ἦν τοῦτο περὶ θεοῦ λέγειν. προσῆν γὰρ τῷ εὐσεβεῖ λογισμῷ ἀπ' αὐτοῦ τοῦ κατὰ τὴν φύσιν νόμου. σὺ δέ, Ἀέτιε, τοῦτο ἡμῖν καινοτομήσας λέγειν ὡς θαῦμα προσεισφέρειν σεαυτὸν νομίζεις. συνέφυρας δὲ καὶ συνέμιξας τῷ εὐσεβεῖ τῆς φύσεως νόμῳ καὶ τῷ τῆς πίστεως θεσμῷ, τῷ ἐπὶ προσθήκῃ βελτιώσεως ἐκ θεοῦ κεχαρισμένῳ, τὸ τῷ ἀγεννήτῳ γεννητὸν ἐπινοῆσαι ἐξισούμενον τῷ ἀξιώματι, ἵνα ὁ παρὰ σοὶ προσκυνούμενος ἀνόμοιος ἴσος εὑρεθείη τῷ κατὰ σὲ ἀνομοίως κηρυττομένῳ. εἰ μὲν οὖν προσκυνήσειας τὸν πατέρα ψιλῇ ὀνομασίᾳ, εἰρωνείᾳ τὴν τιμὴν προσήνεγκας. καὶ εἰ τὸν υἱὸν προσκυνήσειας ἀνόμοιον πατρὶ ἐπιγινώσκων, σύγχυσιν εἰργάσω ἐν τῇ προσκυνήσει, ἀνόμοιον ἀνομοίου ἴσως τιμήσας. εἰ δὲ διὰ τὴν σοῦ πρόληψιν τῆς ἀπιστίας ἀρνήσῃ προσκυνεῖν υἱῷ, ἐλεγχθήσῃ ὑπὸ πάντων, οὐκ ἐπιγνοὺς τὸν ὀφειλομένως ὑπὸ πάντων προσκυνούμενον καὶ ἴσον. «προσκυνήσουσι γὰρ αὐτῷ πάντες ἄγγελοι θεοῦ», καὶ προσεκύνησεν αὐτῷ Μαρία ἐνδόξως ἀναστάντι ἐν σαρκὶ καὶ πάντες οἱ αὐτοῦ μαθηταί. οὐ γὰρ ἔχειν γενητοῦ ὀνομασίαν οὐδὲ κτιστοῦ, ἀλλ' ἐκ πατρὸς γεγεννημένον ἴσασι καὶ προσκυνοῦσιν ὄντα ἐξ ὄντος καὶ τὸ ἐξ αὐτοῦ ἅγιον πνεῦμα. οἴδασι γὰρ αὐτὸν ἀλλότριον τῇ οὐσίᾳ ἀπὸ τῶν γεγονότων. οὐ γάρ 3.397 ἐστι γενητὸς ἢ κτιστός, ἀλλὰ γεννητὸς ἐκ πατρός. διὸ περὶ πάντα καμὼν καὶ πολλοὺς χρόνους ἀναλώσας, Ἀέτιε, καὶ λόγους ξένους παρεισενέγκας * προσκυνήσεις αὐτῷ. «δεῖ γὰρ πάντας στῆναι ἐνώπιον τοῦ βήματος αὐτοῦ», καὶ «πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χριστός», ὁ οὐκ ἀλλότριος θεοῦ ὤν, ἀλλὰ «εἰς δόξαν θεοῦ πατρός», κατὰ τὸ γεγραμμένον καὶ πεπιστευμένον. 43. ˉκˉ. Εἰ ψιλὸν ὄνομά ἐστιν ἐπὶ θεοῦ τὸ ἀγέννητον, ἡ δὲ ψιλὴ προφορὰ τὴν ὑπόστασιν τοῦ θεοῦ ἐπαίρει κατὰ πάντων τῶν γεννητῶν, τιμιωτέρα ἄρα ἐστὶν ἡ ἀνθρώπων προφορὰ τῆς τοῦ παντοκράτορος ὑποστάσεως, ἀσυγκρίτῳ ὑπεροχῇ καλλωπίσασα θεὸν τὸν παντοκράτορα. Ἀνατροπή. Οὔτε ψιλὸν ὄνομα ἐπὶ θεοῦ ἐστι τὸ ἀγέννητον οὔτε τοῖς κτιστοῖς κατὰ τὴν οὐσίαν ἐπικοινωνοῦν. διὸ οὔτε τὰ κτίσματα ψιλῆς ὀνομασίας ἐστὶ σημαντικά· μέσον δὲ ἀγεννήτου καὶ κτιστοῦ ἄλλου ὀνόματος ἐπιζητουμένου, ὅπερ ἐστὶν υἱός, γεννητὸς καὶ οὐ κτιστός, τίνι ἂν τὸ ἐξαίρετον ἀποδοτέον; καὶ εἰ μὲν τοῖς κεκτισμένοις τὸ ἐπικοινωνοῦν δῶμεν, οὐδ' ὁποτέρου τῶν λεγομένων διὰ ψιλῆς ὀνομασίας ὀνομαζομένου, ὡς ἐπὶ τοῦ ἀγεννήτου καὶ κτίζοντος καὶ κτιστῶν γεγονότων ὡς οὐ ψιλῆς ἐνδεχομένης ὀνομασίας, οὕτως ἐπὶ τοῦ γεννητοῦ καὶ υἱοῦ μὴ ψιλῆς ἐπιδεχομένης ὀνομασίας, τὸ μάτην συκοφαντούμενον σύγχυσιν δηλώσει παρὰ τῷ Ἀετίῳ συλλογιζομένην, διὰ τὸ μὴ συνεξισοῦσθαι τὰ κτιστὰ τῷ υἱοῦ ὀνόματι, τῆς κτιστῆς φύσεως ἐν ἀληθείᾳ οὔσης καὶ οὐ διὰ ψιλῆς ὀνομασίας, ἐπειδήπερ οὐ ψιλὴν ἐπιδέχεται καὶ αὐτὸς ὁ υἱὸς τὴν περὶ υἱοῦ ὀνομασίαν. οὐκ ὄντος δὲ ἀνυπάρκτου, οὔτε κατὰ ψιλὴν ὀνομασίαν λεγομένου τοῦ υἱοῦ μονογενοῦς καὶ τοῦ ἁγίου πνεύματος, τῇ τοῦ πατρὸς συνῆπται δόξῃ, καὶ οὐ συγκέχυται τῇ τῶν κτισμάτων ὀνομασίᾳ. οὔτε γὰρ ἐπάρσεως δεῖται ἡ θεότης ὡς μὴ οὖσα, οὔτε ὕψους ἐστὶν ἐνδεομένη, κἄν τε παρά τινων τῶν ἐν ἀγνοίᾳ ὄντων μὴ ὑψοῖτο, οὔτε διὰ τῆς τινων προφορᾶς ἡ