537
θεότητος οὐσία συνίσταται. οὔτε γὰρ καυχήσεται ἡ τῶν ἀνθρώπων ἢ ἄλλων προφορὰ ὡς θεῷ ἐνδεεῖ δόξαν περιποιουμένη ἢ καλλωπίζουσα θεὸν παντοκράτορα, θεὸν προσκυνητόν, θεὸν ἐπιστάτην καὶ κτίστην καὶ δημιουργὸν ἴδιον. οὔτε γὰρ ἑαυτὴν ὑπερένδοξον· ἡγεῖται καὶ κοσμήτριαν τοῦ ἰδίου 3.398 αὐτῆς δημιουργοῦ, ἐπεὶ ἂν ἑαυτὴν προσκυνητὴν ἡγήσαιτο, οὐ μὴν προσκυνοῦσα τὸν προσκυνούμενον. καὶ μάτην κατὰ πάντων λόγον κινεῖ ὁ σὸς λόγος, Ἀέτιε. 44. ˉκˉζ. Εἰ παντὶ γεννητῷ αἰτία συγκεκλήρωται, ἀναίτιος δὲ ἡ ἀγέννητος φύσις, οὐκ αἰτίαν δηλοῖ τὸ ἀγέννητον, ἀλλ' ὑπόστασιν σημαίνει. Ἀνατροπή. Καὶ παντὶ γεννητῷ αἰτία συγκεκλήρωται, καὶ οὐχ ὁμολογοῦμεν τοῦτο, ὡς ἀπὸ σοῦ μεμαθηκότες. προορᾷ γὰρ ἡ πίστις τῆς ἀληθείας τοῦτο καὶ προομολογεῖ καὶ διδάσκει, ὅτι θεός ἐστιν ὁ ἀναίτιος πάσης αἰτίας καὶ ἀμιγὴς καὶ ἀνυπεύθυνος πάσης ἰσότητος. διὰ τοῦτο γὰρ καὶ αὐτοὶ οὐ προσκυνοῦμεν πᾶν τὸ ὑποβεβηκὸς τὴν αὐτοῦ τοῦ θεοῦ οὐσίαν, διὰ τὸ μόνῳ πρέπειν τῷ ἀνυπευθύνῳ τὸ σέβας νέμειν, πατρὶ τῷ ἀγεννήτῳ καὶ υἱῷ τῷ ἐξ αὐτοῦ καὶ ἁγίῳ πνεύματι τῷ ἀπ' αὐτοῦ καὶ διὰ τοῦ μονογενοῦς, ἐπειδὴ οὐδὲν ἐν τῇ τριάδι κτιστὸν καὶ ὑπὸ αἰτίαν ἐμπῖπτόν ἐστιν. οὐ γὰρ ἐξ οὐκ ὄντων τί ἐστιν ἐν τῇ τριάδι, ὡς καὶ τὰ ἄλλα τὰ ὑπὸ αἰτίαν πεπτωκότα καὶ αἰτίαν κεκληρωμένα. διὸ ἀναιτία οὖσα τῆς τοιαύτης αἰτίας ἡ τριὰς μόνην ἑαυτὴν ἀπλανῶς ἐδίδαξε προσκυνεῖσθαι, ἐπειδὴ μόνη αὕτη ἀναίτιός ἐστι. τὰ δὲ πάντα ὑπὸ αἰτίαν περιπέπτωκε· τὰ μὲν γάρ ἐστι γεγονότα καὶ κεκτισμένα, πατὴρ δὲ ἄκτιστος, υἱὸν ἔχων ἐξ αὐτοῦ γεγεννημένον, ἀλλ' οὐ κτιστὸν, καὶ ἅγιον πνεῦμα ἐξ αὐτοῦ ἐκπορευόμενον, καὶ οὐ δεδημιουργημένον. τούτων δὲ οὕτως ἐχόντων οὔτε πάθος κεκλήρωται αἰτίου ὁ προσκυνούμενος υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, κἂν πατέρα ἔχοι τὸν γεννήτορα, οὔτε τὰ λοιπὰ κτίσματα ἄνευ πάθους εἴη κληρώσεως αἰτία, ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος κεκτισμένα· σαφῶς δὲ ἄνευ πάθους εἴη ὁ μονογενὴς κληρώσεως αἰτία, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, ὡς καὶ ὁ πατήρ, ὅτι υἱός ἐστι γέννημα καὶ οὐ κτίσμα, καὶ οὐκ ἀπὸ τοῦ γεγεννῆσθαι αἰτίαν πάθους κληρωθήσεται ὁ υἱός, οὐδὲ τὸ πνεῦμα, ἐπειδὴ ἐκ πατρὸς ἐκπορεύεται. οὔτε γὰρ ὁ πατήρ, ἐπειδὴ ἐγέννησε καὶ ἐξ ἑαυτοῦ ἐξήγαγε, τὰ δ' ἄλλα πάντα μετὰ υἱὸν καὶ πνεῦμα ἔκτισεν, ὑπὸ πάθος αἰτίας ἐμπίπτων εὑρίσκεται, καίτοι γε τῶν ἄλλων πάντων ἐν τῷ κτίζειν ἢ γεννᾶν πάθει συνεχομένων. ἀναίτιος γοῦν ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα· αἰτία δέ ἐστιν ἡ τριὰς τῶν ἁπάντων, συγκτίζουσα καὶ συνδημιουργοῦσα, μηδὲν ἐν αὐτῇ κτιστὸν ἢ δεδημιουργημένον γινώσκουσα. 45. ˉκˉη. Εἰ πᾶν τὸ γεγονὸς ὑφ' ἑτέρου γέγονεν, ἡ δὲ ἀγέννητος ὑπόστασις οὔτε ὑφ' ἑαυτῆς οὔτε ὑφ' ἑτέρας γέγονεν, ἀνάγκη οὐσίαν δηλοῦν τὸ ἀγέννητον. 3.399 Ἀνατροπή. Καὶ τοῦτο πάλιν Ἀέτιος ἥκει φέρων ἡμῖν, ὡς καινόν τι καὶ πρόσφατον ὑφηγούμενος, ἵνα φανῇ διαλεκτικῆς ἐφευρετὴς εἶναι συλλογιστίας, ἐκ περισσοῦ οὐ μόνον αὐτὸ τοῦτο δηλῶν, ὅπερ οὐδὲ ἀμφιβάλλεται οὔτε κατὰ τῆς ἀληθείας * τὸ ἀεὶ ἐν αὐτῷ * ἔν τε τῇ καθολικῇ ἐκκλησίᾳ ὁμολογούμενον ἐνυπάρχει. «εἰ πᾶν γὰρ τὸ γεγονὸς ὑφ' ἑτέρου γίνεται, ἡ δὲ ἀγέννητος ὑπόστασις οὔτε ὑφ' ἑαυτῆς οὔτε ὑφ' ἑτέρας γέγονεν, εἰ καὶ ἀνάγκη οὐσίαν δηλοῦν τὸ ἀγέννητον.» καὶ τί τούτου ἀναγκαιότερον; ὅπερ γὰρ ἀεὶ παρ' αὐτοῖς τοῖς τε Ἀνομοίοις καὶ Ἀρειανοῖς ἀποβάλλεται, τὸ τῆς οὐσίας ὄνομα, παλιμβόλως ἐξελάβετο Ἀέτιος, σαφῶς ἀναγκαζόμενος ὑπὸ τῆς ἀληθείας ὁμολογεῖν. οὐσίας τοίνυν οὔσης τῆς ἀγεννησίας, ἐξ αὐτῆς δὲ καὶ οὐκ ἐξ οὐκ ὄντων ἀχράντως καὶ ἀπαθῶς γεννησάσης τὸν μονογενῆ, ἀχρόνως καὶ ἀνάρχως, καὶ ἐξ αὐτῆς ἐξαγαγούσης τὸ ἅγιον πνεῦμα καὶ οὐκ ἐξ οὐκ ὄντων, σαφῶς ἐν τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ ὀρθοδόξως ὁμοούσιος ἡ τριὰς κηρύττεται, μηδενὸς τῶν κεκτισμένων δυναμένου τῷ ὀνόματι τούτῳ καλεῖσθαι, διὰ τὸ μηδὲ κατὰ φύσιν εἶναί τι ὅμοιον τῷ