539
παρὰ τὸ τοῦ πατρὸς ἀξίωμα ὁ μονογενής, συμπρέπων δὲ τῷ τοῦ πατρὸς ἀξιώματι, ὡς διαρρήδην μαρτυρεῖ μοι ὁ ἅγιος ἀπόστολος ἐν πνεύματι ἁγίῳ φήσας περὶ τῶν υἱῶν Ἰσραήλ, «ὧν» φησιν «ἡ λατρεία καὶ αἱ διαθῆκαι καὶ ὧν οἱ πατέρες, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν». διὰ τοῦτο γὰρ καὶ προσκυνητὸς ὁ μονογενὴς καὶ θεὸς ὁ μονογενὴς καὶ θεῖον πνεῦμα τὸ ἅγιον πνεῦμα, καὶ μετὰ τὴν ἁγίαν τριάδα οὐκ ἔστιν ἕτερος θεός. ὁ δὲ πατὴρ παντοκράτωρ καὶ ὁ μονογενὴς αὐτοῦ παῖς Ἰησοῦς Χριστὸς συμπρέπων τῷ τοῦ πατρὸς ἀξιώματι, καὶ πατὴρ καλούμενος τοῦ μέλλοντος αἰῶνος, συμπρέπων δὲ καὶ τῷ ἁγίῳ αὐτοῦ πνεύματι, ἀκτίστως ἀεὶ ἡ τριὰς φανερουμένη καὶ γινωσκομένη, ἐξ ἧς τριάδος τοῖς πᾶσι γεγονόσι τὸ αἴτιον ἔνεστιν, ὅπερ ἐστὶν οὐσίας ἀκραιφνοῦς καὶ ἀσυγκρίτου δηλωτικόν, πατὴρ ἐν υἱῷ, υἱὸς ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι, ἀεὶ τῆς διαμονῆς τὸ ἀΐδιον ἐν ἑαυτῇ ἐχούσης, ἐξ ἧς τριάδος τοῖς γεγονόσι τὸ διασῴζεσθαι πρόσεστιν. 48. ˉλˉα. Εἰ οὐδὲν τῶν ἀοράτων αὐτὸ ἑαυτοῦ σπερματικῶς προϋπάρχει, διαμένει δὲ ἐν φύσει ἀποκεκληρωμένῃ, πῶς ὁ ἀγέννητος θεός, ἐλεύθερος ἀποκληρώσεως ὑπάρχων, νῦν μὲν τὴν ἑαυτοῦ οὐσίαν δευτέραν ἐν γεννήματι ὁρᾷ, νῦν δὲ προτέραν ἐν ἀγεννήτῳ κατὰ τὴν τοῦ πρώτου καὶ δευτέρου τάξιν; Ἀνατροπή. Ἔδει τὸν Ἀέτιον ἡμῖν προσημαίνειν καὶ σαφεῖς τὰς αὐτοῦ πεύσεις προβάλλειν, μάλιστα ταύτην ἥνπερ * λέξιν ἐπιλήψιμον καὶ μηδ' ὅλως ἔχουσαν συγγένειαν τῶν ὁμοιωμάτων, οὐδὲ θατέρου τῶν ὑπ' αὐτοῦ ὠνομασμένων θατέρῳ συνεξισοῦσθαι δυναμένου. πολλῶν γὰρ ἀορά3.402 των ἥκει φέρων ἡμῖν τὰς ὀνομασίας. ἔστι γὰρ καὶ ἀόρατα ζῷα τὰ πνευματικά, φημὶ δὲ Σεραφὶμ καὶ Χερουβίμ, ἀλλὰ καὶ ἄγγελοι, «πνεύματα» ὄντα, καὶ ἄλλα τινά, ἐν οἷς ἀληθῶς πληροῦται τὸ μήτε ὑπάρχειν ἐν ἑαυτοῖς σπερματικῶς τι. οὔτε γὰρ σώματα φαίη ἄν τις τὰ ἀόρατα. καὶ γὰρ οὔτε γεννῶσιν οὔτε γεννῶνται· ἐκτίσθησαν δὲ κατὰ βούλημα τῆς οὔσης ἀεὶ θεότητος σαφῶς, καὶ λέλογχεν ἕκαστον τῶν κεκτισμένων ὅπερ ὁ ὢν αὐτῷ διένειμεν ἀρετῆς ἐν τῇ ὑπερβολῇ τῆς αὐτοῦ ἀφθόνου φιλανθρωπίας, καὶ ἀπεκληρώθη ἕκαστον ὅπερ κεκλήρωται, καὶ ἐν τούτῳ μένει. καὶ ἐλεύθερός ἐστιν ὁ θεὸς πάσης αἰτίας, ἐν ἑαυτῷ ἔχων τὸ πᾶν, οὐ μελλητικῶς, οὐδὲ μεταμεμελημένως τὸν υἱὸν μετὰ χρόνους ἔχων ἢ τὸ ἅγιον πνεῦμα αὐτοῦ, ἀλλὰ συμπρεπόντως τῷ ἀεὶ ἔχειν υἱὸν γεγεννημένον υἱὸν ἔχων καὶ τοῦτον μονογενῆ, ἀεὶ ἔχοντα πατέρα ἐν ἑαυτῷ· ἔχει καὶ τὸ ἅγιον πνεῦμα, ἐκ πατρὸς ὂν καὶ τοῦ υἱοῦ λαμβάνον, ἀεὶ ἔχων. Καὶ γὰρ οὔτε ἐπὶ ἀδοξίᾳ οὔτε ἐπὶ προσθήκῃ δόξης ἡ περιουσία τῆς θεότητος ἀεὶ οὔσης. μηδενὸς δὲ ἀεὶ ὄντος τῶν κεκτισμένων, πότε ἑώρα ἑαυτὴν ἡ τριὰς ἐν ἥσσονι περιουσίᾳ, καὶ νῦν μὲν τοῦτο ἑώρα, νῦν δὲ ἐν προσθέσει οὐσίας ὡς ἐνδεής, μετὰ τὸ κεκτικέναι τὰ κεκτισμένα ἐν περισσοτέρᾳ προσθήκῃ δόξης ἢ περιουσίας νῦν ἑαυτὴν ὁρῶσα; καὶ ἐκ πανταχόθεν οὐδὲν ἐνσκήψει τῶν βουλομένων κατὰ τῆς ἀληθείας τὰς συλλογιστικὰς ἀνθρωπίνας ὑπονοίας παραφέρειν καὶ εἰς μέσον φέρειν *, ὑπερβαινούσης τῆς τοῦ θεοῦ ἀξίας, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, πάντα νοῦν ἀγγέλων καὶ ἐπέκεινα, πόσῳ γε μᾶλλον ἀνθρωπίνης φύσεως· ἐπειδὴ γὰρ λογισμοὶ ἀνθρώπων δειλοί, φθαρταὶ δὲ αἱ τούτων διάνοιαι, εἰς συλλογισμοὺς καὶ συζητήσεις ἑαυτὰς περιπείρουσαι. ὡς ἄλλοι ἀφ' ἑαυτῶν συλλογισμῶν ἀνακρινόμενοι κατὰ σοφιστικήν τινα ὑπόνοιαν οἱ μὲν περὶ τοῦ κακοῦ ὅτι πόθεν ἤρξατο συνελογίσαντο, ἄλλοι δὲ ὅτι πόθεν ὁ διάβολος ἢ διὰ τί γέγονεν, ἕτεροι δὲ τὸν μέλλοντα ἁμαρτάνειν ἄνθρωπον, ὅτι διὰ τί θεὸς οὕτως αὐτὸν ἔκτισεν, ὁ δὲ τοιοῦτον αὐτὸν ἐργασάμενος διὰ τί ὕστερον αὐτὸν αἰτιᾶται; ἵν', ὅταν πάντας περικρούσαντες τοὺς ἑαυτῶν λογισμοὺς καταμάθωσιν ἑαυτοὺς φθαρτούς, ἀποδώσωσι τῷ ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι *, τουτέστι τῇ μιᾷ τριάδι, τὸ σέβας καὶ τὴν γνῶσιν· παρ' αὐτοῦ δὲ