540
αἰτούμενοι τῆς ἀληθινῆς πίστεως τὴν γνῶσιν καὶ πορισάμενοι, ἵνα μὴ ὑπερβαίνειν πειρῶνται τὸ ἴδιον μέτρον, ἀλλὰ μάθωσιν 3.403 ἡσυχάζειν ἀπὸ τετυφλωμένης ἐννοίας καὶ μὴ σοφίζεσθαι διὰ ἀναπτομένης γλώσσης καὶ λογισμῶν ἀσυνέτων, σωφρονίζεσθαι δὲ μᾶλλον διὰ τοῦ συνετοῦ ῥητοῦ τῆς ἁγίας καὶ θείας γραφῆς τῆς λεγούσης «μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν». 49. ˉλˉβ. Εἰ διαμένει ἐν φύσει ἀγεννήτῳ ὁ θεός, τὸ ἐν γενέσει καὶ ἀγεννησίᾳ ἑαυτὸν εἰδέναι ἀφῃρήσθω. συγχωρουμένου δὲ ἐν ἀγεννήτῳ καὶ γεννητῷ τὴν ἑαυτοῦ οὐσίαν παρατείνειν, αὐτὸς ἑαυτοῦ ἀγνοεῖ τὴν οὐσίαν, περιαγόμενος ὑπὸ γενέσεως καὶ ἀγεννησίας. εἰ δὲ καὶ τὸ γεννητὸν μετείληφε μετουσίας ἀγεννήτου, ἐν δὲ γεννητοῦ φύσει ἀτελευτήτως διαμένει, ἐν ᾗ μὲν διατελεῖ φύσει γινώσκει ἑαυτόν, ἀγνοῶν δηλονότι τὴν ἀγέννητον μετουσίαν· οὐ γὰρ οἷόν τε αὐτὸν περὶ ἑαυτοῦ καὶ ἀγεννήτου οὐσίας γνῶσιν ἔχειν καὶ γεννητῆς. εἰ δὲ εὐκαταφρόνητόν ἐστι τὸ γεννητὸν διὰ μεταβολῆς ἐπιτηδειότητα, ἀξίωμα φύσεώς ἐστιν οὐσία ἀμετάβλητος, τῆς ἀγεννήτου οὐσίας πάσης αἰτίας κρείττονος ὡμολογημένης. Ἀνατροπή. Ἐν ἀγεννήτῳ φύσει διαμένει ἀναμφιβόλως ὁ θεός, ὁ τὰ πάντα κτίσας ἐξ οὐκ ὄντων καὶ δημιουργήσας, ὁ πατὴρ ὁ γεννήσας ἐξ ἑαυτοῦ ὁμοούσιον ἑαυτῷ υἱὸν καὶ συμπρέποντα τῇ αὐτοῦ ἀϊδιότητι, καὶ τὸ ἐξ αὐτοῦ ἅγιον πνεῦμα ἐξελθόν, πρεπόντως ὑπάρχον τῇ αὐτοῦ ὁμοουσιότητι· καὶ οὔτε ἐπειδήπερ ἡ τριὰς ἔκτισεν ἐξ οὐκ ὄντων τὰ ὄντα, ὁρατά τε καὶ ἀόρατα, παρὰ τοῦτο ἀναιρεῖται τὸ ἀναλογοῦν τῷ τοῦ θεοῦ ἀξιώματι διὰ τοῦ προσφάτου τῶν κτισμάτων ὀνόματος, ἡ τοῦ ὄντος ἀϊδιότης. ἀφαιρεῖται δὲ ἀπὸ τῶν κεκτισμένων ἡ ἄνωθεν ὑπερβαίνουσα οὐσία, οὐκ οὖσα τούτοις ὁμοούσιος, ἐξ οὐκ ὄντων δὲ καλέσασα εἰς τὸ εἶναι. διὸ ὁ γεγεννημένος υἱὸς οὐκ ἐξ οὐκ ὄντων, ἀλλὰ ἐκ τοῦ ὄντος, συμπρεπόντως ἅμα θεωρεῖται, οὔτε παρατεινομένης τῆς οὐσίας οὔτε συστελλομένης, ἀλλὰ πνεῦμα ὢν ὁ πατὴρ πνεῦμα ἀληθινῶς τὸν υἱὸν ἐγέννησεν, καὶ ἐξ ἑαυτοῦ ἐξήνεγκε τὸ πνεῦμα τὸ ἅγιον, καὶ οὐχ ἑαυτὸν ἀγνοεῖ οὔτε τὴν ἑαυτοῦ οὐσίαν συστελλομένην ἢ πλατυνομένην οἶδεν ἢ τομὴν ὑφισταμένην· ταῦτα γὰρ πάντα περὶ ἑαυτοῦ θεὸν εἰδέναι ἀλογώτατον, ὥσπερ καὶ ἀγνοεῖν 3.404 αὐτὸ τὸ θεῖον * ὅπερ ἐστὶ τὸ ἅγιον πνεῦμα *. καὶ οὔτε ὁ ἀγέννητος οὐ συμμετέχει τῷ γεννήματι τὸ ὁμοούσιον οὔτε ὁ γεννητὸς οὐ συμπεριέχει τῷ πατρὶ τὸ ἀΐδιον. οἶδε γὰρ ὁ πατὴρ τὸν υἱὸν καὶ ὁ υἱὸς οἶδε τὸν πατέρα, ἀτελευτήτως ἀεὶ τῆς τριάδος ἀκτίστου μενούσης καὶ ἀτελευτήτως ὑπάρχοντος τοῦ μονογενοῦς, γεγεννημένου ἐκ τοῦ ἀεὶ ὄντος, ὄντως ὄντος καὶ ἐν ἰδίᾳ τελείᾳ φύσει. διὸ γινώσκει ἑαυτὸν καὶ οὐκ ἀγνοεῖ οὔτε ὁ υἱὸς τὴν ἀγέννητον πατρὸς οὐσίαν οὔτε ὁ ἀγέννητος τὴν τοῦ υἱοῦ ἐξ αὐτοῦ οὐσίαν, ἀξιοπίστου ὄντος τοῦ μονογενοῦς θεοῦ λόγου φήσαντος «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ». ∆ιὸ ἀφῃρήσθω τὸ τούτου τοῦ γεννάδα Ἀετίου ἀποφαντικὸν κέλευσμα τὸ φῆσαν· «οὐ γὰρ οἷόν τε αὐτὸν περὶ ἑαυτοῦ καὶ ἀγεννήτου οὐσίας γνῶσιν ἔχειν καὶ γεννητῆς». προὔλαβε γὰρ ὁ μονογενὴς παραγράψαι τὴν δικαστικὴν αὐτοῦ ταύτην φωνήν, φήσας ἑαυτὸν εἰδέναι τὸν πατέρα καὶ ἄλλον οὐδένα, συμπεριλαβὼν ἅμα καὶ τοῦ πνεύματος αὐτοῦ τοῦ ἁγίου τὸ ἐνύπαρκτον, ὡς καὶ ἐν ἄλλῳ φάσκει ὅτι «τὸ πνεῦμα τοῦ πατρὸς διδάξει ὑμᾶς». εἰ δὲ τοῦ πατρός ἐστι τὸ πνεῦμα, οὐκ ἀγνοεῖ καὶ αὐτὸ τὸν πατέρα. ἐν δὲ τῷ εἰρηκέναι «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱός», * ἵνα ἑαυτὸν καὶ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον ὑπερβεβηκὸς σημάνῃ τῶν ἄλλων τῶν μὴ ἀϊδίως ὑπαρξάντων, γενομένων δέ. εἰ δὲ προὔλαβεν φάσκων ἀεὶ εἰδέναι τὸν πατέρα, μάτην ἡμῖν Ἀέτιος κενολεκτῶν ὑπεισδύνει, σαφῶς πᾶσιν ὢν δῆλος ὅτι ὡς ἄνθρωπος λογίζεται, σαρκικὸς ἀνακρινόμενος καὶ ψυχικὸς ὑπάρχων διὰ τοῦ ἑαυτὸν καὶ τὸν πατέρα γινώσκοντος καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα. ἐξῄρηται οὖν πάσης αἰτίας ὁ θεός, οὐ μόνον πατήρ, ἀλλὰ καὶ