541
υἱὸς καὶ ἅγιον πνεῦμα, τῆς θεότητος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμολογουμένης κρείττονος πάσης αἰτίας. 50. ˉλˉγ. Εἰ τὸ ἀγέννητον πάσης αἰτίας ἐξῄρηται, εἴη δὲ πολλὰ ἀγέννητα, ἀπαράλλακτον ἕξουσι τὴν φύσιν. οὐ γὰρ ἂν μὴ ἀποκληρώσει φύσεώς τινος κοινοῦ καὶ ἰδίου μετειληφυῖα ἡ μὲν ἐποίει, ἡ δὲ ἐγίνετο. Ἀνατροπή. Πάσης αἰτίας ἐξῄρηται ὁμολογουμένως τὸ ἀγέννητον, διότι ἕν ἐστι τὸ ἀγέννητον καὶ προσκυνητόν, διαιρουμένου τοῦ προσκυνη3.405 τοῦ ἀπὸ τῶν προσκυνούντων. προσκυνητὴ δέ ἐστιν ἡ τριάς, μονὰς οὖσα καὶ ἐν ἑνὶ ὀνόματι ἀριθμουμένη τριάς, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐκ ἀλλότριόν τι ἑαυτῆς ἐν ἑαυτῇ κεκτημένη, ἀλλὰ συμπρεπόντως πατὴρ γεννήσας υἱὸν καὶ οὐ κτίσας. τὸ μὲν γάρ ἐστιν ἐξ αὐτοῦ ἀεὶ τοῦ γεννήτορος, διότι γέννημα ἐκ τοῦ ὄντος ἐστὶ ὁ υἱὸς καὶ τὸ ἐξ αὐτοῦ ἐξελθὸν ἅγιον πνεῦμα, οὔσης τῆς τριάδος ἐν μιᾷ ἑνότητι ἀκτίστῳ, τῶν δὲ πάντων ἐξ αὐτῆς τῆς τριάδος ἐξ οὐκ ὄντων κεκτισμένων· ὅθεν ἡ μία τριὰς εἷς ἐστι θεός, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐκ ἀλλότριόν τι ἑαυτῆς ἐν ἑαυτῇ κεκτημένη, ἄκτιστος, ἀγέννητος, ἀδημιούργητος, τριὰς οὐ πεποιημένη, ἀλλὰ ποιοῦσα, οὐ κτίσματος ὄνομα ἔχουσα ἐν ἑαυτῇ, ἀλλὰ κτίζουσα, μία οὖσα καὶ οὐ πολλαί. τὰ δὲ πάντα ἐξ αὐτῆς πολλὰ μὲν ὄντα, ἀλλ' οὐ σὺν αὐτῇ ἀριθμούμενα. διὸ οὔτε ἀποκεκλήρωται ἑτέρᾳ φύσει * κοινότητος τῆς οὐσίας τῆς ἀσυγκρίτου. διὰ τοῦτο γὰρ οὐ κτιστή τις οὖσα ἐν τῇ τοῦ θεοῦ οὐσίᾳ φύσις, ἀλλὰ δημιουργικὴ τῶν πάντων τῶν οὐ δυναμένων τῇ ἀσυγκρίτῳ καὶ μιᾷ οὐσίᾳ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμοουσιότητι ἐπικοινωνῆσαι, ὡς σαφής ἐστι τῷ τὴν γνῶσιν τῆς ἀληθείας εἰληφότι ἀποκαλύπτουσα τῷ ὅτι αὐτὴ μόνη προσκυνεῖται καὶ οὐ τὰ πάντα, ὡς καὶ αὐτὴ μόνη εἰς ὄνομα ἑαυτῆς βαπτίζει, καὶ οὐ τὰ ὅλα. 51. ˉλˉδ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, οὐδ' ὁποτέρα διοίσει τῆς ἄλλης κατὰ τὸ ἀδέσποτον. πῶς οὖν ἄν τις φαίη τὴν μὲν μεταβάλλεσθαι, τὴν δὲ μεταβάλλειν, οὐκ ἐπιτρεπόντων τῷ θεῷ ὑφιστᾶν ἐκ μὴ ὑποκειμένης οὐσίας; Ἀνατροπή. Πᾶς τις τῶν ἀντικαταστάντων τῇ ἀληθείᾳ καταπληκτικῶς ἐπισυνάξας ἑαυτῷ λογίδια ἔδοξέ τισιν ἀνατρεπτικῶς ἐπισκήπτειν καὶ ἀπὸ τῆς ζωτικῆς ὁδοῦ μεταφέρειν καὶ λυμαίνεσθαι, ὡς οὗτος ὁ Ἀέτιος νῦν μὲν φύσει ἐν τῷ ῥητῷ τούτῳ μηδὲν λέγων καταπλήττειν δοκεῖ τοὺς ἀκεραίους, ἐκ περιττοῦ τὰ ὑπ' αὐτοῦ λεγόμενα λέγων, ὀνόματι ἀγεννήτου ὡς εἴωθεν ἐκ περιττοῦ προφέρειν καὶ ἐν τῷ παρόντι καιρῷ κεχρημένος. οὐ γὰρ πᾶσα οὐσία ἀγέννητος παρ' αὐτοῖς τοῖς συνετοῖς ὁμολογεῖται, ἐπεὶ πᾶσα ἂν ἐθεολογεῖτο. οὐ πασῶν δὲ θεολογουμένων τῶν οὐσιῶν, ἀλλὰ μιᾶς παρὰ πάσας, ἥτις ἐστὶ θεότης μία ἐν τριάδι, πῶς ἔτι ὑποληφθήσεται τῷ γεννάδᾳ τούτῳ τὸ καταπληκτικὸν αὐτοῦ χωρεῖν ἐπὶ τοὺς υἱοὺς τῆς ἀληθείας; διοίσει δὲ καὶ ὁποτέρα τῆς ὁποτέρας ὅτι ἡ μὲν τριὰς κτίζει, 3.406 τὰ δὲ πάντα ἀπ' αὐτῆς κέκτισται, καὶ ἡ μέν ἐστιν ἀδέσποτος, τὰ δὲ ὑπ' αὐτῆς γενόμενα δεσπόζεται, καὶ ἡ μὲν μεταβάλλεται, ἡ δὲ ἀπαράβατον ἔχει τὴν φύσιν, μεταβάλλουσα ἀεὶ τὰ ὑπ' αὐτῆς μεταβαλλόμενα, καὶ ἐξ οὐκ ὄντων τὰς οὐσίας καὶ τὰς ὑποστάσεις ὑφιστᾶν δυναμένη. τοῦτο γάρ ἐστι συμπρέπον θεῷ τῶν ἐκ μὴ ὑποκειμένων καὶ ἐξ οὐκ ὄντων ὑπ' αὐτοῦ γεγενημένων καὶ ὑποστάντων κατὰ τὴν διακόσμησιν μετασκευάζειν ὡς βούλεται. 52. ˉλˉε. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, πᾶσά ἐστιν ἀπαράλλακτος. τῆς δὲ οὐσίας τὸ ἀπαράλλακτον ἐχούσης τὸ ποιεῖν τε καὶ τὸ πάσχειν αὐτοματισμῷ ἀναθετέον. πολλῶν δὲ ὄντων ἀγεννήτων καὶ ἀπαραλλάκτων, ἀναριθμήτως διοίσουσιν ἀλλήλων. οὐ γὰρ ἂν εἴη ἀριθμητὰ τὰ διεστῶτα ἢ καθόλου ἢ κατά τι, πάσης διαστάσεως ἀποκλήρωσίν τινα ἐμφαινούσης ἔτι ἀποτεταγμένης ἀγεννήτου φύσεως. Ἀνατροπή. Οὐ πᾶσα οὐσία ἀγέννητος· ἠλίθιον γὰρ καὶ τὸ διανοεῖσθαι τοῦτο καὶ Ἑλληνικῆς ἀγνωσίας οὗτος ὁ λογισμὸς καὶ τὸ ἀπόφθεγμα, κἄν τε ἀποφαντικῶς κἄν τε ἐρωτητικῶς τῷ Ἀετίῳ