542
εἴρηται· δῆλον δὲ ὅτι ἐρωτητικῶς. Ἑλλήνων τοίνυν παῖδας τοῦτο ἐρωτάτω, κἀκεῖνοι δὲ αὐτῷ συντιθέσθωσαν τοῦτο ἔχειν ἐκ συλλογισμῶν τὸ ἐρώτημα, ὕλην τινὰ σύγχρονον τῷ θεῷ ἐπιφημίζοντες. ἁλισκέσθω δὲ ἅμα ἐκείνοις, εἰ συντιθοῖτο, ἐχούσης τῆς ἀληθείας ἓν εἶναι τὸ ποιοῦν, ἐν μιᾷ οὐσίᾳ οὔσης τριάδος τελείας καὶ οὐ κατὰ συναλοιφὴν ἀριθμουμένης. τὰ δ' ἄλλα πάντα γενητὰ καὶ κτιστὰ καὶ οὐκ ἀγέννητα. τῆς δὲ θεότητος ἀκτίστου οὔσης, πατρὸς μὲν γεννῶντος, υἱοῦ δὲ γεννητοῦ, πνεύματος δὲ ἁγίου ἐξ αὐτοῦ ἀπεσταλμένου τοῦ πατρὸς καὶ τῶν τοῦ υἱοῦ λαμβάνοντος, πάντων δὲ ὄντων κεκτισμένων, τοῦ δὲ ἀπαραλλάκτου τῇ δυνάμει μένοντος συμπρεπόντως ἐν τῇ τριάδι, πάσης θεότητος ἐπὶ τὸν πατέρα ἀναφερομένης διὰ τὸ εὔλογον καὶ ἄπτωτον τῆς μονάδος καὶ τὸ ἀναιρετικὸν τῆς πολυθεΐας, τὸ μὲν ἀπαράλλακτον μένει τῇ δυνάμει, τὸ δὲ εὔλογον συμπρεπόντως ἀναλογεῖται υἱοῦ πρὸς πατέρα καὶ ἁγίου πνεύματος. τοίνυν τούτων οὕτως ἐχόντων, ἐξ ὑπαρχῆς πεσεῖται τῆς ἐπιβουλῆς τοῦ ἐρωτήματος ἡ ἐπίνοια. οὐ γὰρ πολλὰ τὰ ἀπαράλλακτα, ἀλλὰ ἡ μία τριὰς ἐν μονάδι καὶ μία θεότης ἐν τριάδι. τὰ δ' ἄλλα πάντα ἀφέστηκεν, οὔτε αὐτοματισμῷ ἔχοντα τὸ πάσχειν ἢ ποιεῖν, οὔτε τῆς ἁγίας τριάδος ἐν 3.407 τῷ τὶ ποιεῖν δυναμένης πάσχειν, τῆς ὅλης ἀπαθοῦς οὔσης καὶ προσκυνητῆς· φημὶ δὴ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. ἐποίησε γὰρ πάντα ὁ θεὸς δι' υἱοῦ, ἀλλ' οὐχὶ τὸν υἱόν οὐ γάρ ἐστι σὺν πᾶσι· συνυπουργεῖ γὰρ τῷ πατρὶ καὶ συμπροσκυνεῖται οὔτε τὸ ἅγιον πνεῦμα οὐ γὰρ ἀριθμεῖται ἀπὸ πάντων, στερεοῖ δὲ τὴν δύναμιν τῶν ἁπάντων καὶ συμπροσκυνεῖται. τῶν δὲ πάντων ὑπὸ τὴν τοῦ ἑνὸς προνοησίαν ὑποτεταγμένων ἕκαστα φέρεταί τε καὶ πράττει, πάσχει δὲ καὶ ὅσα ἕτερα *. διὸ ἡ μία τριὰς πρὸς ἑαυτὴν ἀπαράλλακτος, τὰ δὲ ἄλλα τὰ ἐξ αὐτῆς παρηλλαγμένα. οὔτε γάρ ἐστι σύγχρονα οὔτε συναΐδια. μόνη δὲ ἀΐδιος καὶ ἄκτιστος καὶ ἀγέννητος, υἱοῦ μὲν γεγεννημένου ἀχρόνως καὶ ἀνάρχως, ἀεὶ δὲ ὄντος καὶ μηδέποτε διαλείποντος τοῦ εἶναι. ὅθεν ἠσφαλισμένως κεφαλὴν καὶ οὐκ ἀρχὴν τὸν πατέρα τοῦ υἱοῦ ἐδίδαξεν ὁ θεῖος λόγος διὰ τὸ ὁμοούσιον καὶ ἀϊδίως ὄντος τοῦ πνεύματος τοῦ ἁγίου καὶ ἐκ πατρὸς ἀπεσταλμένου, ἀεὶ δὲ σὺν πατρὶ ὑπάρχοντος καὶ μὴ ἀπὸ χρόνου ἀρξαμένου. 53. ˉλˉ. Εἰ τὸ ἀγέννητος καὶ τὸ θεὸς ἐκ παραλλήλου τὸ αὐτὸ δηλοῖ, ὁ ἀγέννητος ἀγέννητον ἐγέννησεν. εἰ δὲ ἕτερόν τι δηλοῖ τὸ ἀγέννητος, ἕτερον δὲ τὸ θεός, οὐκ ἄτοπον τὸ θεὸν γεγεννηκέναι θεόν, ἑκατέρου τὴν ὕπαρξιν λαβόντος ἐξ ἀγεννήτου οὐσίας. εἰ δὲ τὸ πρὸ τοῦ θεοῦ μηδὲν εἴη, ὥσπερ οὐκ ἔστιν, τὸ θεὸς καὶ τὸ ἀγέννητος ταυτὸν δηλοῖ, οὐ προσιεμένου τοῦ γεννήματος τὸ ἀγέννητον. διὸ οὐδὲ συνεκφωνεῖσθαι τῷ θεῷ καὶ πατρὶ αὐτοῦ ἀνέχεται. Ἀνατροπή. Πόθεν βούλεται ἡμᾶς Ἀέτιος προσπορίσασθαι ἐν ἑαυτοῖς τὸν νοῦν τῶν ὑπ' αὐτοῦ προτεινομένων πεύσεων τῶν αὐτοῦ λογισμῶν; καὶ εἰ μὲν φάσκει ἐκ λογισμῶν καὶ συλλογισμῶν, πεσεῖται καὶ ἡμῶν ὁ πορισμὸς τῆς ὑπονοίας ἅμα αὐτῷ. θεὸν γὰρ οὐδεὶς συλλογίσοιτο πώποτε, οὔτε «ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με οὕτως ἐποίησας;» κατὰ τὸ γεγραμμένον. ἐξ εὐσεβοῦς δὲ λογισμοῦ καὶ δικαίας ἀσφαλείας ἐπὶ τὴν τοῦ ἁγίου πνεύματος διὰ τῶν ἁγίων γραφῶν διδασκαλίαν ἀνακαμπτέον. λέξεως δὲ ἀπαραβάτου διδασκούσης ἡμᾶς περὶ τῶν τῇ κτίσει λατρευσάντων, ὡς ἐμωράνθησαν, πῶς οὐκ ἂν μωρὸν εὑρεθείη ἐπὶ κτίσματι θεὸν λαμβάνειν καὶ τοῦτο προσκυνεῖν τε καὶ γεραίρειν, 3.408 τῆς πίστεως φύσει παρεκβαλλούσης τὸ προσκυνητὸν ἀπὸ τοῦ κτιστοῦ καὶ τὸ κτιστὸν ἀπὸ τοῦ προσκυνητοῦ; καὶ γὰρ εἰ ὅλως τοῦτο οὐδὲν διοίσει πρὸς τοὺς τῇ κτίσει τὸ σέβας νέμοντας, οὐδὲν πρόκριτον ἔσται ἐν Χριστιανισμῷ· ἔσται δὲ ἡ τοιαύτη πίστις εἰδωλολατρεία μᾶλλον ἢ θεοσέβεια. προσκυνοῦσι γὰρ κἀκεῖνοι ἥλιον καὶ σελήνην καὶ δυνάμεις, οὐρανόν τε καὶ γῆν καὶ τὰ ἄλλα κτίσματα. καὶ οὐ τὸ διάφορον τῶν κτισμάτων ποιεῖται τὸ θαῦμα, οὐδὲ διοίσει τὸ ἐξαίρετον ἑαυτὸ τῆς ὁμοτιμίας διὰ τὸ