543
ὁμώνυμον, κἄν τε ὑπερτεταλάντισται τὸ μὲν ἀπὸ τοῦ ἑτέρου. εἷς γάρ ἐστιν ὁ τὰ ἀμφότερα ποιήσας καὶ ἀποκληρώσας ἑκάστῳ, οὐκ ὀνόματος παραλλαγήν, ἀλλ' οὐσίας. ἐν ἅπασι γὰρ τοῖς κεκτισμένοις τὸ δοῦλόν ἐστι τοῦ κτίσματος τὸ ὄνομα, ἀλλ' οὐ τὸ ἐλεύθερον. καὶ εἰ ἐν ἑνὶ μέρει τὸ δοῦλον προσκυνεῖται, οὐδὲν διοίσει πρὸς τὸ ἄλλο μέρος ἡ προσκύνησις, κἄν τε ὑποβέβηκεν· ἴσον γάρ ἐστι τῷ ἀνωτάτω, συγγενειάζον τῷ κτίσματι τῷ ἐξ οὐκ ὄντων παρὰ τοῦ ὄντος τὸ εἶναι κεκληρωμένῳ. ἐντεῦθεν τὸ ἀγέννητος συμπρέπει θεῷ καὶ τὸ θεὸς τῷ ἀγεννήτῳ. διὸ τὸ γέννημα οὐκ ἔργον φαμὲν οὐδὲ ποίημα, ἀλλὰ γέννημα οὐσιωδῶς ἀπὸ πατρὸς ἀχράντως γεγεννημένον, ὁμοούσιον τῷ πατρὶ καὶ συμπροσκυνητόν, καὶ τὸ ἅγιον πνεῦμα ἐξ αὐτοῦ καὶ αὐτὸ οὐκ ἀλλότριον, διὸ καὶ συμπροσκυνητόν. ἑτέρῳ δὲ τῶν κεκτισμένων τὸ θεὸς ὄνομα οὐ συνεκφωνεῖται διὰ τὸ μετηλλάχθαι τῆς ἀγεννησίας, ὅτι ἐξ οὐκ ὄντων κεκλήρωται τὸ εἶναι. ἡ δὲ τριὰς ἔχει τὸ ἀεὶ εἶναι καὶ οὐχ ἕτερον τὸ θεὸς καὶ ἕτερον τὸ ἀγέννητος. Συνομολογεῖς δέ, Ἀέτιε, τὸν υἱὸν ἐκ πατρὸς γεγεννῆσθαι εἰρωνείᾳ, καὶ οὐκ ἀληθείᾳ. πᾶν γὰρ τὸ γεννητὸν οὐ κτιστὸν καὶ τὸ κτιστὸν οὐ γεννητόν. εἰ δὲ τὸ γεννητὸν κτιστόν, κατ' ἄλλον τρόπον ἐστὶ κτιστόν, ὡς οἷόν ἐστιν εἰπεῖν, ἄνθρωποι γεννῶσιν ἀνθρώπους, ἀλλ' οὐ κτίζουσιν, αὐτοὶ δὲ ἄνωθεν ἐκ θεοῦ εἰσι κεκτισμένοι· διὸ αὐτοῖς τὰ μὲν γεννώμενα γεγέννηται, παρὰ θεοῦ δὲ τὰ πάντα κέκτισται. θεοῦ δὲ ὄντος ἀκτίστου, γεννήσαντος δὲ ἑαυτῷ υἱὸν καὶ οὐ κτίσαντος, οὐχ ἕτερον γεννᾷ παρὰ τὴν αὐτοῦ οὐσίαν. πῶς οὖν ἔσται τὸ ἐξ αὐτοῦ γέννημα κτιστόν, τοῦ πατρὸς ἀκτίστου ὑπάρχοντος; εἰ δὲ κτιστὸν παρ' αὐτῷ τὸ γέννημα, οὐκέτι γέννημα καλεῖται. καὶ πολλή ἐστι πρὸς τὴν τοιαύτην τῆς ἀτοπίας ὑπόνοιαν ἀντιλογία. ἀπρεπὲς δὲ καὶ θεῷ τὸ εἶναί ποτε ἄνευ υἱοῦ, ὕστερον δὲ καλεῖσθαι πατέρα μετὰ υἱόν· καὶ ἀπρεπὲς τῷ υἱῷ τὸ εἶναι πρὸ αὐτοῦ χρόνον· ἔσται γὰρ ὁ χρόνος μείζων τῆς αὐτοῦ μεγαλειότητος. συμπρε3.409 πόντως δὲ πατρὶ τὸ ἀεὶ ἔχειν ἐν ταυτότητι τῶν ἀξιωμάτων τὸ ἀνέκλειπτον καὶ ἀΐδιον. καὶ ὅτι πρὸ θεοῦ οὐδὲν ἦν, δῆλον τοῦτο. τὸ θεὸς τοίνυν, ὡς ἔφη Ἀέτιος, καὶ τὸ ἀγέννητος ταυτόν ἐστι δηλοῦν, καί πως ἑαυτοῦ καταπλέκων κατηγορεῖ μᾶλλον δὲ ἤπερ συνίσταται. εἰ γὰρ σὺν θεῷ τὸ θεός, ὡς καὶ ἔστι, καὶ τὸ ἀγέννητος προσίεται τὸν γεννητὸν υἱόν· ἔχει γὰρ συμπεριειλημμένως τὸ θεός. συνεκφωνεῖται δὲ τῷ πατρὶ ἀπὸ τοῦ θεὸς καὶ ἄκτιστος καὶ σὺν πατρὶ τιμώμενος θεὸς λόγος, κἄν τε τῷ Ἀετίῳ τοῦτο μὴ παρίσταται, τῶν πάντων κτισμάτων υἱῷ προσκυνούντων καὶ «πάσης γλώσσης ἐξομολογουμένης ὅτι Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός», ᾧ ἡ δόξα, πατρὶ ἐν υἱῷ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Τοῦ Ἀετίου ἐν τῷ τέλει τὸ ἐρρῶσθαι. 54. ˉλˉζ. Ἐρρωμένους καὶ ἐρρωμένας ὑμᾶς ὁ ὢν αὐτογέννητος θεός, ὁ καὶ μόνος διὰ τοῦτο ἀληθινὸς θεὸς προσαγορευθεὶς ὑπὸ τοῦ ἀποσταλέντος Ἰησοῦ Χριστοῦ, ὑποστάντος τε ἀληθῶς πρὸ αἰώνων καὶ ὄντος ἀληθῶς γεννητῆς ὑποστάσεως, διατηρήσει ἀπὸ τῆς ἀσεβείας, ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν, δι' οὗ πᾶσα δόξα τῷ θεῷ καὶ πατρί, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Ἀνατροπή. Καὶ ἐπὶ τῷ τέλει ὁ Ἀέτιος γράφων τῷ ἑαυτοῦ θιάσῳ, οἷς ἔφη «ἀθληταῖς τε καὶ ἀθλητρίαις», οὐκ ἀπελίπετο τῆς τοιαύτης τῶν λόγων μοχθηρίας, ἀλλὰ καὶ ἐν τῷ ἐρρῶσθαι ἀπέδειξεν αὐτοῦ τῆς διδασκαλίας τὸ ἀλλότριον. φάσκει γὰρ «ἐρρωμένους ὑμᾶς ὁ ὢν αὐτογέννητος θεός», οὐ συνιδὼν ὅτι ἐν ἑνὶ λόγῳ ἔλυσε τὸ πᾶν τῆς αὐτοῦ ὑποσπορᾶς τοῦ ζητήματος. φήσας γὰρ ἐν τοῖς ἀνωτάτω κεφαλαίοις περὶ ἀγεννήτου θεοῦ, οὐ προεῖδε * καὶ ὅτι οὔτε ἑαυτὸν ἐποίει, ἐνταῦθα αὐτογέννητον ἡμῖν παρεισάγων. πᾶσα δὲ κακὴ διάνοια ἐν λήθῃ ἑαυτῆς γίνεται, ὅπως φωραθείη. εἶτά φησιν, «ὁ καὶ μόνος διὰ τοῦτο ἀληθινὸς θεὸς προσαγορευθείς». κατὰ δὲ τὸν αὐτοῦ λόγον καὶ διάνοιαν ἢ ἀναιρεῖ τὸ 3.410 εἶναι τὸν υἱὸν τὸ θεός, καὶ μάτην συκοφαντεῖ τὸ ὄνομα,