544
Χριστιανὸς τὸ ὄνομα καλεῖσθαι βουλόμενος, ἢ ὅτι θεὸν μὲν ἔχει τὸν υἱόν, ἀλλ' οὐκ ἀληθινόν, καὶ ἔσται αὐτῷ εἷς θεὸς ἀληθινὸς καὶ εἷς οὐκ ἀληθινός. κατὰ δὲ ὑπόβασιν ἕνα ὑφ' ἑνὸς εὑρίσκων, ἔτι καὶ τὸ ἅγιον πνεῦμα ἐν μικροτέρᾳ καὶ ἀποδεούσῃ τάξει τάττων, ἢ ὅτι μικρότερον πάλιν θεὸν ἕξει ἢ τῇ τριάδι μὴ συναριθμῶν τοῦτο, ἔσται παντάπασιν ἀλλότριον Χριστιανῶν τὸ ἐλεεινὸν ἀνθρωπάριον καὶ λοιπὸν Ἕλλην ἀποκηρυχθείη τελειότατος καὶ Σαδδουκαῖος τῷ ἀριθμῷ, ἀλλότριος μὲν τοῦ πνεύματος τοῦ ἁγίου, ὡς καὶ ἔστιν, Ἕλλησι δὲ συγκρινόμενος τῇ μερίδι, ἕνα μὲν θεὸν φάσκων μέγαν καὶ ἕνα μικρόν, ἕνα ἀληθινὸν καὶ ἕνα οὐκ ἀληθινόν, ὡς Ἕλληνες ὁμολογοῦσιν, ἕνα μέγαν θεόν, τοὺς δὲ ἄλλους μικροὺς ὀνομάζοντες, τῆς θείας γραφῆς αὐτὸν σαφῶς ἐλεγχούσης, καὶ περὶ πατρὸς μὲν λεγούσης ὡς «ὁ θεὸς ἀληθινὸς» καὶ περὶ υἱοῦ τὸ «θεὸς» ὡσαύτως, καὶ περὶ πατρὸς τὸ «φῶς ὁ θεός», περὶ δὲ υἱοῦ «ἦν τὸ φῶς τὸ ἀληθινόν», καὶ περὶ ἁγίου πνεύματος ὅτι «τὸ πνεῦμα τῆς ἀληθείας». ἀληθινῶς τοίνυν ἡμῖν ἡ τριὰς καταγγέλλεται ἐν «σοφίᾳ καὶ βάθει πλούτου». Εἶτα πάλιν ἀκολούθως φησὶ καὶ «ὑπὸ τοῦ ἀποσταλέντος Ἰησοῦ Χριστοῦ», καὶ οὐκ ᾐδέσθη ἀπαξιώσας τὸν μονογενῆ θεοῦ ὀνόματος, ἀλλὰ μόνον ψιλῇ τῇ λέξει κέχρηται, ὡς ἐν τοῖς ἀνωτάτω ὡμολόγησε κεφαλαίοις, ἕως ψιλῆς ὀνομασίας νέμων τῷ υἱῷ τὸ γέρας τοῦ ὀνόματος. λέγει δὲ «πρὸ αἰώνων ὑποστάντα ἀληθῶς καὶ ὄντα ἀληθῶς γεννητῆς ὑποστάσεως»· «διατηρήσει» δέ φησιν «ἀπὸ τῆς ἀσεβείας». εἴωθε δὲ πᾶσα φαύλη γυνὴ τοὺς αὐτῆς τρόπους ἄλλοις προλαμβάνειν τε καὶ ἐπιφημίζειν. οὐχ ὁρῶν γὰρ εἰς ὅσα ἠσέβησεν ἑαυτὸν εὐσεβῆ νομίζει, ὡς οἱ τὴν παραπληξίαν κεκτημένοι νομίζουσι μὲν ἑαυτοὺς ἐν φρονήσει εἶναι, τοὺς δὲ ἄλλους φρενιτιῶντας. ἐνταῦθα δὲ «ἐν Χριστῷ Ἰησοῦ» θέμενος οὐδὲ «τῷ κυρίῳ ἡμῶν» ἐτόλμησεν ἀποδοῦναι, ἀλλ' εἰρωνικῶς «τῷ σωτῆρι ἡμῶν» ἔφησεν. καὶ φησὶ «δι' οὗ πᾶσα δόξα τῷ θεῷ καὶ πατρί, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν». καὶ αὐτὸ δὲ τὸ εἰπεῖν «πᾶσα δόξα» ὅπως περιάροι τὸν υἱὸν ἀπὸ τῆς τιμῆς τε καὶ δόξης· οὗ οὐδεὶς ἀνέξοιτό ποτε τῶν εὐσεβῶν καὶ ἐκ πνεύματος ἁγίου τὴν δωρεὰν τῆς ἀληθινῆς πίστεως εἰληφότων. Ταῦτα δὲ πάντα διαλαβόντες τὰ ὑπὸ τούτου τοῦ Ἀετίου εἰρημένα ἐν διαλεκτικῇ τινι τέχνῃ καὶ συλλογιστικῇ ὑπονοίᾳ ἀνθρωπίνης μαγγα3.411 νείας ἐν κεφαλαίοις ˉλˉζ, † οἷς νουνεχῶς ὑμᾶς ἐντυχεῖν παρακαλοῦμεν. καὶ εὐθὺς μὲν εἴσεσθε, ὦ Χριστιανῶν παῖδες καὶ δοῦλοι Χριστοῦ καὶ υἱοὶ τῆς ἀληθείας, τὴν πᾶσαν αὐτοῦ γηΐνην κενοφωνίαν καὶ ἀλλοτρίαν πνεύματος ἁγίου διδασκαλίαν· ὃς οὐκ ἐτόλμησε κἂν ἐν μιᾷ λέξει μνησθῆναι θείου λόγου ἢ ῥητοῦ τινος παλαιᾶς ἢ καινῆς διαθήκης, οὐκ ἀπὸ νόμου, οὐκ ἀπὸ προφητῶν, οὐκ ἀπὸ εὐαγγελίων, οὐκ ἀπὸ ἀποστόλων, οὐ τινὸς τῶν πατριαρχῶν μαρτυρίαν παρενέγκαι, οὔτ' αὐτοῦ τοῦ σωτῆρος, οὐ πατρὸς πώποτε, οὐχ ἁγίου πνεύματος ῥῆμα δι' ἀποστόλων εἰρημένον ἢ διὰ προφητῶν, ἵνα παντελῶς αὐτοφώρατος γένηται τοῖς φίλοις τῆς ἀληθείας ὅτι παντάπασιν ἀλλότριος τυγχάνει θεοῦ καὶ τῆς αὐτοῦ πίστεως. νομίζω δὲ καὶ ἱκανῶς ἡμᾶς πρὸς τὰς αὐτοῦ προτάσεις κατὰ τὸ δυνατὸν ἰδιωτικῷ λόγῳ, συστάσει δὲ τῇ ἀπὸ τῶν θείων γραφῶν καὶ αὐτοῦ τοῦ εὐσεβοῦς λογισμοῦ πρὸς αὐτὸν ἀπηντηκέναι. καὶ ἐπειδὴ ἱκανῶς ἐν ταῖς πρὸς αὐτὸν ἀνατροπαῖς περὶ πίστεως σαφῶς διελέχθημεν, ἀρκετῶς ἡγούμεθα, ἵνα μὴ προσθέντες δυσχέρειάν τινα περὶ τὴν ἀνάγνωσιν περισσοτέραν ἐργασώμεθα. Ὀλίγα δὲ πάλιν ἐξ ὧν αὐτὸς ἀρθεὶς τὴν διάνοιαν μετὰ τὴν ἀλλόκοτον αὐτοῦ πίστιν καὶ εἰς Χριστὸν καὶ εἰς τὸ ἅγιον αὐτοῦ πνεῦμα ἀπέχθειαν *, ὅσα ἐτόλμησε τὸ αὐτοῦ στόμα καὶ τῶν ὑπ' αὐτοῦ μεμαθητευμένων * καὶ ἐν θράσει εἰς ὕψος ἆραι τὴν διάνοιαν καὶ ὑπέρογκα βλασφημῆσαι, αὖθις ἐπιλαβόμενος συντόμως λέξω. Οὗτος γὰρ ἐφαντάσθη καὶ οἱ ἀπ' αὐτοῦ ὑπὲρ πάντα ἄνθρωπον οὐκ ἐπὶ τῷ εἰδέναι τὸν θεὸν κατὰ πίστιν, ἀλλὰ φύσει κατὰ