545
εἴδησιν, ὡς καὶ ἄνω που ὑπέμνησα φασκόντων αὐτῶν οὐχ ἁπλῶς εἰδέναι τὸν θεὸν ἐν γνώσει πίστεως, ἀλλ' ὡς ἐὰν γινώσκῃ τις πᾶν ὁρατὸν καὶ χερσὶν αὐτοῦ ψηλαφώμενον, ὡς εἴ τις λάβοι μετὰ χεῖρας λίθον ἢ ξύλον ἢ ἄλλης τινὸς ὕλης ἐργαλεῖον, οὕτως ἔφη καὶ οὗτος ὁ γεννάδας ὅτι οὕτως οἶδα τὸν θεόν, ὥσπερ ἐμαυτόν, καὶ οὐ τοσοῦτον οἶδα ἐμαυτὸν ὡς τὸν θεόν. λοιπὸν δὲ τὸ μωρὰ λέγειν καὶ ἀκούειν πολλοῖς μέν ἐστιν εἰς ἀπάτην, τοῖς δὲ συνετοῖς εἰς χλεύην. τίς γὰρ τῶν φρενοβλάβειαν ἑαυτοῖς κεκτημένων καὶ μεμηνότων οὐ δύναται καὶ ἄλλους ἐκμαίνειν, καὶ μάλιστα τοὺς συνεπομένους καὶ ὑπακούοντας; εἰ γάρ τις ἠρώτησεν αὐτὸν καὶ τοὺς ἀπ' αὐτοῦ· μή μοι διήγησαι θεὸν εἰδέναι τὸν ἀσύγκριτον καὶ ἀκατάληπτον, 3.412 τὸν κατὰ τὸ εἶδος μὲν μὴ καταλαμβανόμενον, πίστει δὲ γινωσκόμενον τοῖς αὐτοῦ δούλοις, ἀλλὰ διήγησαί μοι τοὺς πυθμένας τῆς γῆς, τὰ ταμιεῖα τῆς ἀβύσσου, τὰς φλέβας τῆς θαλάσσης, Ἅιδου τὸν τόπον, ἀέρος τὰ μέτρα, οὐρανῶν τὸ εἶδος καὶ τὰ πάχη, τί τὸ ἄκρον τῶν ἄνω, τί τὸ τέρμα τῶν κάτω, τί ἐν δεξιᾷ, τί ἐν εὐωνύμοις τῆς κτίσεως, τῆς ἑαυτοῦ πλάσεως τὸ διήγημα, τῶν ἐπὶ γῆς ἀμυθήτων τὸν ἀριθμὸν καὶ τὰ μέτρα, λοιπὸν ταῦτα ἀκούσαντες, ὡς ἠκούσαμεν παρὰ τῶν ὑπ' αὐτοῦ ἠπατημένων, εἰς σοφιστικὰς προφάσεις παρεκκλίναντες εἰρωνείᾳ λοιπὸν λέγουσιν οἱ ἀπ' ἐκείνου μεμαθηκότες ὅτι πάντα ταῦτα τὰ σωματικά καὶ ἐστι καὶ οὐ δυνάμεθα εἰδέναι· τὸν θεὸν δὲ τὸν αὐτὰ πεποιηκότα οἴδαμεν σαφῶς ποταπός ἐστι καὶ πῶς ἐστι καὶ οἷός ἐστι καὶ τίς ἐστι. τίς δὲ ἀκούσας ταῦτα οὐκ ἂν καταγελάσειεν εὐθύς; εὔηθες γάρ ἐστι τὸ ὅλον ὅτι τὸν τεχνίτην καὶ ἀσύγκριτον καὶ ἀνεκδιήγητον λέγει εἰδέναι καὶ ἠκριβωκέναι καὶ εἴθε ἔλεγε τῇ πίστει εἰδέναι καὶ ἠκριβωκέναι, ἀλλὰ μὴ κατὰ εἴδησίν τινα ψηλαφήσεως ἐτόλμα καὶ τολμῶσι λέγειν, τὰ δὲ ὑπ' αὐτοῦ γενόμενα τοῦ ἀσυγκρίτου διὰ τὸ κατὰ τὸ εἶδος * δυνάμενα παρὰ τῶν ὁρώντων ὑπερθαυμάζεσθαι φάσκει αὐτόν τε καὶ τοὺς αὐτοῦ μὴ εἰδέναι, μάλιστα πάντη τῶν θείων γραφῶν σαφῶς περὶ θεοῦ κηρυττουσῶν τὸ ἀόρατον αὐτὸν εἶναι καὶ ἀκατάληπτον καὶ ἀπερινόητον, μόνον δὲ πίστει ἐν ἀληθείᾳ γινωσκόμενον ὅτι «ἔστι καὶ τοῖς ἀγαπῶσιν αὐτὸν μισθαποδότης γίνεται». Ὅταν δέ τις αὐτοῖς εἴπῃ τῶν ὀρθῶς περὶ θεοῦ δόξης πίστεώς τε καὶ ἀγάπης καὶ ἀκαταληψίας δοξαζόντων ὅτι ἡμεῖς οἴδαμεν θεὸν ἀκατάληπτον, θεὸν ἀόρατον, ἀνεκδιήγητον, οἴδαμεν δὲ αὐτὸν ὄντως ὄντα δὲ ἀόρατον καὶ ἀκατάληπτον, ἐπισκωμματικῶς καὶ κωτίλως λοιπὸν ὡς μῦθόν τινα διηγούμενος ἐτόλμησεν οὗτος ὁ τὴν καινὴν διαλεκτικὴν ἡμῖν φέρων *· τίνι οὖν ἐοίκατε καὶ ἡ ὑμῶν πίστις; παρθένῳ φθαρείσῃ, οὔσῃ δὲ τυφλῇ καὶ κωφῇ καὶ ἀλάλῳ, ἥτις ὅτι μὲν πέφθαρται πᾶσι πέφηνε τοῖς αὐτὴν γινώσκουσιν, ἐρωτωμένη δὲ τίς ὁ φθορεὺς οὐκ ἀκούει ἵνα μάθῃ καὶ οὔτε ἑώρακε τὸν φθείραντα διὰ τὸ τετυφλῶσθαι οὔτε ἀπαγγεῖλαι δύναται διὰ τὸ ἄλαλον· ὡς εἶναι ἀντιστρόφως πρὸς αὐτὸν καὶ τὸν αὐτοῦ μῦθον κατὰ τὸ γεγραμμένον «ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν 3.413 αὐτοῦ, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο» καὶ τὰ τούτοις ὅμοια. αὐτὸς γὰρ ἔοικε τυφλῷ ἐκ γενετῆς οὕτω γεγεννημένῳ, λαλοῦντι δὲ καὶ πολλὰ λαλοῦντι καὶ ἀκούοντι, καὶ εἰδότι μὲν λευκοῦ τὸ ὄνομα καὶ μέλανος, κυανοῦ τε καὶ πρασίνου καὶ πυρροῦ καὶ τῶν ἄλλων διαφόρων χρωμάτων, φωτός τε καὶ σκότους, ὧν μὲν τὰ ὀνόματα ἐνηχεῖται, οὐ μὴν δὲ γινώσκει τί τὸ εἶδος οὐδ' ὅλως δύναται αὐτὸ ἑρμηνεῦσαι διὰ τὸ ἀπ' ἀρχῆς αὐτὸν τυφλὸν γεννηθῆναι καὶ τὴν ἐναλλαγὴν ἑκάστης ποιότητος χρωμάτων ἀγνοεῖν καὶ τὸ εἶδος. ἑκάστου γὰρ αὐτῶν τῶν ὀνομάτων τὸ κατάλληλον τῆς διακρίσεως δι' ὁρατικῶν αἰσθήσεων ἔχει τὴν πεῖραν, οὐ μὴν δὲ διὰ φράσεως τῷ μὴ γινώσκοντι ἀπ' ἀρχῆς τὸ εἶδος, οὔτε διὰ ψηλαφήσεως καὶ ἁφῆς δυνάμενον δοκιμασθῆναι. ὅταν γοῦν οἱ ἀπὸ γενετῆς τυφλοὶ περὶ τούτων διαλεγόμενοι καὶ εἰδότες ἀντιπαρατιθέναι τὸ μέλαν πρὸς τὸ λευκὸν καὶ τὸ χλωρὸν πρὸς τὸ κυάνεον