546
καὶ πορφύρεον, τε κοκκηρόν τε καὶ τὰ ἄλλα χρώματα, ἐρωτηθῶσι δὲ ἀφ' ἡμῶν τὴν ποιότητα τοῦ εἴδους καὶ τὸ χρῶμα ἑκάστης ποιότητος, οὔτε δύνανται εἰπεῖν οὔτε ἀφ' ἡμῶν διδαχθῆναι, μόνον δὲ διὰ λόγου πείθουσιν ἑαυτῶν τὴν διάνοιαν, ἀπατῶσι δὲ τοὺς ἀκούοντας, ὡς εἰδότες τέλεον περὶ τῆς διακρίσεως, * κἄν τε τῷ λόγῳ λέγωσι, τὴν ἀγνωσίαν διὰ τῆς ἀκαταληψίας κεκτημένοι. οὕτω καὶ οὗτος ἥκει ἡμῖν λέγων περὶ θεοῦ καὶ ἐπιφημίζει μὲν σκωπτηλῶς τῆς ἀλάλου καὶ κωφῆς καὶ τυφλῆς παρθένου τὴν φθοράν, αὐτὸς κατὰ τὴν αὐτοῦ βλασφημίαν πεφθαρμένος μᾶλλον καὶ τὴν ἀγνωσίαν ὡς ἀπὸ γενετῆς τύφλωσιν κεκτημένος, λέγων μὲν περὶ θεοῦ, λόγοις δὲ ἀπεικάζων * λοιπὸν δὲ καὶ εἰς ἀναισχυντίαν τοὺς ὑπ' αὐτοῦ μεμαθητευμένους παρασκευάσας· οὐδὲν γὰρ αὐτοῖς ἀτόλμητον. βλασφημοῦσι μὲν οὖν προφητῶν ὀνόματα καὶ ἀποστόλων, ὅταν ἐλεγχόμενοι ὑπό τινων ὑποπιέζωνται, εὐθὺς ἀποτρέχοντες καὶ ἀποπηδῶντες καὶ λέγοντες· τοῦτο ὁ ἀπόστολος ὡς ἄνθρωπος ἔφη· ἄλλοτε δέ· τί μοι φέρεις τὰ τῆς παλαιᾶς διαθήκης; οὐκ ἔστι δὲ θαυμαστὸν κατὰ τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα ὅτι «εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ;» εἰ γοῦν αὐτὸν τὸν κύριον καὶ τὴν ἀληθινὴν αὐτοῦ δόξαν ἀρνοῦνται, πόσῳ γε μᾶλλον προφήτας αὐτοῦ καὶ ἀποστόλους; ἔτι δὲ εἰς περισσοτέραν μανίαν ἀρθέντες οἱ ἀπ' αὐτοῦ μεμαθητευμένοι καὶ ὁ τούτων διάδοχος, Εὐνόμιός τις ψευδωνύμως καλούμενος, ἔτι καὶ δεῦρο 3.414 περιὼν τῷ βίῳ μέγα κακόν, * τόλμημα· ἀναβαπτίζει γὰρ τοὺς ἤδη βαπτισθέντας, οὐ μόνον τοὺς ἀπὸ ὀρθοδόξων πρὸς αὐτὸν ἐρχομένους καὶ αἱρέσεων, ἀλλὰ καὶ τοὺς ἀπ' αὐτῶν τῶν Ἀρειανῶν. ἀναβαπτίζει δὲ αὐτοὺς εἰς ὄνομα θεοῦ ἀκτίστου καὶ εἰς ὄνομα υἱοῦ κεκτισμένου καὶ εἰς ὄνομα πνεύματος ἁγιαστικοῦ καὶ ὑπὸ τοῦ κεκτισμένου υἱοῦ κτισθέντος. ἵνα δὲ τὸ πᾶν κυβείας καὶ θυμέλης καὶ σκηνῆς τὸ ἐργαστήριον αὐτῶν ὀφθείη, ὅτι οὐκέτι πίστις ἡ ἀπ' αὐτῶν καταγγελλομένη, ἀλλὰ σχεδὸν εἰπεῖν μίμων ἐργαστήριον, διεβεβαιώσαντό τινες ὅτι κατὰ κεφαλῆς τοὺς ἀναβαπτιζομένους βαπτίζει, τοὺς πόδας ἄνω καὶ τὴν κεφαλὴν κάτω. καὶ οὕτως ἐνωμότως βιάζεται αὐτοὺς ὀμόσαι μὴ ἀποπηδῆσαι τῆς ἀπ' αὐτοῦ μεμηχανημένης τοιαύτης αἱρέσεως. φασὶ δὲ τὸν αὐτὸν Ἀέτιον μετὰ τὴν τελευτὴν Κωνσταντίου ὑπὸ Ἰουλιανοῦ τοῦ βασιλεύσαντος ἀνακληθέντα τῆς ἐξορίας, ἔτι ὄντα διάκονον τῆς αὐτοῦ αἱρέσεως, ὑπὸ τῆς αὐτοῦ αἱρέσεως ἐπισκόπου εἰς ἐπισκοπὴν προῆχθαι. Ταῦτα δὲ τὰ εἰς ἡμᾶς ἐλθόντα περὶ Ἀετίου καὶ τῶν αὐτοῦ μαθητῶν, οἷστισι τινὲς Ἀνομοίου ἐπέθεντο ὄνομα διὰ τὸ ἔτι περισσότερον τῆς τοῦ Ἀρείου πεφρονηκέναι αὐτὸν αἱρέσεως δεινοτέρως· ἅτινα κατὰ τὸ δυνατὸν λεπτομερῶς ἐν θεῷ διεξελθόντες ὥσπερ πολύπουν σκολόπενδραν καὶ ἴουλον τὸ καλούμενον ἑρπετὸν τῷ τῆς ἀληθείας ποδὶ καταπατήσαντες καὶ τῇ τοῦ μονογενοῦς ἀληθινῇ ὁμολογίᾳ συντρίψαντες, συνήθως θεῷ εὐχαριστοῦντες, τὴν αὐτοῦ δύναμιν ἐπαγόμενοι εἰς βοήθειαν τῆς ἡμετέρας ἀσθενείας, ἐπὶ τὰς ἑξῆς ὑπολειφθείσας κατὰ τὴν δύναμιν ἡμῶν καὶ κατάληψιν ἡμῶν ἴωμεν, ὦ ἐπιπόθητοι, αὐτὸν ἐπικαλούμενοι, ὡς ἔφην, τὸν δεσπότην συμπαρεῖναι ἡμῖν πρὸς τὴν ἐκείνων ὑπόδειξιν καὶ τὴν πρὸς αὐτοὺς ἀνατροπήν, ἵνα ἐν τῇ αὐτοῦ δυνάμει δυνηθείημεν πληρῶσαι τὸ ἐπάγγελμα τῆς ἡμῶν σμικρότητος καὶ βραχύτητος. 3.416 Κατὰ ∆ιμοιριτῶν τῶν ὑπό τινων Ἀπολιναριτῶν κληθέντων, μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν ὁμολογούντων, ˉνˉζ, τῆς δὲ ἀκολουθίας ˉοˉζ. 1. Καθεξῆς δὲ τούτοις πάλιν ἐπίπονος ἡμῖν ἐν προλήψει τῷ βίῳ ἐφύη τις ἀλλοτρία τῆς πίστεως λέξις, ἐκ ποίας αἰτίας οὐκ ἔχω λέγειν, ἀλλ' ἵνα μὴ * ἐάσῃ ὁ ἀεὶ ταράσσων τὴν ἀνθρωπείαν φύσιν καὶ πολεμῶν ὡς εἰπεῖν διάβολος, ἐμβάλλων αὐτοῦ τὰ πικρὰ δηλητήρια ἐν τοῖς θαυμασίοις ἐδέσμασι, καὶ ὡς ἐν μέλιτι παραβάλλων τὴν πικρίαν, οὕτω διὰ τινῶν τῶν ἐπ' ἄκρον