547
βίου θαυμαζομένων καὶ ἐν ἐπαίνοις ὀρθοδοξίας ἀεὶ καταγγελλομένων *. καὶ γὰρ τοῦτό ἐστι τὸ ἔργον αὐτοῦ, τοῦ φθονήσαντος ἀπ' ἀρχῆς τῷ πατρὶ ἡμῶν Ἀδὰμ καὶ πᾶσιν ἀνθρώποις ἐχθραίνοντος, ὡς καί που ὑπό τινων σοφῶν εἴρηται ὅτι φθόνος ἀεὶ ταῖς μεγάλαις εὐπραγίαις ἀντίπαλος. οὕτω καὶ διὰ τῶν μειζόνων προσώπων ἔβαλέ τινας προφάσεις, ἵνα ἡμᾶς καὶ τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ἄλυπον μὴ ἐάσῃ, ἀλλὰ ἀεὶ θορυβουμένην τε καὶ πολεμουμένην. ἔδοξε γάρ τισι καὶ τοῖς ἐξ ἡμῶν ὁρμωμένοις καὶ ἐν μεγάλῃ διαθέσει ὑπάρχουσιν, ἐν ἐπαίνοις δὲ ἀεὶ παρ' ἡμῖν καὶ παρὰ πᾶσιν ὀρθοδόξοις ἐκθειαζομένοις, παρεκβάλλειν τὸν νοῦν ἀπὸ τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρουσίας καὶ λέγειν ὅτι σάρκα ἔλαβεν ὁ Χριστὸς ἐλθὼν ὁ κύριος ἡμῶν καὶ ψυχήν, νοῦν δὲ οὐκ ἔλαβε τουτέστι τέλειον ἄνθρωπον· τί ἐκ τούτου τῷ βίῳ συνεισενεγκάμενοι ἀγνοῶ λέγειν ἢ παρὰ τίνων τῶν πρὸ αὐτῶν μεμαθηκότες ἢ τί ὠφέλιμον ἐκ τούτου κερδήσαντες ἢ χαρισάμενοι ἡμῖν τε καὶ τοῖς ἀκούουσι καὶ τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ οὐδὲν πλέον ἢ ταραχὴν καὶ διαίρεσιν εἰς ἡμᾶς ἐργασάμενοι καὶ λύπην καὶ ζημίαν τῆς ἀπ' ἀλλήλων γλυκύτητος καὶ ἀγάπης. τὴν γὰρ τῶν θείων γραφῶν ἀκολουθίαν καὶ εὐθύτητα καὶ ἀκακίας ὁμολογίαν, προφητικήν τε καὶ εὐαγγελικὴν καὶ ἀποστολικὴν πίστιν παρέντες σοφιστικὴν ἡμῖν λέξιν καὶ μυθώδη παρεισήγαγον, μεθ' ἧς καὶ πολλῶν δεινῶν ἀκολουθίαν, πληροῦντες ἐν ἑαυτοῖς τὸ εἰρημένον ὅτι «ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας προσέχοντες μύθοις καὶ κενοφωνίαις». 2. Ὁ πρεσβύτης καὶ σεμνοπρεπής, ὁ ἀεὶ ἡμῖν ἀγαπητὸς καὶ τῷ μακαρίτῃ πάπᾳ Ἀθανασίῳ καὶ πᾶσιν ὀρθοδόξοις, Ἀπολινάριος ὁ ἀπὸ 3.417 Λαοδικείας, οὗτος ἦν ὁ ἐν ἀρχῇ τοῦτο τὸ ῥῆμα ἐπινοήσας τε καὶ προαγόμενος. καὶ τὰ πρῶτα μὲν ἐνηχούμενοι ἀπό τινων τῶν ὑπ' αὐτοῦ μεμαθητευμένων ἠπιστοῦμεν, εἰ ἄρα ὁ ἀνὴρ τοιοῦτος τυγχάνων τοῦτο παρεισήγαγε τῷ βίῳ τὸ ῥῆμα, ἔτι ἐν προσδοκίᾳ ἐλπίδος μακροθυμοῦντες, ἕως τἀκριβὲς ἐπιγνῶμεν. ἐλέγομεν γὰρ τοὺς παῖδας τοὺς ἀπ' αὐτοῦ πρὸς ἡμᾶς ἀφικομένους, μὴ νοοῦντας τὰ βαθέως ὑπὸ τοῦ τοιούτου λογίου ἀνδρὸς καὶ συνετοῦ καὶ διδασκάλου εἰρημένα, ἀφ' ἑαυτῶν ταῦτα πλάττειν, μὴ ἀπ' αὐτοῦ μεμαθηκότας. πολλὰ γὰρ ἦν, ἃ ἐν αὐτοῖς τοῖς πρὸς ἡμᾶς ἐρχομένοις ἀμφεβάλλετο· τινὲς μὲν γὰρ αὐτῶν ἐτόλμησαν λέγειν ἄνωθεν τὸν Χριστὸν τὸ σῶμα κατενηνοχέναι. ἐπιμένουσα δὲ ἐν τῇ τῶν ἀνθρώπων ἐννοίᾳ ἡ ξενολογία ἐπὶ τὴν δεινότητα προκοπὴν εἰργάζετο· ἄλλοι γὰρ ἐξ αὐτῶν καὶ τὸ ψυχὴν εἰληφέναι τὸν Χριστὸν ἠρνήσαντο. τινὲς δὲ καὶ ὁμοούσιον τὸ σῶμα τοῦ Χριστοῦ τῇ θεότητι λέγειν ἐτόλμησαν καὶ τὰ ἀνατολικὰ μέρη εἰς πολλὴν ταραχὴν κατέστησαν, δι' οὓς ἀνάγκη γέγονε σύνοδον συγκροτηθῆναι καὶ ἀναθεματίσαι τοὺς τοιούτους. ἀλλὰ καὶ ὑπομνήματα πέπρακται, ὧν ἀντίγραφα τῷ μακαρίτῃ πάπᾳ Ἀθανασίῳ ἀπεστάλη, δι' ἣν αἰτίαν τῶν ὑπομνημάτων καὶ αὐτὸς ὁ μακαρίτης ἠναγκάσθη γράψαι ἐπιστολὴν κατὰ τῶν τὰ τοιαῦτα λεγόντων, μετὰ ἀπειλητικῶν λόγων ἐπιμεμψάμενος τῷ αἰδεσιμωτάτῳ ἐπισκόπῳ Ἐπικτήτῳ, ὅτι κατηξίωσε περὶ τούτου κἂν ἀπόκρισιν τοῖς ταράξασι δοῦναι. σαφῶς δὲ περὶ τῆς πίστεως γράψας ὁ αὐτὸς μακαρίτης ἐν ταὐτῷ καὶ τοὺς αὐτὰ φάσκοντας καὶ ταράττοντας ἀπεκήρυξεν. ἧς ἐπιστολῆς τὸ ἀντίγραφον ἐνταῦθα παραθέσθαι διόλου ἀναγκαῖον ἡγησάμην. καὶ ἔστι τόδε· Ἀθανάσιος ἐπίσκοπος Ἀλεξανδρείας πρὸς Ἐπίκτητον ἐπίσκοπον Κορίνθου. 3. Ἐγὼ μὲν ἐνόμιζον πᾶσαν ματαιολογίαν πάντων, ὅσοι δηποτοῦν εἰσιν αἱρετικοί, πεπαῦσθαι ἐκ τῆς γενομένης ἐν Νικαίᾳ συνόδου. ἡ γὰρ ἐν αὐτῇ παρὰ τῶν πατέρων κατὰ τὰς ἁγίας γραφὰς ὁμολογηθεῖσα πίστις αὐτάρκης ἐστὶ πρὸς ἀνατροπὴν μὲν πάσης ἀσεβείας, σύστασιν δὲ τῆς ἐν Χριστῷ εὐσεβοῦς πίστεως. διὰ τοῦτο γοῦν καὶ νῦν δια3.418 φόρων γενομένων συνόδων, ἔν τε τῇ Γαλλίᾳ καὶ Σπανίᾳ καὶ τῇ μεγάλῃ Ῥώμῃ, πάντες οἱ συνελθόντες τοὺς