548
μὲν ἔτι κρυπτομένους καὶ φρονοῦντας τὰ Ἀρείου, Αὐξέντιον δὴ λέγω τὸν ἐν Μεδιολάνῳ καὶ Οὐρσάκιον καὶ Οὐάλεντα καὶ Γάϊον ἀπὸ τῆς Παννονίας, παμψηφί, ὡς ἀπὸ ἑνὸς πνεύματος κινούμενοι, ἀνεθεμάτισαν· ἔγραψαν δὲ πανταχοῦ διὰ τὸ τοὺς τοιούτους ἐπινοεῖν ἑαυτοῖς ὀνόματα συνόδων μηδεμίαν ἐν τῇ καθολικῇ ἐκκλησίᾳ σύνοδον ὀνομάζεσθαι, εἰ μὴ μόνον τὴν ἐν Νικαίᾳ γενομένην, τρόπαιον μὲν οὖσαν πάσης αἱρέσεως, ἐξαιρέτως δὲ τῆς Ἀρειανῆς, δι' ἣν μάλιστα καὶ ἡ σύνοδος τότε συνήχθη. πῶς τοίνυν ἔτι μετὰ τοσαῦτα ἀμφισβητεῖν τινες ἢ ζητεῖν ἐπιχειροῦσιν; εἰ μὲν οὖν ἐκ τῶν Ἀρειανῶν εἰσιν, οὐδὲν θαυμαστόν, εἰ τὰ καθ' ἑαυτῶν γραφέντα διαβάλλουσιν, ὥσπερ καὶ Ἕλληνες ἀκούοντες «τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργον χειρῶν ἀνθρώπων,» μωρίαν ἡγοῦνται τὴν περὶ τοῦ † ἁγίου πνεύματος διδασκαλίαν. εἰ δὲ τῶν δοκούντων ὀρθῶς πιστεύειν καὶ ἀγαπᾶν τὰ δηλωθέντα παρὰ τῶν πατέρων εἰσὶν οἱ διὰ τοῦ ζητεῖν ἀνασκευάζειν ἐθέλοντες, οὐδὲν ἕτερον ποιοῦσιν ἢ κατὰ τὸ γεγραμμένον «τὸν μὲν πλησίον ποτίζουσιν ἀνατροπὴν θολεράν», λογομαχοῦσι δὲ ἐπ' οὐδενὶ χρησίμῳ ἢ ἐπὶ καταστροφῇ τῶν ἀκεραίων. 4. Ταῦτα δὲ οὕτως γράφω, ἐντυχὼν τοῖς παρὰ τῆς σῆς θεοσεβείας πραχθεῖσιν ὑπομνήμασιν, ἃ μηδὲ γραφῆναι ὤφειλον, ἵνα μηδὲ 3.419 μνήμη τις τούτων τοῖς μετὰ ταῦτα γένηται. τίς γὰρ ἤκουσε τοιαῦτά ποτε; τίς δὲ ὁ διδάξας ἢ μαθών; «ἐκ μὲν γὰρ Σιὼν ἐξελεύσεται λόγος κυρίου καὶ νόμος θεοῦ ἐξ Ἱερουσαλήμ.» ταῦτα δὲ πόθεν ἐξῆλθε; ποῖος Ἅιδης ἐξηρεύξατο 20ὁμοούσιον εἰπεῖν τὸ ἐκ Μαρίας σῶμα τῇ τοῦ λόγου θεότητι20 ἢ ὅτι 20ὁ λόγος εἰς σάρκα καὶ ὀστᾶ καὶ τρίχας καὶ ὅλον σῶμα μεταβέβληται καὶ ἠλλάγη τῆς ἰδίας φύσεως20; τίς δὲ ὅλως ἤκουσε παρὰ Χριστιανῶν ὅτι 20θέσει καὶ οὐ φύσει σῶμα πεφόρηκεν ὁ υἱὸς20 ἢ τίς τοσοῦτον ἠσέβησεν ὥστε εἰπεῖν ἅμα καὶ φρονεῖν ὅτι 20ἡ θεότης αὐτοῦ ἡ ὁμοούσιος τῷ πατρὶ αὐτὴ περιετμήθη καὶ ἀτελὴς ἐκ τελείου γέγονε20 καὶ 20τὸ ἐν τῷ ξύλῳ καθηλούμενον οὐκ ἦν τὸ σῶμα, ἀλλὰ αὐτὴ ἡ δημιουργὸς οὐσία τῆς σοφίας20; τίς δὲ ἀκούων ὅτι 20οὐκ ἐκ Μαρίας, ἀλλ' ἐκ τῆς αὐτοῦ οὐσίας μετεποίησεν ἑαυτῷ σῶμα παθητὸν ὁ λόγος20, εἴποι ἂν Χριστιανὸν τὸν λέγοντα ταῦτα; τίς δὲ τὴν ἀθέμιτον ταύτην ἐπενόησεν ἀσέβειαν, ὥστε κἂν εἰς ἐνθύμησιν ἐλθεῖν καὶ εἰπεῖν ὅτι 20ὁ λέγων ἐκ Μαρίας εἶναι τὸ κυριακὸν σῶμα οὐκέτι τριάδα, ἀλλὰ τετράδα ἐν τῇ θεότητι φρονεῖ20; ὡς διὰ τοῦτο τοὺς οὕτω διακειμένους τῆς οὐσίας τῆς τριάδος λέγειν τὴν σάρκα, ἣν ἐνεδύσατο ἐκ Μαρίας ὁ σωτήρ. πόθεν δὲ πάλιν ἠρεύξαντό τινες ἴσην ἀσέβειαν τοῖς προειρημένοις, ὥστε εἰπεῖν 20μὴ νεώτερον εἶναι τὸ σῶμα τῆς τοῦ λόγου θεότητος, ἀλλὰ συναΐδιον αὐτῷ διὰ παντὸς γεγενῆσθαι, ἐπειδὴ ἐκ τῆς σοφίας συνέστη20; πῶς δὲ καὶ ἀμφιβάλλειν ἐτόλμησαν οἱ λεγόμενοι Χριστιανοί, εἰ 20ὁ ἐκ Μαρίας προελθὼν20 κύριος υἱὸς μὲν τῇ οὐσίᾳ καὶ τῇ φύσει τοῦ θεοῦ ἐστι, τὸ δὲ κατὰ σάρκα ἐκ σπέρματος ∆αυίδ ἐστι, σαρκὸς δὲ τῆς ἁγίας Μαρίας; τίνες ἄρα 3.420 οὕτω τολμηροὶ γεγόνασιν ὥστε εἰπεῖν 20τὸν Χριστὸν τὸν σαρκὶ παθόντα καὶ ἐσταυρωμένον μὴ εἶναι κύριον καὶ σωτῆρα καὶ θεὸν καὶ υἱὸν τοῦ πατρός20; ἢ πῶς Χριστιανοὶ θέλουσιν ὀνομάζεσθαι οἱ λέγοντες 20εἰς ἄνθρωπον ἅγιον, ὡς ἐπὶ ἕνα τῶν προφητῶν, ἐληλυθέναι τὸν λόγον καὶ μὴ αὐτὸν ἄνθρωπον γεγονέναι λαβόντα ἐκ Μαρίας τὸ σῶμα, ἀλλ' ἕτερον εἶναι τὸν Χριστὸν καὶ ἄλλον τὸν τοῦ θεοῦ υἱόν, τὸν πρὸ Μαρίας καὶ πρὸ αἰώνων υἱὸν ὄντα τοῦ πατρός20; ἢ πῶς Χριστιανοὶ εἶναι δύνανται οἱ λέγοντες 20ἄλλον τὸν υἱὸν εἶναι καὶ ἄλλον εἶναι τὸν τοῦ θεοῦ λόγον20; 5. Ταῦτα ἦν ἐν τοῖς ὑπομνήμασιν διαφόρως μὲν εἰρημένα, μίαν δὲ τὴν διάνοιαν καὶ τὴν αὐτὴν ἔχοντα, πρὸς ἀσέβειαν βλέπουσαν. διὰ ταῦτα διεκρίνοντο καὶ διεμάχοντο πρὸς ἀλλήλους οἱ αὐχοῦντες ἐπὶ τῇ ὁμολογίᾳ τῶν πατέρων τῇ ἐν Νικαίᾳ γενομένῃ. ἐγὼ δὲ τὴν σὴν ἐθαύμασα θεοσέβειαν ἀνασχομένην καὶ ὅτι μὴ τούτους μὲν ἔπαυσε ταῦτα λέγοντας, τὴν δὲ εὐσεβῆ πίστιν