549
παρέθηκεν αὐτοῖς, ἵνα ἢ ἀκούσαντες ἠρεμήσωσιν ἢ ἀντιλέγοντες ὡς αἱρετικοὶ νομισθῶσι. τὰ γὰρ προειρημένα οὔτε λεκτὰ οὔτε ἀκουστὰ παρὰ Χριστιανοῖς, ἀλλὰ ἀλλότρια κατὰ πάντα τρόπον τῆς ἀποστολικῆς διδασκαλίας ἐστί. διὰ τοῦτο γοῦν κἀγὼ τὰ παρ' ἐκείνων, ὡς εἴρηται, γυμνῶς πεποίηκα ἐγγραφῆναι τῇ ἐπιστολῇ, ἵνα καὶ μόνον ὁ ἀκούων θεωρῇ τὴν ἐν αὐτοῖς αἰσχύνην καὶ ἀσέβειαν. καὶ εἰ καὶ ἔδει διὰ πλειόνων κατηγορεῖν καὶ διελέγχειν τὴν τῶν ταῦτα διανοηθέντων αἰσχύνην, ἀλλὰ καὶ καλὸν εἶναι ἕως τούτων τὴν ἐπιστολὴν καὶ μηδὲν πλέον γράφειν-τὰ γὰρ οὕτως φανερῶς δεικνύμενα φαῦλα γυμνάζειν ἐπὶ πλέον καὶ περιεργάζεσθαι οὐ δεῖ, ἵνα μὴ τοῖς φιλονεικοῦσιν ὡς ἀμφίβολα νομισθῇ· τοῦτο μόνον ἀποκρίνασθαι πρὸς τὰ τοιαῦτα καὶ εἰπεῖν ἀρκεῖ, ὅτι οὐκ ἔστι ταῦτα τῆς καθολικῆς ἐκκλησίας οὐδὲ ταῦτα οἱ πατέρες 3.421 ἐφρόνησαν-ἵνα δὲ μὴ ἐκ τῆς τέλεον σιωπῆς πρόφασιν ἀναίσχυντον ἑαυτοῖς οἱ τῶν κακῶν ἐφευρεταὶ πορίσωνται, καλὸν ἐκ τῶν θείων γραφῶν ὀλίγων μνημονεῦσαι. τάχα γὰρ κἂν οὕτως αἰδεσθέντες παύσονται ἀπὸ τῶν ῥυπαρῶν τούτων ἐπινοιῶν. 6. Πόθεν ὑμῖν ἐπῆλθεν εἰπεῖν, ὦ οὗτοι, τὸ 20ὁμοούσιον εἶναι τὸ σῶμα τῆς τοῦ λόγου θεότητος20; ἀπὸ γὰρ τούτου καλὸν ἄρξασθαι, ἵνα τούτου δεικνυμένου σαθροῦ καὶ πάντα τὰ ἄλλα τοιαῦτα δειχθῇ. ἀπὸ μὲν οὖν τῶν γραφῶν οὐκ ἔστιν εὑρεῖν· θεὸν γὰρ ἐν ἀνθρωπίνῳ σώματι γεγονέναι λέγουσιν. ἀλλὰ γὰρ καὶ οἱ πατέρες οἱ ἐν Νικαίᾳ συνελθόντες οὐ τὸ σῶμα, ἀλλ' αὐτὸν τὸν υἱὸν εἰρήκασιν ὁμοούσιον τοῦ πατρός. καὶ τοῦτον μὲν ἐκ τῆς οὐσίας τοῦ πατρός, τὸ δὲ σῶμα ἐκ Μαρίας ὡμολόγησαν εἶναι πάλιν κατὰ τὰς γραφάς. ἢ τοίνυν ἀρνήσασθε τὴν ἐν Νικαίᾳ σύνοδον καὶ ὡς αἱρετικοὶ παρεισφέρετε ταῦτα ἤ, εἰ βούλεσθε τέκνα τῶν πατέρων εἶναι, μὴ φρονεῖτε παρ' ἐκεῖνα ἅπερ ἔγραψαν αὐτοί. καὶ γὰρ ἐκ τούτου τὸ ἄτοπον θεωρεῖν ὑμᾶς ἔξεστιν· εἰ ὁμοούσιος ὁ λόγος τῷ σώματι ἐκ γῆς ἔχοντι τὴν φύσιν, ὁμοούσιος δὲ ὁ λόγος τῷ πατρὶ κατὰ τὴν τῶν πατέρων ὁμολογίαν, ὁμοούσιος ἔσται καὶ αὐτὸς ὁ πατὴρ τῷ σώματι τῷ ἐκ γῆς γενομένῳ. καὶ τί ἔτι μέμφεσθε τοῖς Ἀρειανοῖς λέγουσι τὸν υἱὸν κτίσμα, λέγοντες καὶ αὐτοὶ τὸν πατέρα ὁμοούσιον τοῖς κτίσμασι καί, εἰς ἑτέραν ἀσέβειαν μετερχόμενοι, φάσκοντες 20εἰς σάρκα καὶ ὀστέα καὶ τρίχας καὶ νεῦρα καὶ ὅλον σῶμα μεταβεβλῆσθαι τὸν λόγον καὶ ἠλλάχθαι τῆς ἰδίας φύσεως20; ὥρα γὰρ εἰπεῖν ὑμᾶς φανερῶς ἐκ γῆς αὐτὸν γεγενῆσθαι· ἐκ γῆς γὰρ ἡ τῶν ὀστέων καὶ ὅλου τοῦ σώματος φύσις. τίς οὖν ἡ τοσαύτη παραφροσύνη, ἵνα καὶ πρὸς ἑαυτοὺς διαμάχησθε; ὁμοούσιον μὲν λέγοντες τὸν λόγον τῷ σώματι ἕτερον πρὸς ἕτερον σημαίνετε, τῷ δὲ εἰς σάρκα μεταβεβλῆσθαι αὐτοῦ τοῦ λόγου τροπὴν φαντάζεσθε. καὶ τίς ἔτι λοιπὸν ὑμῶν ἀνέξεται ταῦτα καὶ μόνον φθεγγομένων; πάσης γὰρ αἱρέσεως πλέον εἰς ἀσέβειαν ἐξεκλίνατε. εἰ γὰρ ὁμοούσιος ὁ λόγος τῷ σώματι, περιττὴ τῆς Μαρίας ἡ μνήμη καὶ ἡ χρεία, δυναμένου τοῦ σώματος καὶ πρὸ τῆς Μαρίας εἶναι ἀϊδίως, ὥσπερ οὖν ἐστι καὶ αὐτὸς ὁ λόγος, εἴ γε καθ' ὑμᾶς ὁμοούσιός ἐστι τῷ σώματι. τίς δὲ καὶ ἡ χρεία τῆς ἐπιδημίας τοῦ λόγου, ἵνα ἢ τὸ ἑαυτοῦ ὁμοούσιον 3.422 ἐνδύσηται ἢ τραπεὶς ἀπὸ τῆς ἰδίας φύσεως σῶμα γένηται; οὐ γὰρ αὐτὴ ἑαυτῆς ἡ θεότης ἐπιλαμβάνεται, ἵνα καὶ τὸ ὁμοούσιον αὐτῆς ἐνδύσηται. ἀλλ' οὐδὲ γὰρ ἥμαρτεν ὁ τὰς ἄλλων ἁμαρτίας λυτρούμενος λόγος, ἵνα τραπεὶς εἰς σῶμα ἑαυτὸν ὑπὲρ ἑαυτοῦ θυσίαν προσενέγκῃ καὶ ἑαυτὸν λυτρώσηται. 7. Ἀλλ' οὐκ ἔστιν οὕτως, μὴ γένοιτο. «σπέρματος γὰρ Ἀβραὰμ ἐπιλαμβάνεται», ὡς εἶπεν ὁ ἀπόστολος· «ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι» καὶ λαβεῖν ὅμοιον ἡμῖν σῶμα. διὰ τοῦτο γοῦν καὶ ὑπόκειται ἀληθῶς ἡ Μαρία, ἵνα ἐξ αὐτῆς τοῦτο λάβῃ καὶ ὡς ἴδιον ὑπὲρ ἡμῶν αὐτὸ προσενέγκῃ. καὶ ταύτην ὁ μὲν Ἠσαΐας προφητεύων ἐδείκνυε λέγων «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται», ὁ δὲ Γαβριὴλ ἀποστέλλεται πρὸς αὐτήν, οὐχ ἁπλῶς πρὸς παρθένον, ἀλλὰ «πρὸς