550
παρθένον μεμνηστευμένην ἀνδρί», ἵν' ἐκ τοῦ μνηστῆρος δείξῃ τὴν Μαρίαν ἀληθῶς ἄνθρωπον οὖσαν. καὶ τοῦ «τίκτειν» μνημονεύει ἡ γραφὴ καί φησιν «ἐσπαργάνωσε», καὶ «ἐμακαρίζοντο μαστοὶ οὓς ἐθήλασε», καὶ προσηνέχθη θυσία, ὡς «διανοίξαντος» τοῦ τεχθέντος «τὴν μήτραν». ταῦτα δὲ πάντα τικτούσης ἦν παρθένου γνωρίσματα. καὶ ὁ Γαβριὴλ δὲ ἀσφαλῶς εὐηγγελίζετο αὐτῇ λέγων οὐχ ἁπλῶς «τὸ γεννώμενον» ἐν σοί, ἵνα μὴ ἔξωθεν ἐπεισαγόμενον αὐτῇ σῶμα νομισθείη, ἀλλ' «ἐκ σοῦ», ἵνα φύσει τὸ γεννώμενον ἐξ αὐτῆς εἶναι πιστευθείη, φανερῶς καὶ τοῦτο τῆς φύσεως δεικνυούσης, ὡς ἀδύνατον σῶμα παρθένου φέρειν γάλα μὴ τεκούσης καὶ ἀδύνατον γάλακτι τραφῆναι σῶμα καὶ σπαργανωθῆναι μὴ πρότερον φύσει τεχθέν. τοῦτό ἐστι τὸ «περιτμηθὲν ὀκταήμερον»· τοῦτο Συμεὼν «εἰς τὰς ἀγκάλας ἐδέξατο»· τοῦτο γέγονε «παιδίον καὶ ηὔξησε» δωδεκαετὴς γενόμενος καὶ εἰς τὸν τριακοστὸν ἐνιαυτὸν ἦλθεν. οὐ γάρ, ὥς τινες ὑπενόησαν, 20ἡ οὐσία αὐτὴ τοῦ λόγου τραπεῖσα περιετμήθη20, ἀναλλοίωτος οὖσα καὶ ἄτρεπτος, λέγοντος μὲν αὐτοῦ τοῦ σωτῆρος «ἴδετέ με ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι», τοῦ δὲ Παύλου γράφοντος «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας». ἀλλὰ ἐν τῷ 20περιτμηθέντι20 σώματι καὶ βασταχθέντι καὶ φαγόντι καὶ καμόντι καὶ 20ἐν ξύλῳ καθη3.423 λωθέντι20 καὶ παθόντι ἦν ὁ ἀπαθὴς καὶ ἀσώματος τοῦ θεοῦ λόγος. τοῦτο ἦν ἐν τῷ μνημείῳ τεθέν, ὅτε αὐτὸς «ἐπορεύθη κηρῦξαι καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν», ὡς εἶπεν ὁ Πέτρος. 8. ὃ μάλιστα δείκνυσι τὴν ἄνοιαν τῶν λεγόντων εἰς ὀστέα καὶ σάρκα τετράφθαι τὸν λόγον. εἰ γὰρ τοῦτο ἦν, οὐκ ἦν χρεία μνημείου. αὐτὸ γὰρ ἂν ἐπορεύθη δι' ἑαυτοῦ τὸ σῶμα κηρῦξαι τοῖς ἐν τῷ Ἅιδῃ πνεύμασι. νῦν δὲ αὐτὸς μὲν ἐπορεύθη κηρῦξαι, τὸ δὲ σῶμα «εἰλίξας Ἰωσὴφ σινδόνι ἀπέθετο» ἐν τῷ Γολγοθᾷ· καὶ δέδεικται πᾶσιν ὅτι μὴ τὸ σῶμα ἦν ὁ λόγος, ἀλλὰ σῶμα ἦν τοῦ λόγου. καὶ τοῦτο Θωμᾶς ἀναστὰν ἐκ νεκρῶν ἐψηλάφησε καὶ εἶδεν ἐν αὐτῷ «τοὺς τύπους τῶν ἥλων», οὓς ὑπέμεινεν αὐτὸς ὁ λόγος ὁρῶν καθηλουμένους ἐν τῷ σώματι τῷ ἰδίῳ καὶ δυνάμενος κωλύειν οὐκ ἐκώλυσεν, ἀλλὰ καὶ ἰδιοποιεῖτο τὰ τοῦ σώματος ἴδια, ὡς ἑαυτοῦ, ὁ ἀσώματος. ἀμέλει τοῦ σώματος τυπτομένου παρὰ τοῦ ὑπηρέτου, ὡς αὐτὸς πάσχων ἔλεγε «τί με δέρεις;» καὶ ἄψαυστος ὢν τῇ φύσει ὅμως ἔλεγε «τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, καὶ τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ ἐμπτυσμάτων». ἃ γὰρ τὸ ἀνθρώπινον ἔπασχε τοῦ λόγου, ταῦτα συνὼν αὐτῷ ὁ λόγος εἰς ἑαυτὸν ἀνέφερεν, ἵνα ἡμεῖς τῆς τοῦ λόγου θεότητος δυνηθῶμεν μετασχεῖν. καὶ ἦν παράδοξον ὅτι αὐτὸς ἦν ὁ πάσχων καὶ μὴ πάσχων, πάσχων μέν, ὅτι τὸ ἴδιον αὐτοῦ ἔπασχε σῶμα καὶ ἐν αὐτῷ τῷ πάσχοντι ἦν, μὴ πάσχων δέ, ὅτι τῇ φύσει θεὸς ὢν ὁ λόγος ἀπαθής ἐστι. καὶ αὐτὸς μὲν ὁ ἀσώματος ἦν ἐν τῷ παθητῷ σώματι, τὸ δὲ σῶμα ἔσχεν ἐν ἑαυτῷ τὸν ἀπαθῆ λόγον ἀφανίζοντα τὰς ἀσθενείας αὐτοῦ τοῦ σώματος. ἐποίει δὲ τοῦτο καὶ ἐγίνετο οὕτως, ἵνα τὰ ἡμῶν αὐτὸς δεχόμενος καὶ προσενεγκὼν εἰς θυσίαν ἐξαφανίσῃ καὶ λοιπὸν τοῖς ἑαυτοῦ περιβαλὼν ἡμᾶς ποιήσῃ τὸν ἀπόστολον εἰπεῖν «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν». 9. Οὐ 20θέσει20 δὲ ταῦτα ἐγίνετο, μὴ γένοιτο, ὥς τινες πάλιν ὑπέλαβον, ἀλλὰ ὄντως ἀνθρώπου ἀληθείᾳ γενομένου τοῦ σωτῆρος, ὅλου τοῦ ἀνθρώπου σωτηρία ἐγένετο. εἰ γὰρ θέσει ἦν ἐν τῷ σώματι ὁ λόγος κατ' ἐκείνους, τὸ δὲ θέσει λεγόμενον φαντασία ἐστίν, εὑρίσκεται δοκήσει καὶ ἡ σωτηρία καὶ ἡ ἀνάστασις τῶν ἀνθρώπων λεγομένη κατὰ τὸν ἀσεβέστατον Μανιχαῖον. ἀλλὰ μὴν οὐ φαντασία ἡ σωτηρία γέγονεν ἡμῶν οὐδὲ σώματος μόνου, ἀλλ' ὅλου τοῦ ἀνθρώπου ψυχῆς καὶ σώματος ἀληθῶς ἐν αὐτῷ ἡ σωτηρία γέγονεν. ἀνθρώπινον ἄρα 20φύσει20 3.424 τὸ ἐκ 20Μαρίας20 κατὰ τὰς θείας γραφὰς καὶ ἀληθινὸν σῶμα τοῦ σωτῆρος. ἀληθινὸν δὲ ἦν, ἐπειδὴ ταυτὸν ἦν τῷ ἡμετέρῳ. ἀδελφὴ