551
γὰρ ἡμῶν ἡ Μαρία, ἐπεὶ καὶ πάντες ἐκ τοῦ Ἀδάμ ἐσμεν. καὶ τοῦτο οὐκ ἄν τις ἀμφιβάλοι, μνησθεὶς ὧν ἔγραψεν ὁ Λουκᾶς. μετὰ γὰρ τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν, δοκούντων τινῶν μὴ ἐν τῷ ἐκ Μαρίας σώματι βλέπειν τὸν κύριον, ἀλλ' ἀντὶ τούτου πνεῦμα θεωρεῖν, ἔλεγεν «ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου καὶ τοὺς τύπους τῶν ἥλων, ὅτι ἐγώ εἰμι αὐτός. ψηλαφήσατε καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν ὑπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας». ἐξ ὧν καὶ ἐλέγχεσθαι πάλιν δύνανται οἱ τολμήσαντες εἰπεῖν εἰς σάρκα καὶ ὀστέα ἠλλοιῶσθαι τὸν κύριον. οὐ γὰρ εἶπε, καθὼς ἐμὲ θεωρεῖτε σάρκα καὶ ὀστέα ὄντα, ἀλλ' ἔχοντα, ἵνα μὴ αὐτὸς ὁ λόγος εἰς ταῦτα τραπεὶς νομισθῇ, ἀλλ' αὐτὸς εἰς ταῦτα καὶ πρὸ τοῦ θανάτου καὶ μετὰ τὴν ἀνάστασιν εἶναι πιστευθῇ. 10. Τούτων δὲ οὕτως ἐχόντων τὴν ἀπόδειξιν περιττὸν ἔτι τῶν ἄλλων ἅπτεσθαι καὶ γυμνάζειν τι περὶ αὐτῶν. τοῦ γὰρ σώματος, ἐν ᾧ ἦν ὁ λόγος, μὴ ὄντος ὁμοουσίου τῆς θεότητος, ἀλλ' ἐκ Μαρίας ἀληθῶς τεχθέντος, καὶ αὐτοῦ δὲ τοῦ λόγου μὴ τραπέντος εἰς ὀστέα καὶ σάρκα, ἀλλ' ἐν σαρκὶ γενομένου-τὸ γὰρ παρὰ τῷ Ἰωάννῃ λεγόμενον «ὁ λόγος σὰρξ ἐγένετο» ταύτην ἔχει τὴν διάνοιαν, καθὼς καὶ ἐκ τοῦ ὁμοίου τοῦτο δυνατὸν εὑρεῖν· γέγραπται γὰρ ἐν τῷ Παύλῳ «Χριστὸς ὑπὲρ ἡμῶν γέγονε κατάρα», καὶ ὥσπερ οὐκ αὐτὸς κατάρα γέγονεν, ἀλλ' ὅτι τὴν ὑπὲρ ἡμῶν ἀνεδέξατο κατάραν, εἴρηται κατάρα γεγονέναι, οὕτω καὶ σὰρξ ἐγένετο, οὐ τραπεὶς εἰς σάρκα, ἀλλ' ὅτι σάρκα ὑπὲρ ἡμῶν ἀνέλαβε καὶ γέγονεν ἄνθρωπος. καὶ γὰρ τὸ εἰπεῖν «ὁ λόγος σὰρξ ἐγένετο» ἴσον ἐστὶ πάλιν εἰπεῖν ὅτι ἄνθρωπος γέγονε, κατὰ τὸ εἰρημένον ἐν τῷ Ἰωὴλ «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα»· οὐ γὰρ ἕως τῶν ἀλόγων ἦν ἡ ἐπαγγελία, ἀλλ' εἰς ἀνθρώπους ἐστίν, ὧν ἕνεκα καὶ ἄνθρωπος γέγονεν ὁ κύριος. τούτου δὲ τοῦ ῥητοῦ ταύτην ἔχοντος τὴν διάνοιαν εἰκότως καταγνώσονται ἑαυτῶν πάντως οἱ νομίσαντες 20εἶναι πρὸ τῆς Μαρίας τὴν ἐξ αὐτῆς σάρκα καὶ πρὸ ταύτης ἐσχηκέναι ψυχὴν ἀνθρωπίνην τὸν λόγον καὶ ἐν20 αὐτῇ πρὸ τῆς ἐπιδημίας 20ἀεὶ γεγενῆσθαι20. παύσονται δὲ καὶ οἱ εἰπόντες 20μὴ εἶναι δεκτικὴν θανάτου τὴν σάρκα, ἀλλὰ τῆς 3.425 ἀθανάτου φύσεως εἶναι ταύτην20. εἰ γὰρ μὴ ἀπέθανε, πῶς ὁ Παῦλος παρεδίδου Κορινθίοις «ὃ καὶ παρέλαβεν, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς»; πῶς δὲ καὶ ὅλως ἀνέστη, εἰ μὴ προαπέθανεν; ἐρυθριῶσι δὲ μεγάλως οἱ ὅλως ἐνθυμηθέντες δύνασθαι 20ἀντὶ τῆς τριάδος γίνεσθαι τετράδα20, εἰ λέγοιτο ἐκ Μαρίας εἶναι τὸ σῶμα· ὁμοούσιον μὲν γάρ, φασίν, ἐὰν εἴπωμεν τὸ σῶμα τῷ λόγῳ, μένει ἡ τριὰς τριάς, οὐδὲν ξένον ἐπεισφερομένου εἰς αὐτὴν τοῦ λόγου· ἐὰν δὲ ἀνθρώπινον εἴπωμεν τὸ ἐκ Μαρίας σῶμα, ἀνάγκῃ ξένου ὄντος κατ' οὐσίαν τοῦ σώματος καὶ ὄντος ἐν αὐτῷ τοῦ λόγου, τετρὰς ἀντὶ τριάδος γίνεται διὰ τὴν τοῦ σώματος προσθήκην. 11. Ταῦτα οὕτως λέγοντες οὐ νοοῦσιν ὅπως ἑαυτοῖς περιπίπτουσι. καὶ γὰρ κἂν μὴ ἐκ Μαρίας λέγωσι τὸ σῶμα, ἀλλὰ ὁμοούσιον αὐτὸ τῷ λόγῳ, οὐδὲν ἧττον, ὅπερ ὑπεκρίνοντο, μὴ ἄρα ὡς φρονοῦντες νομισθῶσι τοῦτο, κατὰ τὴν αὐτῶν ἔννοιαν δειχθήσονται λέγοντες τετράδα. ὡς γὰρ υἱός, ὢν κατ' αὐτοὺς ὁμοούσιος τῷ πατρὶ οὐκ ἔστιν αὐτὸς πατήρ, ἀλλὰ υἱὸς πρὸς πατέρα λέγεται ὁμοούσιος, οὕτως τὸ ὁμοούσιον σῶμα τοῦ λόγου οὐκ ἔστιν αὐτὸς ὁ λόγος, ἀλλ' ἕτερον πρὸς τὸν λόγον. ἑτέρου δὲ ὄντος ἔσται κατ' αὐτοὺς ἡ αὐτῶν τριὰς τετράς· οὐ γὰρ ἡ ἀληθινὴ καὶ ὄντως τελεία καὶ ἀδιαίρετος τριὰς δέχεται προσθήκην ἀλλ' ἡ παρὰ τούτων ἐπινενοημένη. καὶ πῶς ἔτι Χριστιανοί, ἕτερον παρὰ τὸν ὄντα θεὸν ἐπινοοῦντες; πάλιν γὰρ καὶ ἐν ἑτέρῳ αὐτῶν σοφίσματι τὴν ἀφροσύνην ἔξεστιν ὁρᾶν. εἰ δὲ διὰ τὸ εἶναι καὶ λέγεσθαι ἐν ταῖς γραφαῖς ἐκ Μαρίας εἶναι καὶ ἀνθρώπινον τὸ σῶμα τοῦ σωτῆρος, νομίζουσιν ἀντὶ τριάδος τετράδα λέγεσθαι, ὡς προσθήκης γινομένης διὰ τὸ σῶμα, πολὺ