553
δὲ σάρκα ἐκ σπέρματος ∆αυὶδ» καὶ τῆς σαρκὸς Μαρίας γενόμενος ἄνθρωπος, ὡς εἶπεν ὁ Παῦλος. τοῦτον καὶ ὁ πατὴρ ἐδείκνυεν ἐν τῷ Ἰορδάνῃ καὶ ἐν τῷ ὄρει λέγων «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα». τοῦτον οἱ μὲν Ἀρειανοὶ ἠρνήσαντο, ἡμεῖς δὲ ἐπιγινώσκομεν προσκυνοῦντες, οὐ διαιροῦντες τὸν υἱὸν καὶ τὸν λόγον, ἀλλ' αὐτὸν τὸν λόγον εἰδότες εἶναι τὸν υἱόν, δι' οὗ τὰ πάντα γέγονε καὶ ἡμεῖς ἠλευθερώθημεν. διὸ καὶ ἐθαυμάσαμεν πῶς ὅλως ἐν ὑμῖν περὶ τῶν οὕτως φανερῶν γέγονε φιλονεικία. ἀλλὰ χάρις τῷ θεῷ, ὅσον ἐλυπήθημεν ἐντυγχάνοντες τοῖς ὑπομνήμασι, τοσοῦτον ἐχάρημεν ἐπὶ τῷ τέλει τούτων. μετὰ γὰρ συμφωνίας ἀνεχώρησαν καὶ εἰρήνευσαν ἐπὶ τῇ ὁμολογίᾳ τῆς εὐσεβοῦς καὶ ὀρθοδόξου πίστεως. τοῦτο γοῦν κἀμὲ πολλὰ πρότερον σκεψάμενον πεποίηκε γράψαι τὰ ὀλίγα ταῦτα, λογισάμενον μὴ ἄρα ἐκ τῆς σιωπῆς ἀντὶ χαρᾶς λύπη γένηται τοῖς ἐκ τῆς συμφωνίας πρόφασιν τοῦ χαίρειν παρασχοῦσιν ἡμῖν. ἀξιῶ τοίνυν προηγουμένως τὴν σὴν εὐλάβειαν καὶ δεύτερον τοὺς ἀκούοντας, μετὰ συνειδήσεως ἀγαθῆς ταῦτα δέξασθαι, καὶ εἰ μέν τι πρὸς εὐσέβειαν λείπει, τοῦτο διορθώσασθαι καὶ δηλῶσαί μοι, εἰ δὲ ὡς παρὰ ἰδιώτου τῷ λόγῳ μηδὲ κατ' ἀξίαν μηδὲ τελείως γέγραπται, συγγνῶναι πάντας τῇ ἡμετέρᾳ περὶ τὸ λέγειν ἀσθενείᾳ. ἔρρωσθε. Πεπλήρωται. 3.428 14. Ἐπεὶ οὖν καὶ ἡ ἐπιστολὴ ἐνετάγη καὶ οὐ μόνον ἐξ ὧν παρ' αὐτῶν ἠκούσαμεν ἢ παρ' ἑτέρων κατὰ τῶν λεγομένων ὡρμήσαμεν γράψαι, ἀλλὰ καὶ πᾶσι φανερὸν κατέστη ὅτι οὐδένα ἐσυκοφαντήσαμεν. ἑξῆς δὲ ἐπιλήψομαι τῆς κατ' αὐτῶν ὑποθέσεως, ἵνα ἐκ πανταχόθεν μὴ ὑποληφθῶμέν τισιν ὡς συκοφαντοῦντες τοὺς ἡμετέρους ἀδελφούς, καίτοι γε εὐχόμενος αὐτοῖς καὶ εἰς δεῦρο διορθῶσαι τὰ δοκοῦντα ἡμᾶς λυπεῖν, ἵνα μὴ αὐτοὶ ἡμᾶς ζημιωθῶσι μηδὲ ἡμεῖς αὐτούς. πολλάκις γὰρ τοῦτο ἐπρεσβεύσαμεν καὶ παρεκαλέσαμεν καὶ ἔτι ἐπιμένομεν παρακαλοῦντες, ἆραι τὴν φιλονεικίαν καὶ ἀκολουθῆσαι τῷ τῶν ἀποστόλων καὶ εὐαγγελιστῶν καὶ πατέρων θείῳ θεσμῷ καὶ ὁμολογίᾳ τῆς πίστεως τῆς ἀπεριέργου καὶ ἑδραίας καὶ ἀμετακινήτου καὶ δικαιοτάτης ἐν πᾶσιν. Ἄλλοι δὲ εἰς ἡμῶν ὦτα εἰρήκασιν ὅτι οὐ ταύτην τὴν ἡμετέραν σάρκα οὐδὲ ὁμοίαν ἡμῶν ἐλθὼν ἔλαβεν ὁ κύριος, ἀλλὰ ἄλλην παρὰ τὴν ἡμῶν. καὶ εἴθε κατὰ δοξολογίαν ἔλεγον καὶ κατὰ ἔπαινον. καὶ αὐτοὶ γάρ φαμεν ἅγιον εἶναι τὸ σῶμα καὶ ἄχραντον· «ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» καὶ παντί τῳ δῆλόν ἐστι τοῦτο τῷ εὐσεβῶς περὶ Χριστοῦ λέγοντι καὶ νοοῦντι. ἡμεῖς δὲ εἰ καὶ αὐτὸ τὸ σῶμα λέγομεν, ὥσπερ καὶ αὐτὸ τὸ ἡμῶν εἴληφε, * παρ' αὐτῷ ἄχραντον τὸ αὐτοῦ σῶμα, ἐν ἡμῖν δὲ τοῖς πεπλημμεληκόσιν *, οὐ διὰ τὸ ἀλλότριον εἶναι τὸ σῶμα καὶ ἀλλόκοτον τὸ ὑποδεὲς καὶ ἠλαττωμένον, ἀλλὰ διὰ τὰ ἡμῶν ἁμαρτήματα καὶ παραπτώματα, τούτου ἕνεκα *. οὐ γὰρ ἄλλο σῶμα ὁ κύριος ἔλαβε καὶ ἄλλο ἡμεῖς ἔχομεν, ἀλλ' αὐτὸ τὸ σῶμα ἐν αὐτῷ πεφυλαγμένον καὶ ἄχραντον διατετηρημένον *. 15. Ἄλλοι δὲ ἐξ αὐτῶν καὶ ἄχρι τῆς δεῦρο φιλονεικίᾳ τινὶ φερόμενοι, ὑπονοίαις ἀλλοτρίαις προαχθέντες, οὐ κατὰ τὴν διδαχὴν τῶν πατέρων οὐδὲ κατέχοντες «τὴν κεφαλὴν τῆς πίστεως, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ τῶν συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ», ὡς ὁ ἀπόστολος λέγει, ἀλλὰ τάχα ὡς ὑπὸ ἀλλοτρίων τινῶν θολωθέντες τὰς ἀκοάς, πλησιαιτέρως Οὐαλεντίνῳ καὶ Μαρκίωνι καὶ Μανιχαίῳ καὶ αὐτοὶ δῆθεν εἰς τιμὴν Χριστοῦ φαντάζονται μᾶλλον 3.429 ἤπερ ἀληθεύουσιν. ἐπὰν ἀκούσωσι παρ' ἡμῶν ὅτι ἔσχε Χριστὸς σῶμα τὸ ἡμέτερον, εὐθὺς εἰς τοὺς μύθους τρέπονται τοὺς ἰδίους τῆς φιλονεικίας, λέγοντες ὄνυχας αὐτὸν ἐσχηκέναι καὶ σάρκα καὶ τρίχας καὶ εἴ τι ἕτερον, οὐ τοιούτους δὲ ὁποίους ἡμεῖς ἔχομεν, ἀλλὰ ἄλλους ὄνυχας ἐσχηκέναι καὶ σάρκας ἄλλας καὶ τὰ ἄλλα πάντα οὐχ ὁποῖα ἡμεῖς ἔχομεν, ἀλλὰ ἀλλοῖα παρὰ τὰ ἡμέτερα, δῆθεν πάλιν βουλόμενοι σοφιστικῶς τι Χριστῷ