554
χαρίσασθαι, κατὰ τὸν Οὐαλεντῖνον καὶ τὰς εἰρημένας αἱρέσεις, * τοὺς ματαίους λόγους. λέγουσι γάρ· ὅταν Χριστοῦ ὁμολογήσωμεν σῶμα τελείως τὰ πάντα * † περιέργως· γέγραπται περὶ τῶν τοιούτων τῶν «περιεργαζομένων καὶ μηδὲν ἐργαζομένων». πτύροντες γὰρ τὴν διάνοιαν τῶν ἀκεραιοτέρων εὐθὺς λέγουσιν· οὐκοῦν χρείαν ἔσχε τῶν κατὰ τὴν σαρκὸς συνήθειαν ἢ τῶν πρὸς ἐκτοπισμὸν ἢ τῶν πρὸς ἀφεδρῶνα ἢ τῶν ἄλλων· ὅσαπερ δοκεῖ εἶναι σοφά, δεινὰ δὲ τυγχάνει καὶ ληρώδη μᾶλλον, ὥς φησιν ὁ προφήτης «τίς γὰρ ἐζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» περὶ τίνος γὰρ τῶν ἁγίων, καίτοι γε ἀνθρώπων ὄντων τῶν προφητῶν καὶ οὐ θεῶν, καὶ εὐαγγελιστῶν καὶ λοιπῶν τῶν ἐκ ψυχῆς καὶ σαρκὸς ὄντων, καθ' ἡμᾶς δὲ ὄντων καὶ μὴ ἀμφιβαλλομένων, ἐγράφη περὶ τῶν τοιούτων πραγμάτων; ποῦ δὲ οὐχὶ μᾶλλον τὰ σεμνότερα ἐπεμαρτύρησε τοῖς ἁγίοις ἡ γραφή, μή τί γε κυρίῳ Χριστῷ. 16. Λεγέτωσαν δὲ ἡμῖν οἱ ἐκθαμβηταὶ τῶν προβάτων καὶ πτύρται τῶν περιστερῶν καὶ σοβηταὶ τῶν τοῦ Χριστοῦ ἀρνίων τε καὶ θρεμμάτων, ποῦ παρεσκευάσθη Μωυσῆς τὴν τεσσαρακονθήμερον; ποῦ τὰ πρὸς χρείαν ἐποιεῖτο Ἠλίας ἐν τῷ Χορρὰ χειμάρρῳ, ὁπηνίκα ἄρτον μὲν τὸ πρωϊνὸν ἤσθιε, κρέα δὲ τὸ δειλινὸν ἀπὸ τῆς τῶν κοράκων παρακομιδῆς διὰ θεοῦ προστάγματος; ἠλίθιον γὰρ ἦν τὸ τὴν γραφὴν περὶ τούτων λέγειν, ὡς νῦν τούτοις ἠλίθιον τὸ ἐξετάζειν. τίς γὰρ ὠφέλεια ἐν τοῖς τοιούτοις; ἢ τί τὸ χρήσιμον ἀλλ' ἢ μόνον εἰς ἀπιστίαν, τῆς προλήψεως προφάσεις διὰ ψυχρολογίας καὶ ἀνατροπῆς ματαίας ἔχον; λεγέτωσαν δὲ πάλιν ἡμῖν, τίνι τῷ λόγῳ ὅτε ἠθέλησεν ὁ θεὸς ἐποίησε τῶν υἱῶν Ἰσραὴλ ἐν τεσσα3.430 ράκοντα ἔτεσι μήτε τὰς τρίχας κομῆσαι μήτε τὰ ὑποδήματα παλαιωθῆναι μήτε τὰ ἱμάτια κατατριβῆναι ἢ ῥυπανθῆναι. μὴ ἄρα καὶ οὗτοι ἀπ' οὐρανοῦ ἐληλύθεισαν; μὴ θεοὶ οἱ τοιοῦτοι ὑπῆρχον; καίτοι γε οὐκ ἐν ἐπαίνοις ὑπάρχοντες, ἀλλ' ἐν πολλοῖς θεὸν παραζηλώσαντες· μὴ οὐκ ἦσαν ὁμοιοπαθεῖς ἡμῖν; ἀλλ' ἵνα δείξῃ ὁ θεὸς ὅτι τὰ πάντα ἐν αὐτῷ δύναται καὶ ἐγχωρεῖ γίνεσθαι καὶ μὴ γίνεσθαι. ἵνα γὰρ μή τινες εἰς ἐκείνους πάλιν λογίσωνται τὰ ὑπὲρ φύσιν διὰ τὰ αὐτοῖς ἐν θαυμασμῷ γινόμενα παρὰ θεοῦ, τουτέστιν ὅτι τρίχες οὐκ ἐκόμων καὶ ἱμάτια οὐκ ἐπαλαιοῦντο καὶ τὰ ἄλλα, καὶ ὅτι «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος,» εἰς ἡμῶν χάριν ἀσφαλισάμενον τὸ θεῖον γράμμα φησί «λαβέτω ἕκαστος πάσσαλον σιδηροῦν ἐν τῇ ζώνῃ ἑαυτοῦ, ἵν' ὅταν εἰς τόπον καθιζάνῃ, σκάψῃ καὶ χώσῃ τὴν ἰδίαν κόπρον, ὅτι λαὸς ἡγιασμένος ἐστὲ καὶ κύριος ἐνδημεῖ εἰς μέσον τῆς παρεμβολῆς». εἰς τοῦτο δὲ καὶ ἱστορίαν παῖδες Ἑβραίων παραφέρουσιν, ὅτι διήρκεσεν αὐτοῖς ὁ τύπος ἄχρι τινὸς καιροῦ ἕως ὅτου ὁ θεὸς ἠθέλησε δεῖξαι ἐν αὐτοῖς τοῦτο τὸ θαῦμα, καίτοι γε αὐτῶν ἐσθιόντων καὶ κρέα καὶ ὀρτυγομήτραν, συμβεβηκέναι αὐτοὺς μήτε τούτου χρείαν ἔχειν. 17. Καὶ εἰ παρὰ τοῖς Ἑβραίοις διὰ τὴν πρὸς τοὺς πατέρας αὐτῶν δόξαν ἤτοι κατὰ πρόσθεσιν χαριστικῶς μᾶλλον ἤτοι κατὰ ἀλήθειαν τοῦτο ᾄδεται, καίτοι γε αὐτῶν εἰδότων ὅτι καὶ ἄνθρωποι ἦσαν οἱ πρὸς αὐτῶν συνηγορούμενοι καὶ φθαρτοὶ καὶ οὐ θεοί, καὶ ἐκ σαρκὸς καὶ αἵματος καὶ ψυχῆς, τίς παρὰ τούτων ἀνέξεται ἀκούων τὰ οὐκ ἀτόλμητα περὶ Χριστοῦ τοῦ ἄνωθεν ἐλθόντος θεοῦ λόγου καὶ τῆς αὐτοῦ ἐν ἅπασιν ἐνδόξου καὶ ἀληθινῆς ἐνσάρκου παρουσίας; ἐν ᾗ ἐπλήρωσε τὸ εἰρημένον «πεπειραμένος κατὰ πάντα ὡς ἄνθρωπος, χωρὶς ἁμαρτίας». ἐξῆν γὰρ αὐτῷ ἐν ἀληθείᾳ ἔχοντι σάρκα τὴν ἡμετέραν μὴ πράττειν τὰ δοκοῦντα ἡμῖν εὐτελῆ καὶ πράττειν ὁποῖα σεμνὰ ἐτύγχανε καὶ πρέποντα ἀναλόγως τῇ θεότητι, δι' οὗ καὶ οἱ υἱοὶ Ἰσραὴλ οὐκ ἐκόμησαν καὶ τὰ ἱμάτια αὐτῶν οὐκ ἐρρυπάνθη καὶ ταῦτα ἃ κατὰ παράδοσιν αὐτοῖς συμβέβηκεν. ὅτι δὲ καὶ ἱμάτια εἶχεν ἐξ ἀνθρώπων κατεσκευασμένα ἀναμφίβολον· «διεμερίσαντο γὰρ τὰ ἱμάτια αὐτοῦ καὶ ἐπὶ τὸν ἱματισμὸν αὐτοῦ ἔβαλον κλῆρον». εἰ δὲ ἱμάτιον ἦν ἐξ ἀνθρώπων, δῆλον ὅτι ἐξ ἐρέας ἦν καὶ ἐκ λίνου· τὰ δὲ ἐκ λίνου καὶ ἐξ ἐρέας γεγενημένα ἄψυχά τινα