555
ἦν καὶ ἀναίσθητα. ἀλλ' ὅτε ἠθέλησε δεῖξαι αὐτοῦ τὸ δυνατὸν τῆς θεότητος, 3.431 «μεταμορφωθεὶς ἔδειξε τὸ πρόσωπον αὐτοῦ ὡς τὸν ἥλιον καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡσεὶ χιόνα». «πάντα γὰρ τῷ δυνατῷ δυνατά», εἰς τὸ ὑπὸ θῆξιν παρὰ προσδοκίαν καὶ τὰ ἀναίσθητα καὶ τὰ ἄπνοα εἰς δόξαν καὶ φαιδρότητα μετασκευάσαι, ὡς τὴν ῥάβδον Μωυσέως, ὡς τὰ ὑποδήματα τῶν υἱῶν Ἰσραήλ. πᾶσι γὰρ ὡμολόγηται ὅτι οἱ ἅγιοι ἀπόστολοι ἄνθρωποι ἦσαν, φθαρτοὶ τὰ σώματα ὡς ἡμεῖς, ἄφθαρτοι δὲ διὰ τὴν ἐνοικήσασαν αὐτοῖς θεοῦ δόξαν, καὶ σκιὰ μὲν Πέτρου πάντας τοὺς προσφερομένους ἔχοντας ἀσθενείας ἰᾶτο καὶ σουδάρια καὶ σιμικίνθια τῶν ἱματίων Παύλου δυνάμεις ἐργάζονται. 18. Καὶ πῶς οὗτοι θεὸν πολυπραγμονοῦσιν αἰσχράς τινας ὑπονοίας τεκταινόμενοι, περὶ ὧν οὐδεμία χρεία γεγένηται πώποτε πρὸς διαλογήν, οὐ προφήτῃ, οὐκ εὐαγγελιστῇ, οὐκ ἀποστόλῳ, οὐ συγγραφεῖ; ὅσα γὰρ τοιαῦτα οὗτοι λέγουσι, κἂν μυρία ἐπέκεινα τούτων κακῶς ὑπονοήσωσιν, οὐκ ἀνατρέψουσι τὴν πατρικὴν ἡμῶν πίστιν, τὴν τῇ ἀληθείᾳ Χριστὸν ἄνθρωπον καταγγέλλουσαν. ἐγεννήθη γὰρ Χριστὸς ἐν σαρκὶ κατὰ ἀλήθειαν ἀπὸ Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου καὶ εὐθὺς ἀπὸ κυήσεως Ἐμμανουὴλ καλεῖται, ὅ ἐστι θεὸς μεθ' ἡμῶν, οὐκέτι δὲ δεύτερον γεννᾶται. καὶ ἀπέδρα εἰς τὴν Αἴγυπτον τὸ παιδίον μετὰ Ἰωσὴφ καὶ Μαρίας, ἐπειδὴ ἐζήτουν τὴν ψυχὴν τοῦ παιδίου, ὡς δυναμένου αὐτοῦ ἐν σαρκὶ ἀποκτανθῆναι· ἀλλὰ προσεκυνήθη ὑπὸ τῶν μάγων ὡς θεὸς ἀληθινός, ἐν σαρκὶ γεννηθεὶς ἀληθείᾳ καὶ οὐ δοκήσει. καὶ ἀνελθὼν ἀπὸ Αἰγύπτου, κατὰ φόβον τοῦ Ἰωσὴφ οὐκ εἰσῆλθεν εἰς Ἱερουσαλήμ, δι' Ἀρχέλαον, ὡς δυναμένου τοῦ παιδίου κρατηθῆναι καὶ πρὸ τοῦ καιροῦ * ἐν σαρκὶ παθεῖν ὅπερ ἔμελλε πάσχειν. * ἀλλὰ διεκωλύθη ὑπὸ Ἰωάννου, ἐπιγνωσθεὶς ὑπὸ τοῦ δούλου δεσπότης, ὅτι θεὸς ἦν ἐνανθρωπήσας ἐν ἀληθείᾳ. οὐ κατεδέξατο δὲ τὴν τοῦ ἰδίου δούλου ἐν τῇ τοιαύτῃ ὑποθέσει τιμήν, ἵνα «πληρώσῃ πᾶσαν δικαιοσύνην» ἐν σαρκί, ἐν ἀληθινῇ καὶ τελείᾳ ἐνανθρωπήσει «τὸν ὑπογραμμὸν» τῆς σωτηρίας «ἡμῖν ὑπολιμπάνων». ἀλλὰ καὶ κέκμηκεν ἀπὸ τῆς ὁδοιπορίας ἐν ἀληθείᾳ, καὶ οὐχ ἁπλῶς ἔκαμεν, ἀλλὰ καὶ ἐκαθέσθη, διότι ἀληθινῶς ἐνηνθρώπησεν, καὶ ἐβόα λέγων 3.432 «δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς», ἵνα δείξῃ τὴν αὐτοῦ θεότητα ἱκανὴν οὖσαν πάντα τὰ πλήθη τοῦ κόσμου τὰ πρὸς αὐτὸν ἀφικνούμενα ἀναπαῦσαι. ἀλλὰ καὶ ἐπειράσθη ὑπὸ τοῦ διαβόλου, καὶ ἔμεινε τεσσαράκοντα ἡμέρας μήτε ἐσθίων μήτε πίνων, ἵνα δείξῃ τὸ ἀνενδεὲς τῆς αὐτοῦ θεότητος. οὐ γὰρ πεινῶν ὑπέμεινεν, ὡς φιλοσοφικῶς καθ' ἡμᾶς ἐγκρατευόμενος καὶ αὑτὸν ἄγχων καὶ βιαζόμενος, ἀλλὰ ἀνυστερήτως διὰ τὴν ἀληθινὴν αὐτοῦ θεότητα. καὶ «ὕστερον», φησὶν ἡ γραφή, «ἐπείνασεν», ἵνα δείξῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν τῆς θεότητος, ἐνδιδούσης τῇ ἐνσάρκῳ παρουσίᾳ τῶν εὐλόγων χρειῶν καὶ ἀληθινῶν μετέχειν, ἵνα μὴ τὸ ἀληθινὸν τῆς ἀκολουθίας ἀφανίσῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν. καὶ γὰρ καὶ ἐπὶ τῆς συκῆς ἐπείνασε καὶ πηλὸν ἀληθινὸν ἐποίησεν· ἀλλὰ λόγον εἶπε πρὸς τὴν συκῆν ὁ θεὸς καὶ ἐγένετο, καὶ ἐπὶ τῆς νηὸς ἐπετίμησε τῷ ἀνέμῳ καὶ ἐπαύσατο, καὶ διὰ τοῦ πτύσματος καὶ πηλοῦ τῷ λόγῳ τῆς αὐτοῦ θεότητος καὶ τῷ πτύσματι τῆς αὐτοῦ ἐνανθρωπήσεως καὶ τῷ πηλῷ πάλιν ὡς τῷ Ἀδὰμ καὶ τούτῳ τὸ ἐλλιπὲς μέλος πλάττων ἐχαρίσατο, τῶν πάντων τελείως ἐν αὐτῷ ὄντων, ἐν σαρκὶ πασχόντων, ἐν θεότητι δὲ ἀπαθῶν ὄντων, ἕως ἀνέστη ἐκ τῶν νεκρῶν, ὅλως μὴ πάσχων λοιπόν, ὅλως «μηκέτι ἀποθνήσκων». Εἰ δέ τινες διὰ τὸ μὴ ἀπὸ σπέρματος ἀνδρὸς τὸ σῶμα αὐτὸν εἰληφέναι ἀλλοῖον νοήσουσιν, οὐ πάντως διὰ τοῦτο οὐκ ἔστι κατὰ τὸ ἡμέτερον σῶμα. ἐξότε γὰρ ἀπὸ Μαρίας ὡμολόγηται, ἡμέτερον ἦν. καὶ γὰρ Μαρία οὐκ ἄλλη ἦν παρὰ τὰ ἡμέτερα σώματα, ἐπεὶ καὶ ὁ Ἀδὰμ οὐκ ἀπὸ σπέρματος ἀνδρὸς ἦν, ἀλλ' ἐκ τῆς γῆς πεπλασμένος. καὶ οὐ πάντως, ἐπειδὴ ἀπὸ τῆς γῆς ἦν καὶ οὐκ