556
ἀπὸ σπέρματος ἀνδρός, ἀλλοῖος ἦν παρὰ τὰ ἡμέτερα σώματα. ἡμεῖς γὰρ ἐξ αὐτοῦ γεγεννήμεθα καὶ οὐκ ἐσμὲν ἀλλοῖοι παρὰ τὸ ἐκείνου σῶμα, καίτοι γε ἐκ σπέρματος ἀνδρὸς καὶ ἀπὸ μήτρας γυναικὸς γεγεννημένοι. Ἀλλὰ ταῦτα μέν τινες σοφιζόμενοι πολλάκις καὶ ἐν τῇ διανοίᾳ ἔχοντες ἐκ τοῦ προκειμένου ἐξέπεσον, τινὲς δὲ πάλιν ἐξ αὐτῶν τῶν πρὸς ἡμᾶς ἐρχομένων ἄλλα μυρία καὶ ἐπέκεινα περιττολογοῦντες τὸν ἄνδρα τὸν ἐν πολλοῖς ἐπαίνοις φημιζόμενον διέβαλλον. καὶ τῷ μὲν ὄντι περιττότερον οἶμαι τοῦ δέοντος, ἢ κατὰ ἰδιωτείαν ἢ κατὰ ἀπαρακολουθησίαν *, ἢ κατ' αὐτοὺς ἐξερχόμενοι καὶ ἀποφθεγγόμενοι τὴν ταραχὴν εἰργάσαντο. ἀλλὰ νῦν μοι περὶ τῶν περιττῶν ἕως ὧδε ἀρκείτω ὁ λόγος, συνιόντων 3.433 τῶν ἐντυγχανόντων, ὅτι οὔτε φθόνῳ τετηκότες οὔτε μίσει τῷ πρὸς τὸν ἄνδρα *. εὐχόμεθα γὰρ αὐτὸν μὴ μερισθῆναι ἀπὸ τῆς τοῦ Χριστοῦ ἐκκλησίας καὶ τῆς γλυκύτητος τῆς πάσης ἀδελφότητος, ἀλλὰ ἀποθέσθαι αὐτὸν τῆς τοῦ λόγου τούτου φιλονεικίας τὴν ἔνστασιν καὶ ἐπιστρέψαι κατὰ τὸ εἰρημένον «ἐπίστρεφε ἐπίστρεφε ἡ Σουμανῖτις, ἐπίστρεφε, καὶ ὀψόμεθα ἐν σοί». ὅμως περὶ τοῦ προκειμένου αὖθις ἐπιλήψομαι τῆς ἀκολουθίας. 19. Τελείαν οὐ βούλεται λέγειν τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν, ἀλλὰ καὶ τὴν σωτηρίαν ἀποκρούεταί τινων, φόβον ἐμποιῶν καὶ λέγων ὅτι οὐ δεῖ τέλειον ἄνθρωπον τὸν αὐτὸν ἀνειληφέναι λέγειν, δῆθεν ἀπὸ τοῦ ῥητοῦ τοῦ εἰρημένου «ἀναλαμβάνων πραεῖς ὁ κύριος». οὐδὲν δὲ θαυμαστὸν οὔτε διαφοράν τινα ἐν τούτῳ τις ἔχει δεῖξαι, τῷ εἰπεῖν ἀναλαβεῖν σάρκα τὸν κύριον ἢ λαβεῖν τελείαν ἐνανθρώπησιν ἢ ὥσπερ πολλάκις ἐν ἡμῖν ὁμωνύμως πολλαὶ λέξεις τυγχάνουσιν. «ἀναλαμβάνων» γάρ φησι «πραεῖς ὁ κύριος» καὶ «ἀνέλαβέ με ἐκ τῶν ποιμνίων τῶν προβάτων», καὶ «ἀνελήφθη» καὶ «εἶπον δύο ἄνδρες· τί ἑστήκατε, ἄνδρες Γαλιλαῖοι; οὗτος ὁ ἀφ' ὑμῶν ἀναληφθείς». καὶ οὐ πάντως τὸ ἀναλαβεῖν μίαν ἔχει διαφορὰν ἐν τῷ λέγειν ἀνέλαβεν ἢ ἔλαβεν ἢ ἀνεπλάσατο εἰς ἑαυτὸν τὴν ἰδίαν ἐνανθρώπησιν, οὔτ' ἀπὸ τῆς λέξεως ἡμᾶς ταύτης πτύρουσιν οἱ βουλόμενοι κατὰ τῶν ἀκεραίων ἐπεγείρεσθαι καὶ λέγοντες ὅτι οὐχ οὕτως χρὴ λέγειν. καὶ μή τις νομίσῃ διαβάλλειν ἡμᾶς ἢ χλευαστικῶς λέγειν περὶ τῆς ὑποθέσεως ταύτης τὰ ῥήματα. πολλάκις γὰρ ἐσκεψάμην περὶ τούτου γράφειν *, ἵνα μή τις νομίσῃ ἡμᾶς κατ' ἔχθραν κατ' αὐτοῦ ἐπεγείρεσθαι. οὐδὲν γὰρ ἡμᾶς οὐδεὶς ἔβλαψεν, ὡς κατὰ τὸ ἀνθρώπινον λέγω, οὐδὲ τὰ ἡμῶν ἐν κόσμῳ ἀφήρπασεν. σκεπτόμενος δὲ τοῦ μὴ γράφειν ἠναγκάσθην ὑπ' αὐτῆς τῆς ἀληθείας, ἵνα μή τινα παραλείψω τῶν παρὰ τὴν πίστιν τι πεφρονηκότων, ὡς καὶ ὕστερον οἱ θεοσεβεῖς ἐντυχόντες ἐπιγνώσονται ὅτι οὐχ ἕνεκα ζήλου κοσμικοῦ ἡμῖν ὁ λόγος. μᾶλλον γὰρ ὠφέλει ἡμᾶς ὁ ἀνὴρ τὰ μέγιστα * τῶν κατὰ κόσμον καὶ κατὰ τὴν ἀγάπην, 3.434 εἴπερ ὁμοφρόνως τῇ ἁγίᾳ θεοῦ ἐκκλησίᾳ κατὰ πάντα τοῖς πᾶσι συνετί3.434 θετο καὶ μὴ ξένον τι παρεισήγαγε ῥῆμα. ἤτοι οὖν παρ' αὐτῷ ἢ τοῖς παρ' αὐτοῦ μεμαθητευμένοις ὁ λόγος ἄλλως νοούμενος διὰ τοῦ τοιούτου σχήματος καὶ προφάσεως ἐν παρόδῳ ᾄδεται, οὐκ ἔχω λέγειν. πολλάκις δὲ διενοήθημεν καὶ ἔκπληκτοι γεγόναμεν, ὅτι ἕνεκεν τοῦ λόγου τούτου ἡ ἔνστασις τῆς φιλονεικίας καὶ τοῦ ἀγῶνος ἕως θανάτου παρ' αὐτῶν ἐκδικεῖται. καὶ ἐκ τούτου ἔγνωμεν ὅτι τάχα περιττοτέρᾳ τινὶ ὑπονοίᾳ παρ' αὐτοῖς ὁ λόγος ᾄδεται. 20. Ὅταν γὰρ ἐρωτήσῃς τινὰς ἐξ αὐτῶν, διαφόρως μὲν οἱ πάντες ἀναγγέλλουσι, τινὲς δὲ λέγουσι μὴ τελείαν εἰληφέναι τὸν κύριον ἐνανθρώπησιν μηδὲ τέλειον αὐτὸν γεγονέναι ἄνθρωπον. ἐπειδὴ δὲ τοῦτο φευκτὸν ἐγίνετο πολλοῖς, λοιπὸν ὕστερον εἰρωνείᾳ ἐκέχρηντο, ὡς ὕστερον ἐκ τοῦ στόματος αὐτῶν ἀκριβῶς μεμαθήκαμεν. ἐπὶ τῆς Ἀντιοχέων γὰρ γενόμενοι τοῖς ἀκραίμοσιν αὐτῶν συντετυχήκαμεν, ἐν οἷς καὶ Βιτάλιος ὁ ἐπίσκοπος ὑπῆρχεν, εὐλαβέστατος ἀνὴρ τῷ βίῳ καὶ τῇ καταστάσει καὶ τῇ πολιτείᾳ. ἐλέγομεν δὲ συμβουλεύοντες καὶ παρακαλοῦντες