557
συμφωνῆσαι τῇ πίστει τῆς ἁγίας ἐκκλησίας καὶ ἐᾶσαι τὸ φιλόνεικον ῥῆμα. ὁ δὲ Βιτάλιος ἔλεγε· τί γάρ ἐστι τὸ ἀνὰ μέσον ἡμῶν; εἶχε γὰρ οὗτος διάστασιν πρὸς αἰδέσιμόν τινα ἄνδρα καὶ ἐπίσημον, Παυλῖνον τὸν ἐπίσκοπον, καὶ Παυλῖνος πρὸς τὸν εἰρημένον Βιτάλιον, ὑφ' ἡμῶν μετακληθέντα. βουλόμενοι τοίνυν ἀμφοτέρους εἰς εἰρήνην συμβιβάσαι ἀμφότεροι γὰρ ἐδόκουν ὀρθόδοξον πίστιν κηρύττειν καὶ ἕκαστος διάστασιν εἶχε διά τινα πρόφασιν· ὁ μὲν γὰρ Βιτάλιος Παυλίνῳ ἐπέφερεν ὡς περὶ Σαβελλίου ὀνόματος ῥῆμα-διὸ γενομένων ἡμῶν * ἐπεσχέθημεν τῆς πρὸς τὸν Παυλῖνον τελείας κοινωνίας, ἕως ὅτε μετὰ ἐκθέσεως ἡμᾶς ἐγγράφου ἔπεισεν, δι' ἧς ἤδη πρότερον ἀπολογίας χάριν πρὸς τὸν μακαρίτην Ἀθανάσιον ἐποιήσατο τὴν συγκατάθεσιν. προσήνεγκε γὰρ καὶ ἐπέδωκεν ἡμῖν ταύτης τὸ ἀντίγραφον μεθ' ὑπογραφῆς, σαφῶς περὶ τριάδος ἔχον ὁμοῦ καὶ περὶ νοῦ τῆς τοῦ Χριστοῦ ἐνανθρωπήσεως, χειρὶ αὐτοῦ τοῦ μακαρίτου πατρὸς ἡμῶν Ἀθανασίου, ἣν ἔκθεσιν καθυπέταξα. καὶ ἔστιν ἥδε· Ἀντίγραφον διὰ χειρὸς Παυλίνου τοῦ ἐπισκόπου. 21. Ἐγὼ Παυλῖνος ὁ ἐπίσκοπος οὕτω φρονῶ καθὼς παρέλαβον ἀπὸ τῶν πατέρων, ὄντα καὶ ὑφεστῶτα πατέρα τέλειον καὶ ὑφεστῶτα υἱὸν τέλειον καὶ ὑφεστὼς τὸ πνεῦμα τὸ ἅγιον τέλειον. διὸ καὶ ἀπο3.435 δέχομαι τὴν προγεγραμμένην ἑρμηνείαν περὶ τῶν τριῶν ὑποστάσεων καὶ τῆς μιᾶς ὑποστάσεως ἤτοι οὐσίας, καὶ τοὺς φρονοῦντας οὕτως· εὐσεβὲς γάρ ἐστι φρονεῖν καὶ ὁμολογεῖν τὴν τριάδα ἐν μιᾷ θεότητι. καὶ περὶ τῆς ἐνανθρωπήσεως τῆς δι' ἡμᾶς γενομένης τοῦ λόγου τοῦ πατρὸς οὕτω φρονῶ καθὼς προγέγραπται, ὅτι κατὰ τὸν Ἰωάννην «ὁ λόγος σὰρξ ἐγένετο». οὐ γὰρ κατὰ τοὺς ἀσεβεστάτους τοὺς λέγοντας μεταβολὴν αὐτὸν πεπονθέναι, ἀλλ' ὅτι δι' ἡμᾶς ἄνθρωπος γέγονεν, ἔκ τε τῆς ἁγίας παρθένου καὶ ἁγίου πνεύματος γεννηθείς. οὔτε γὰρ ἄψυχον οὔτε ἀναίσθητον οὔτε ἀνόητον σῶμα εἶχεν ὁ σωτήρ. καὶ ἐν τῇ χειρὶ τοῦ ἐπισκόπου Ἀθανασίου· οὐ γὰρ οἷόν τε ἦν τοῦ κυρίου ἀνθρώπου δι' ἡμᾶς γενομένου ἀνόητον αὐτοῦ εἶναι τὸ σῶμα. ὅθεν ἀναθεματίζω τοὺς ἀθετοῦντας τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν καὶ μὴ ὁμολογοῦντας ἐκ τῆς οὐσίας ἢ ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί. ἀναθεματίζω δὲ καὶ τοὺς λέγοντας τὸ πνεῦμα τὸ ἅγιον κτίσμα διὰ τοῦ υἱοῦ γεγονός. ἔτι δὲ ἀναθεματίζω τὴν Σαβελλίου καὶ Φωτεινοῦ καὶ πᾶσαν αἵρεσιν, στοιχῶν τῇ πίστει τῇ κατὰ Νίκαιαν καὶ πᾶσι τοῖς προγεγραμμένοις. Ἐπληρώθη. 22. Ἐλέγομεν δὲ καὶ τῷ ἀδελφῷ Βιταλίῳ καὶ τοῖς σὺν αὐτῷ· τί καὶ ὑμεῖς λέγετε; εἴ τι ἐστὶν ἀνὰ μέσον ὑμῶν, διορθώσασθε. ὁ δὲ ἔφη· λεγέτωσαν αὐτοί. ἔφησαν δὲ ὅτι οὐ λέγουσι τὸν Χριστὸν τέλειον γεγονέναι ἄνθρωπον. ὁ δὲ εὐθὺς ἀπεκρίθη ὅτι ναί, ὁμολογοῦμεν τὸν Χριστὸν τέλειον ἄνθρωπον εἰληφέναι. ἦν δὲ τοῦτο θαυμαστὸν τοῖς ἀκούσασι καὶ χαρᾶς ἔμπλεον. εἰδότες δὲ ἡμεῖς τὴν διάνοιαν τῶν διὰ προφάσεων τὸν νοῦν τῶν ἰδίων ἀδελφῶν σφετεριζόντων τὸ ἀκριβὲς ἐνεμείναμεν ἐρωτῶντες ὅτι φύσει σάρκα ὁμολογεῖς τὸν Χριστὸν εἰληφέναι; ὁ δὲ συνετίθετο ὅτι ναί. ἀπὸ Μαρίας τῆς ἁγίας παρθένου ἄνευ σπέρματος ἀνδρὸς καὶ διὰ πνεύματος ἁγίου; ὁ δὲ καὶ τοῦτο ὡμολόγει. φύσει ἐκ τῆς παρθένου ἐλθὼν τὴν σάρκα ἀνείληφεν ὁ θεὸς λόγος, ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ μετὰ βάρους συνετίθετο. ἤδη δὲ ἐν χαρᾷ καθιστάμεθα, ἐπειδὴ παρά τινων πρὸς ἡμᾶς εἰς Κύπρον ἐλθόντων ἠκούσαμεν τῶν προειρημένων παίδων ὅτι οὐδ' ὅλως ἡ σὰρξ ἀπὸ Μαρίας ὡμολογεῖτο. ὅτε δὲ αὐτὸς ὁ εὐλαβέστατος ἀνὴρ ἐκ Μαρίας τὴν σάρκα ἀνειληφέναι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὡμολόγησε, πάλιν παρ' ἡμῶν ἠρωτᾶτο εἰ καὶ ψυχὴν εἴληφεν. ὁ δὲ καὶ εἰς τοῦτο ὁμοίως μετὰ βάρους συνετίθετο, ὡς οὐ χρὴ 3.436 λέγειν ἄλλως, ἀλλὰ κατὰ πάντα ἀληθεύειν. χρὴ γὰρ τὸν περὶ ἀληθείας ἀνθρώποις γράφοντα τὸν πάντα νοῦν δοῦναι, πρὸ ὀφθαλμῶν μὲν τὸν φόβον τοῦ θεοῦ ἔχειν, καὶ μηδὲν παραπεποιημένον εἰς τὴν τῆς γραφῆς ἐπαγγελίαν συντάττειν. 23. Ὡμολόγει οὖν ὁ