558
Βιτάλιος καὶ ψυχὴν τὴν ἀνθρωπίνην εἰληφέναι· οὗτος γὰρ ἦν ὁ εἰπὼν ὅτι ναί, τέλειος ἄνθρωπος ἦν ὁ Χριστός. εἶτα μετὰ τὸ ἐρωτῆσαι ἡμᾶς περὶ ψυχῆς καὶ σαρκὸς τότε ἠρωτήσαμεν· νοῦν ἔλαβεν ἐλθὼν ὁ Χριστός; ὁ δὲ εὐθὺς ἠρνήσατο λέγων, οὐχί. εἶτα ἡμεῖς πρὸς αὐτόν· πῶς οὖν λέγεις τέλειον γεγονέναι ἄνθρωπον; ὁ δὲ τὸν λογισμὸν τὸν ἴδιον ἀπεκάλυπτε τῆς διανοίας, ὅτι τέλειον ἄνθρωπον λέγομεν εἶναι, εἰ τὴν θεότητα ποιήσομεν ἀντὶ τοῦ νοῦ καὶ τὴν σάρκα καὶ τὴν ψυχήν, ὡς εἶναι τέλειον ἄνθρωπον ἐκ σαρκὸς καὶ ψυχῆς καὶ θεότητος ἀντὶ τοῦ νοῦ. τῆς οὖν φιλονεικίας γνωσθείσης καὶ πολλὰ ἡμῶν περὶ τούτου διαλεχθέντων καὶ ἀπὸ γραφῆς συστησάντων, ὅτι χρὴ ὁμολογεῖν τὰ πάντα τελείως εἰληφότα τὸν θεὸν λόγον, τελείως τε οἰκονομηκέναι ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ τὴν ἐνανθρώπησιν καὶ ἐν τελειότητι ἔχειν ταύτην καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν συνηνωκέναι καὶ ἐνδόξως πνευματικὴν αὐτὴν ὅλην καὶ οὐκ ἄλλην σὺν τῇ ἰδίᾳ θεότητι ἐν ἑαυτῷ ἡνωμένην ἔχειν, τὴν ὅλην τελείωσιν μίαν θεότητα ἀποτετελεκέναι καὶ καθέζεσθαι ἐν οὐρανῷ ἐν δεξιᾷ τοῦ πατρός, ἐπὶ θρόνου δόξης τῆς αὐτοῦ ἀϊδίου κυριότητός τε καὶ βασιλείας, λοιπὸν ἀνέστημεν μὴ πεπεικότες ἀμφότερα τὰ μέρη διὰ τὴν προκειμένην φιλονεικίαν. νενόηται δὲ ἡμῖν ἀπὸ τούτου ὅτι οὐχ ἕνεκεν τοῦ νοῦ αὐτοῖς ὁ λόγος, ἀλλὰ ἐπὶ τοῦ νοῦ ἕτερόν ἐστι τὸ φρόνημα. ποτὲ γὰρ οὐχ ὡμολόγουν οὔτε ψυχὴν αὐτὸν εἰληφέναι. ἡμῶν δὲ ἀνθυποφερόντων καὶ λεγόντων, τί γάρ ἐστιν ὁ νοῦς; ὑπόστασιν τοῦτον νομίζετε εἶναι ἐν τῷ ἀνθρώπῳ; οὐκοῦν πολλοστός ἐστιν ὁ ἄνθρωπος; εἶτα παρά τισιν ἐνομίζετο εἶναι τὸ πνεῦμα τὸ ἀεὶ ἐν τῇ θείᾳ γραφῇ ἐν τῷ ἀνθρώπῳ ᾀδόμενον. ὅτε δὲ ἐδείξαμεν ὡς οὐχ ὁ νοῦς ἐστι τὸ πνεῦμα, τοῦ ἀποστόλου σαφῶς λέγοντος «ψαλῶ τῷ νοΐ, ψαλῶ τῷ πνεύματι», ἐντεῦθεν πολλοὶ μὲν ἦσαν οἱ λόγοι, οὐκ ἠδυνήθημεν δὲ αὐτοὺς πεῖσαι φιλονεικοῦντας. 3.437 24. Εἶτα πάλιν τισὶν ἡμῶν λεγόντων, τί γάρ; ὑπόστασιν τὸν νοῦν εἶναι λέγετε; τινῶν δὲ αὐτὸν λεγόντων μὴ εἶναι ὑπόστασιν, ἀπὸ τοῦ ἡμᾶς πεπεικέναι αὐτοὺς ὅτι οὐ χρὴ νομίζειν αὐτὸν οὔτε τὸ καλούμενον ἀνθρώπου πνεῦμα, διὰ τὸ εἰπεῖν «ψαλῶ τῷ νοΐ, ψαλῶ καὶ τῷ πνεύματι», μὴ ἐχόντων αὐτῶν πρὸς τοῦτό τι λέγειν, ἐλέγομεν· οὐκοῦν εἰ οὐκ ἔστιν ὑπόστασις ὁ νοῦς, ἀλλὰ κίνησις τῆς ἡμῶν πάσης ὑποστάσεως, νοῦν δὲ λέγετε τὸν Χριστὸν κατὰ τοῦτο τὸ μέρος, ἆρα οὖν φαντάζεσθε ἀνυπόστατον εἶναι τὸν Χριστὸν καὶ μόνον ἕως λόγου καὶ δοκήσεως τὴν ἐνδημίαν τῆς ἐνσάρκου παρουσίας αὐτὸν πεποιηκότα. ὡσαύτως οὐκ εἶχον ἀποδοῦναι λόγον. καὶ πολλὴ ἡμῖν γέγονε τότε † λυπηρὰ ἡ τῆς ζωῆς κατάστασις, ὅτι ἐν τοῖς προειρημένοις ἀδελφοῖς καὶ ἐπαινετοῖς ἐβλήθησαν ἁπλῶς φιλονεικίαι, ἵνα διαστάσεις ἐν ἡμῖν πάντοτε ὁ προειρημένος τῶν ἀνθρώπων πολέμιος διάβολος ἐξεργάσηται. πολλὴ δέ ἐστι τῆς τοιαύτης αἰτίας, ἀδελφοί, ἡ κατ' ἔννοιαν βλάβη. εἰ μὲν γὰρ ἐξ ἀρχῆς περὶ τούτου οὐκ ἐκινήθη λόγος, ἁπλούστατον ἦν. τί γὰρ τοῦτο τὸν κόσμον ὤνησε τὸ καινοτόμημα ἢ τὴν ἐκκλησίαν ὠφέλησεν ἢ οὐχὶ μᾶλλον ἔβλαψε, μῖσος καὶ στάσιν ἐργασάμενον; ἐπειδὴ δὲ ὁ λόγος προεβλήθη, φοβερὸς γέγονεν. οὐ γὰρ εἰς τὸ κρεῖσσον τῆς ἡμῶν σωτηρίας· ἄρνησις γάρ ἐστιν οὐ μόνον ἐν τούτῳ τῷ μέρει τῷ μὴ ὁμολογοῦντι, ἀλλὰ καὶ ἐν βραχυτάτῳ τινί. οὐ χρὴ γὰρ οὐδὲ κἂν ἐν τῷ τυχόντι παρεξέρχεσθαι τῆς ὁδοῦ τῆς ἀληθείας. λέξωμεν τοίνυν καὶ κατὰ ταύτης τῆς ὑποθέσεως, βουλόμενοι μὴ ἔξω τῆς ἑαυτῶν ζωῆς βαίνειν μηδὲ τὸν κανόνα καταλιμπάνειν τῆς ἁγίας θεοῦ ἐκκλησίας καὶ ὁμολογίας. οὐδενὶ γὰρ πώποτε τῶν παλαιῶν τοῦτο εἴρηται, οὔτε προφήτῃ οὔτε ἀποστόλῳ οὔτε εὐαγγελιστῇ, οὐ τινὶ τῶν ἐξηγητῶν ἕως τούτων τῶν ἡμετέρων χρόνων, ἐξ οὗ καιροῦ ἀπὸ τοῦ προειρημένου λογιωτάτου ἀνδρὸς τὸ τοιοῦτον σοφιστικὸν προῆλθε ῥῆμα. παιδείᾳ γὰρ οὐ τῇ τυχούσῃ ὁ ἀνὴρ ἐξήσκηται, ἀπὸ τῆς τῶν λόγων προπαιδεύσεώς τε καὶ Ἑλληνικῆς διδασκαλίας