560
ἠλαττώθη, καίπερ ἀληθινὴν σάρκα ἔχων, ἐλθὼν ὁ λόγος, οὐδὲ ἐν τῷ νῷ τὰ μὴ πρέποντα τῇ αὐτοῦ θεότητι διανενόηται, ἀλλ' ὅσα ἦν εὔλογα σαρκὶ καὶ ψυχῇ καὶ νῷ ἀνθρωπίνῳ, ταῦτα ἐπετέλει ἐλθὼν ὁ κύριος, ἵνα μὴ ταράξῃ τῆς ἀληθινῆς ἐνσάρκου παρουσίας τὴν ἀκολουθίαν. εὔλογον γὰρ ἦν πεῖνα καὶ δίψα καὶ κάματος καὶ ὕπνος, ὁδοιπορία τε καὶ λύπη, κλαυθμὸς καὶ ἐμβρίμησις. ταῦτα δὲ ἀκολούθως ἐν αὐτῷ τελεσθέντα εὔλογα τῆς ἐνσάρκου ἀληθινῆς παρουσίας τὴν ἀλήθειαν ὑπέφηνεν. 27. Οὐ γὰρ γέγραπται ὅτι ἐπεθύμησεν ἐπιθυμίαν φαύλην. ἀγαθὴν δὲ ἐπιθυμίαν ἐπεθύμησε φήσας «ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ' ὑμῶν». ἐπιθυμία δὲ ἐκ θεότητος οὐ γίνεται, οὐδὲ ἐκ σαρκὸς μονωτάτης οὐδὲ ἐκ ψυχῆς ἀνοήτου, ἀλλὰ ἐκ τελείας ἐνανθρωπήσεως σώματος καὶ ψυχῆς καὶ τοῦ νοῦ καὶ παντὸς οὗτινος τοῦ ἐν ἀνθρώπῳ τυγχάνοντος. ἔσχε γὰρ ταῦτα ἐλθὼν ὁ λόγος, σῶμα καὶ ψυχὴν καὶ νοῦν καὶ πάντα εἴ τι ἐστὶν ἄνθρωπος, χωρὶς ἁμαρτίας, χωρὶς ἐλαττώματος, κατὰ τὸ εἰρημένον «πεπειραμένος κατὰ πάντα ὡς ἄνθρωπος, χωρὶς ἁμαρτίας». εἰ δὲ κατὰ πάντα πεπείραται, τὰ πάντα ἔσχεν ἐλθὼν ὁ λόγος. πάντα δὲ ἔχων ἀήττητος ἐν αὑτῷ ἦν, ἄχραντά τε διετήρησε, τέλειος ὢν θεός, ἐκ σαρκὸς γεγεννημένος καὶ τελείως τὰ πάντα πληρώσας, 3.440 ὡς πληρωτὴς ὢν ὅλου τοῦ σκεύους, μὴ μερισθεὶς τῇ τῆς σαρκὸς ἀναρμόστῳ ἐπιτηδεύσει, μὴ παρελκυσθεὶς τῷ τοῦ νοῦ ἀλλοίῳ ἐν ἡμῖν φρονήματι. οὐ γὰρ ὁ νοῦς ἡμῶν εἰς τὸ ἁμαρτάνειν ἡμῖν γεγένηται, ἀλλὰ διὰ τὸ σκοπεῖν τῶν ἐν ἡμῖν ἀναθεωρουμένων κατ' ἀμφοῖν πραγμάτων τὰ τέλεια καὶ τὴν ἐργασίαν τῆς δικαιοσύνης καὶ ἐναντιότητος. «νοῦς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται» καὶ «ὀφθαλμὸς κατανοεῖ καὶ νοῦς ὁρᾷ». ὅρασις τοίνυν καὶ γεῦσις καὶ διάκρισις ὁ νοῦς ἐν ἡμῖν ὑπάρχει, ἐκ θεοῦ ἡμῖν κεχαρισμένος, οὔπω δὲ συγκαταθετικὸς τῶν ἀεὶ γινομένων, ἐὰν μὴ θέλῃ ὁ ἄνθρωπος. ἡ δὲ σὰρξ ἀεὶ ἐν πάσῃ γραφῇ ἀποκηρύττεται διὰ τὴν ἐν αὐτῇ γινομένην ἐπιθυμίαν, οὐ πάντως δὲ αὐτὴν τὴν σάρκα ἀποκηρύττει, ἀλλὰ τὰ ἐξ αὐτῆς γινόμενα ἀπεκήρυξεν ὁ λόγος, ὡς ἔφη ὁ ἀπόστολος «οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν», διὰ τὰ ἐκ τῆς σαρκὸς ἐπιφυόμενα. ἵνα δὲ ἀποκρούσηται τῶν αἱρέσεων τὴν διάνοιαν, μή πως νομίσωσι τὴν σάρκα ἀπὸ τῆς τῶν νεκρῶν ἀναστάσεως ἀπηλπίσθαι, λέγει «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν», ἵνα μὴ παρεκβάλλων τὰ ἔργα τῆς σαρκός, ἃ σάρκα εἴωθεν ἡ γραφὴ καλεῖν, νομισθείη τὴν ἐλπίδα τῆς ἀναστάσεως τῆς σαρκὸς παρεκβάλλειν. τὰ γὰρ ἔργα τὰ ἐν αὐτῇ γινόμενα φαῦλα σαφῶς ἀπεκήρυξεν, αὐτὴν δὲ τὴν σάρκα ἅγιον ναὸν ἐπέδειξεν ἐν τῷ ἁγιάσαντι αὐτοῦ τὴν σάρκα, κατὰ τὸ γεγραμμένον ὅτι «θρησκεία δὲ καθαρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου», καὶ ἐν ἄλλῳ «μακάριοι οἱ ἁγνὴν τὴν σάρκα τηρήσαντες». πολλάκις δὲ κατ' αὐτῆς λέγουσα ἡ γραφὴ ἐδίδαξεν ἡμᾶς τὰς ἐπιθυμίας καὶ ἡδονὰς ἐξ αὐτῆς βλαστάνειν, κατὰ δὲ τοῦ νοῦ οὐδὲν ἐξηγεῖται ἡ γραφή, ἀλλὰ «ψαλῶ τῷ νοΐ, ψαλῶ τῷ πνεύματι» καὶ «ἐὰν ψαλῶ πάλιν τῷ πνεύματι, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι». καὶ ὁρᾷς ὅτι ἐν αὐτῷ καρπὸς ἐν τῷ νῷ· κἄν τε μὴ ᾖ καρπός, οὐ πάντως τὸν νοῦν κατέλεξεν ἐν ἁμαρτίαις, ἀλλὰ δι' αὐτοῦ μᾶλλον τὸν καρπὸν ἀπεφήνατο. 28. Τί δὲ τοῦτο πρὸς τὴν τοῦ κυρίου ἡμῶν δύναμιν τῆς θεότητος ἐνσκήψει; τί δὲ ἠμαύρωσε τὴν αὐτοῦ δύναμιν; τῆς ἁγίας γυναικὸς γαστήρ; μήτρα παρθένου; τοκετῶν πόροι; ἀγκάλαι Συμεῶνος; Ἄννης ὑποδοχή; 3.441 Μαρίας βασταγμός; τῆς πόρνης ἁφαί; τρίχες γυναικὸς ποδῶν ἁπτόμεναι; ἀλλὰ τὰ δάκρυα; ἀλλὰ μνήματος αἱ θέσεις; σινδὼν γὰρ εἰλήσας τὸ σῶμα αὐτοῦ οὐ περιεγένετο ἐκείνου τοῦ ἀκραιφνοῦς καὶ τῆς αὐτοῦ μεγίστης δυνάμεως. καὶ γὰρ ἔτι ἐν κοιλίᾳ τυγχάνων Ἰωάννης ἐσκίρτα, χαίρων ἐπὶ τῇ τοῦ δεσπότου αὐτοῦ πρὸς αὐτὸν