561
εἰσόδῳ διὰ τῆς ἐγκυμονήσεως τῆς ἁγίας παρθένου. γεννηθεὶς δὲ καὶ ἐν φάτνῃ κείμενος οὐ λέληθεν ἀγγέλων χορόν. παρεμβολαὶ δὲ ἐπὶ τῇ τοῦ βασιλέως τοῦ αἰῶνος εἰσόδῳ δορυφορεῖν ἀπεστέλλοντο, ὕμνοι ἐπινίκιοι ἐτελοῦντο, εἰρήνη ἐν τοῖς ποιμέσιν ἐκηρύττετο. ἀλλὰ τί ἠμαύρωσε τὴν αὐτοῦ δύναμιν; ἔτι γὰρ ὄντος αὐτοῦ βρέφους καὶ βασταζομένου ἀστέρος μὲν γίνεται σημεῖα ἀπὸ ἀνατολῶν, μάγων παρουσία, προσκύνησίς τε καὶ δωροφορία, γραμματέων ζήτησις βασιλεῖ, ἡ περὶ αὐτοῦ ἀπόκρισις καὶ ὁμολογία. τὰ δὲ ἄλλα πάντα, ὅσα περιέχει ἡ ἀκολουθία, τί ἐνέσκηψε τῇ αὐτοῦ θεότητι; ποῖον ἐπικάλυμμα ἔσχεν, ὡς ἐν ἡμῖν, ἡ σαρκὸς κατοχή; ἐπιτιμᾷ μὲν κλύδωνι καὶ τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ οὐκ ἐπέχεται ἀπὸ τῆς σαρκὸς ἡ τῆς αὐτοῦ θεότητος δύναμις, ἐπιτελοῦσα τὸ κατὰ φύσιν τῆς θεότητος. ἀλλὰ καὶ ὄγκου καὶ βάρους τῆς σαρκὸς ὑπαρχούσης οὐ βάρει συνέχεται. περιπατεῖ γὰρ ὡς ἐπὶ ξηρᾷ ἐπὶ τοῖς ὕδασιν, ὡς ἄτρεπτος θεός, ἐν σαρκὶ μὲν ὑπάρχων, οὐκ ἀπὸ σαρκὸς δὲ ἀλλοιούμενος. καὶ καλεῖ μεγάλῃ φωνῇ «Λάζαρε, δεῦρο ἔξω», οὐκ ἀντίθετον ἔχων τὴν σάρκα, οὐδὲ τῆς θεότητος ἐν σαρκὶ τῇ τελείᾳ ἐνανθρωπήσει δεδουλωμένης. 29. Καὶ πολλά μοί ἐστι περὶ τούτου λέγειν· ἀλλὰ καὶ ἐκ νεκρῶν ἀνίσταται καὶ ἀναμοχλεύει τὰ καθ' Ἅιδου καὶ ἑλὼν ἀνήνεγκε τὴν αἰχμαλωσίαν καὶ ἀναστὰς τὸ τριήμερον ἐν αὐτῇ τῇ ἁγίᾳ σαρκὶ καὶ ψυχῇ τῇ ἁγίᾳ καὶ νῷ καὶ παντὶ τῷ σκεύει καὶ ἐν τῇ θεότητι ἡνωμένος τέλειος γέγονεν ἄνθρωπος, συνενώσας τὴν ἐνανθρώπησιν ἑαυτοῦ τῇ θεότητι, «θανάτου αὐτοῦ μηκέτι κυριεύοντος». τῇ δὲ θεότητι συνηνωμένος τὸ παχυμερὲς λεπτομερὲς ἐτελείου, «εἰσερχόμενος θυρῶν κεκλεισμένων», καὶ μετὰ τὴν εἴσοδον δεικνὺς «σάρκα καὶ ὀστέα», ἵνα τὸ σωτήριον τῆς δυνάμεως ὑποφάνῃ, ἵνα τὴν ἡμῶν ἐλπίδα ὑποδείξῃ ὅτι τὰ πάντα ἐτελείωσεν ἐλθὼν ὁ λόγος καὶ ἐν αὐτῷ τῷ σώματι ἀναληφθεὶς ἐνδόξως ἐκάθισεν 3.442 ἐν δεξιᾷ τοῦ πατρός, οὐκ ἀπὸ τοῦ ὄγκου πιεζόμενος, οὐκ ἐκτὸς τοῦ σώματος ὑπάρχων, τὸ δὲ σῶμα πνευματικὸν ἐγείρας. εἰ τὸ ἡμέτερον «σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν», πόσῳ γε μᾶλλον τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ; διὸ πεπλήρωται «οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν, οὐδὲ ἐάσεις τὴν ψυχήν μου εἰς Ἅιδην». ἀλλὰ ταῦτά μοι πάντα περὶ τῆς τελείας αὐτοῦ ἐνανθρωπήσεως εἴρηται, ἵνα μή τινες νομίσωσι διὰ τὸ σάρκα αὐτὸν ἀνειληφέναι τελείαν μὴ ἄρα καὶ τὰ τῆς σαρκὸς ἄλογα ἔπραξεν. οὐδεὶς γὰρ τῶν εὐσεβῶς πιστευόντων εἰς αὐτὸν τοῦτο νοεῖ ἢ λέγει. εἰ δὲ οὐδεὶς νοεῖ περὶ αὐτοῦ τὰ τῆς σαρκὸς ἄλογα πεπραχέναι, οὔτε τὰ τοῦ νοῦ ἄλογα αὐτὸν πεποιηκέναι νοήσειεν. καὶ ὅτι μὲν τελείως ἐνηνθρώπησεν ἐλθὼν ὁ λόγος, τοῦτο δῆλον. καὶ ἐὰν εἴπωμεν τελείως, οὐ δύο Χριστοὺς ἔχομεν, οὐ δύο βασιλέας υἱοὺς θεοῦ, ἀλλὰ τὸν αὐτὸν θεὸν τὸν αὐτὸν ἄνθρωπον, οὐχ ὡς ἐν ἀνθρώπῳ οἰκήσαντα, ἀλλ' αὐτὸν ὅλον ἐνανθρωπήσαντα, οὐκ ἄνθρωπον ὄντα ἐλθόντα εἰς προκοπὴν θεότητος, ἀλλὰ θεὸν ἀπ' οὐρανῶν ἐλθόντα καὶ εἰς ἑαυτὸν ἀναπλασάμενον τὴν ἰδίαν ἐνανθρώπησιν κατὰ τὴν αὐτοῦ δυνατὴν θεότητα, ὡς λέγει ὅτι «ὁ λόγος σὰρξ ἐγένετο». τὸ δὲ λόγος σὰρξ ἐγένετο, ἵνα μή τινες νομίσωσιν ὅτι πρῶτον ἄνθρωπος ἦν καὶ ἦλθε Χριστὸς εἰς ἄνθρωπον, διὰ τοῦτο λόγον πρῶτον ἔταξε τὸ θεῖον εὐαγγέλιον, εἶτα τὴν σάρκα ὡμολόγησεν ὅτι «ὁ λόγος σὰρξ ἐγένετο». οὐ γὰρ εἶπεν, ἡ σὰρξ λόγος ἐγένετο, ἵνα δείξῃ πρῶτον λόγον ἀπ' οὐρανῶν ἐλθόντα, εἰς ἑαυτὸν δὲ ὑποστήσαντα τὴν σάρκα ἀπὸ τῆς μήτρας τῆς ἁγίας παρθένου καὶ πᾶσαν τὴν ἐνανθρώπησιν τελείως εἰς ἑαυτὸν ἀναπλασάμενον. κἄν τε γὰρ εἴπῃ, «ὁ λόγος σὰρξ ἐγένετο», οὐχ ὅτι ἐτράπη ὁ λόγος εἰς σάρκα καὶ γέγονεν ὁ λόγος σὰρξ ἢ ἡ θεότης μετεβλήθη εἰς σάρκα, ἀλλὰ σὺν τῇ θεότητι ἔλαβε τὴν ἰδίαν αὐτοῦ ἐνανθρώπησιν ἐλθὼν ὁ θεὸς λόγος. 30. Καὶ «προέκοπτε», φησίν, «ἐν ἡλικίᾳ Ἰησοῦς καὶ σοφίᾳ». ὁ δὲ νοῦν μὴ