562
ἔχων ἀνθρώπινον πῶς προέκοπτε; καθὼς ἤδη μοι εἴρηται· ὡς καὶ μαρτυρεῖ τούτῳ τῷ λόγῳ ὁ ἅγιος τοῦ θεοῦ προφήτης Ἠσαΐας φήσας «ἰδού, συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ἐφ' ᾧ εὐδόκησα». καὶ ὁρᾷς ὅτι τὸ συνήσει ἐπὶ τελείαν ἐνανθρώπησιν φέρεται; οὐ δύναται γάρ τις συνιέναι νοῦν μὴ ἔχων, οὔτε ἐπὶ τῇ θεότητι τοῦτο πληροῦται. οὐκ ἐπιδεὴς γὰρ συνέσεως ἡ οὖσα αὐτοσύνεσις, οὐδὲ ἐπιδέεται σοφίας ἡ οὖσα αὐτοσοφία, ἀλλὰ τὸ συνήσει ἐπὶ τῷ νῷ τῷ ἀνθρωπίνῳ λαμβάνεται. 3.443 πόθεν δὲ ἐπείνα, λέγε μοι. εἰ μὲν γὰρ σὰρξ μόνον ἦν, πῶς ἠδύνατο μνησθῆναι πείνης; καὶ εἰ ἐκ ψυχῆς καὶ σώματος ἦν μόνης, ψυχῆς μὴ ἐχούσης τὸ λογικὸν τοῦ νοῦ, τὸν λογισμὸν τῆς ἐνανθρωπήσεως οὐ τὸν φαῦλον λέγω, ἀλλὰ τὸν ἐπὶ τῇ εὐλόγῳ χρείᾳ τεταγμένον, συμπρεπόντως τῇ θεότητι, πῶς ἠδύνατο πεινάσαι ἢ διανοηθῆναι πεῖναν; πόθεν δὲ λελύπηται, λέγε μοι, ψυχῆς μὴ ἐχούσης νοῦν καὶ τὸ λογίζεσθαι; ἀλόγου γὰρ ψυχῆς οὔσης ἢ σαρκὸς ἀψύχου οὔσης οὔτε ὑπὸ λύπην ὑπέπιπτεν οὔτε εἰς ἀθυμίαν. καὶ πολλά ἐστιν ἃ χρὴ ἡμᾶς διανοουμένους * εἰδέναι, ὅτι τὰ σοφιστικὰ περιττὰ τυγχάνει καὶ πλήττει μᾶλλον τοὺς ὑπὲρ τὸ δέον βουλομένους διανοεῖσθαι καὶ μὴ μετρεῖν ἑαυτοὺς ἐν τῷ μέτρῳ τῷ ἡμῖν κατὰ παραίνεσιν εἰρημένῳ ἀπὸ τοῦ ἁγιωτάτου ἀποστόλου τοῦ φήσαντος «μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν». 31. Φέρουσι δὲ ἡμῖν καὶ λέξεις τινὰς ὅτι, φησίν, «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν». καί φασιν, ὁρᾷς ὅτι τοῦ Χριστοῦ ὁ νοῦς ἕτερος παρὰ τὸν ἡμέτερον; καὶ ὢ πολλὴ ἡ τῶν ἀνθρώπων ἀφελότης, ὅτι εἰς ὃ ἑκάτερος βούλεται κλίνει καὶ ἐν ᾧ δοκεῖ σοφίζεσθαι μᾶλλον ἰδιώτης εὑρίσκεται. ἡμῶν γὰρ ὄντων «ἰδιωτῶν τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει», κατὰ τὸ εἰρημένον, βραχέων δὲ σφόδρα ὄντων, θαυμαζόντων τε τῶν τοιούτων ἀνθρώπων καὶ ἀπὸ λόγων ὁρμωμένων τὸν νοῦν, ἀπορίας ἡμῖν κατάστασις περὶ τὴν διάνοιαν συμβαίνει, ὅτι τὸ ῥητὸν τοῦτο εἰς παράστασιν τῆς τοιαύτης αὐτῶν ἁπλῶς ἀργῆς φιλονεικίας λαμβάνουσιν, ὅλως τοῦ πράγματος μὴ ἔχοντος ἔμφασιν ἐπικοινωνοῦσαν τῇ τοιαύτῃ σχέσει. «ἡμεῖς», γάρ φησι, «νοῦν Χριστοῦ ἔχομεν». τί δὲ ἄρα εἴη ὁ Χριστὸς παρ' αὐτοῖς ἐρωτητέον, ἢ ὁ νοῦς Χριστοῦ τί ἄρα εἴη. ἐνταῦθα δὲ ὑποφαίνουσιν ἕτερον τὸν Χριστὸν εἶναι νενοηκότες καὶ ἑτέραν τὴν αὐτοῦ θεότητα. εἰ γὰρ ἀντὶ τοῦ νοῦ τὸν Χριστὸν ὑπολαμβάνουσι, Χριστὸν δὲ τὴν ἔνσαρκον μόνην Χριστοῦ παρουσίαν ὀνομάζουσιν, ἄρα πάλιν εἰς ἑτέραν ζήτησιν ἡμᾶς ἄγειν πειρῶνται. καὶ ὅτι μὲν οὖν οὐκ ἀπὸ τῆς ἐνσάρκου παρουσίας θεὸς λόγος καὶ υἱὸς τοῦ θεοῦ ἑρμηνεύεται δῆλον. εἰ δὲ καὶ προῆγον περὶ αὐτοῦ μαρτυρίαι τὸν Χριστὸν αὐτὸν 3.444 καλοῦσαι καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας, ἐν τῇ παρουσίᾳ πεπλήρωνται, μήτε τῆς θεότητος ἐκτὸς Χριστοῦ ὑπαρχούσης ὀνόματος μήτε τῆς ἐνσάρκου παρουσίας καὶ τῆς αὐτοῦ ἐνανθρωπήσεως ἄνευ τῆς τοιαύτης ὀνομασίας ὀνομαζομένης, ὡς κατὰ τὸ εἰρημένον «μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν. ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἀναγαγεῖν ἐκ νεκρῶν», καὶ πάλιν ὁ αὐτὸς λέγει «ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν»· τὸ δὲ ἀπέστειλας ἄνωθεν τυγχάνει ἔχον τὴν θεωρίαν, ἀλλ' οὐκ ἐκτὸς ὂν τῶν ὑπὸ Πέτρου εἰρημένων ὅτι «Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον εἰς ὑμᾶς τέρασι καὶ σημείοις, ὃν ἔχρισεν ὁ θεὸς πνεύματι ἁγίῳ» καὶ τὰ τούτοις ὅμοια. 32. Εἶτα δὲ πάλιν οἱ γλυκύτατοι ἡμῶν ἀδελφοί, βουλόμενοι κατὰ πάντα φιλονείκους ἡμῖν εἰσφέρειν διανοίας, καὶ τὴν αὐτοῦ θεότητα πεπονθυῖαν οὐκ ἀτολμήτως κηρύττουσιν ἐκ τοῦ ῥητοῦ τοῦ εἰρημένου «εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν». τινὲς δὲ τῶν αὐτοῦ παίδων μὴ νοοῦντες τοῦτο, ὡς οἶμαι, μετὰ τῶν ἄλλων προβαλλόμενοι βούλονται ἐπισοφίζεσθαι. θαυμάζω γὰρ εἰ αὐτὸς οὕτως φάσκει. οὐ θαυμαστὸν γὰρ ἐὰν εἴπῃ ἡ θεία γραφὴ τὸν κύριον τῆς δόξης