563
ἐσταυρῶσθαι. καὶ γὰρ καὶ κύριον δόξης ὁμολογοῦμεν καὶ αὐτὴν τὴν ἔνσαρκον παρουσίαν· οὐ γὰρ διῄρηται ἀπὸ τῆς θεότητος ἡ ἔνσαρκος παρουσία, τῆς ἑκάστης ὑποθέσεως εὐλόγως νοουμένης καὶ ἐπὶ τὸ αὐτὸ τῆς πάσης πραγματείας εἰς μίαν οἰκονομίαν καὶ μίαν τελειότητα ἡμῖν συνηνωμένης. παθητὸς γὰρ ἡμῖν κηρύττεται Χριστὸς καὶ πιστεύεται, οὐ καθ' ἑαυτὸν παθών, οὐδὲ ὅτι ἄλλος ἐστὶν ὁ πεπονθὼς καὶ ἄλλος ὁ κύριος, οὐδὲ ὅτι ἡ θεότης πέπονθεν, ἀλλὰ πέπονθε μὲν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, τῆς θεότητος ἀτρέπτου μενούσης τε καὶ ἀπαθοῦς, πασχούσης δὲ ἐν τῇ σαρκὶ καὶ ἀπαθοῦς μενούσης. εἰ γὰρ ἀπέθανε Χριστὸς ὑπὲρ ἡμῶν καὶ ὄντως ἀπέθανεν, οὐχ ἡ θεότης ἀπέθανεν, ἀλλὰ ἀπέθανεν ἐν σαρκί, κατὰ τὸ εἰρημένον «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ τῷ πνεύματι», καὶ πάλιν «Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί». θαυμαστῶς ἡμῖν ὡμολόγηται πεπονθὼς ἐν ἀληθείᾳ 3.445 καὶ ἀπαθὴς ἐν ἀληθείᾳ, τῆς θεότητος μὴ παθούσης διὰ τὸ ἄτρεπτον καὶ ἀπαθὲς καὶ ὁμοούσιον τῷ πατρί, παθούσης δὲ τῆς σαρκὸς καὶ οὐ μερισθείσης τῆς θεότητος ἀπὸ τῆς ἐνσάρκου παρουσίας ἐν τῷ πάθει. συνῆν γὰρ καὶ ἡ θεότης καὶ ἡ ἐνανθρώπησις, ὅτε ἐπὶ τῷ σταυρῷ ἔπασχε μὲν Χριστὸς σαρκί, ἀπαθὴς δὲ ἔμεινε θεότητι, ἵνα τὴν δικαίωσιν μηκέτι ἐν σαρκὶ μόνον ἔχωμεν, ἀλλὰ ἐν τῇ θεότητι, καὶ ἵνα ἐν τῇ θεότητι καὶ ἐν τῇ σαρκὶ κατ' ἀμφοῖν ἡμῖν σωτηρία γένηται. οὐ γὰρ ψιλὸς ἡμῖν ἄνθρωπος ὁ Χριστός, ἀλλὰ λόγος ἐνυπόστατος ἔνσαρκος γενόμενος καὶ θεὸς ἄνθρωπος γεγονὼς ἐν ἀληθείᾳ, ἡμῶν μὴ ἐχόντων τὴν ἐλπίδα ἐπ' ἄνθρωπον, ἀλλ' ἐν τῇ θεότητι, καὶ ἡμῶν μὴ ἐχόντων θεὸν πάσχοντα, ἀλλ' ἀπαθῆ, ἐκτὸς δὲ πάθους τὴν σωτηρίαν ἡμῶν μὴ πεποιηκότα, ἀλλ' ἐν τῷ ὑπὲρ ἡμῶν ἀποθανεῖν καὶ ἑαυτὸν προσενέγκαι τῷ πατρὶ θυσίαν ὑπὲρ τῶν ἡμετέρων ψυχῶν, «ἐν τῷ αἵματι αὐτοῦ καθαρίσας» ἡμᾶς, «σχίσας τὸ καθ' ἡμῶν χειρόγραφον καὶ προσηλώσας αὐτὸ τῷ σταυρῷ», καθὼς πάντη ἡ γραφὴ διδάσκει ἡμᾶς. 33. Καὶ ἔσται μοι περὶ τούτων, εἰ χρεία γένοιτο, εἰς παράστασιν εἰπεῖν πολλά. καὶ γὰρ ἐν ἄλλοις εἰρήκαμεν, τὴν θεωρίαν ταύτην σαφηνίζοντες περὶ τῆς ἡμῶν βεβαίας σωτηρίας, ὅτι ὡς, ἂν ἐκ ῥαντισμοῦ αἵματος τυγχάνῃ βαφὴ ἐν ἱματίῳ, τὸ μὲν σῶμα οὐκ ἔβαψε τοῦ φοροῦντος, ἡ δὲ βαφὴ τοῦ ἱματίου οὐκ εἰς τὸ ἱμάτιον λελόγισται, ἀλλ' εἰς τὸν ἄνθρωπον τὸν φοροῦντα, οὕτω καὶ τὸ πάθος τῇ θεότητι μὲν οὐκ ἐνέσκηψεν, ἀλλ' ἐν τῇ ἐνανθρωπήσει ἐγένετο, οὐκ ἐλογίσθη δὲ τῇ ἐνανθρωπήσει μόνῃ, ἀλλ' ἵνα μὴ πληρωθῇ ἐν τῇ οἰκονομίᾳ τῆς σωτηρίας τὸ «ἐπικατάρατος πᾶς ὃς ἔχει τὴν ἐλπίδα ἐπ' ἄνθρωπον», ἀλλ' ἐλογίσθη καὶ εἰς τὴν θεότητα, τῆς θεότητος μὴ πασχούσης, ἵνα ἐν τῇ θεότητι λογισθῇ τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ τοῦ πάθους ἡ σωτηρία. ἀλλὰ πάλιν μὴ λεξίθηρ ὤν τις ἑαυτὸν θελήσῃ μᾶλλον συλλογίσασθαι ἤπερ τὸ αἴνιγμα τοῦ ὁμοιώματος. οὐ γὰρ πᾶσα παραβολὴ ἐν τῇ γραφῇ ὅλη λαμβάνεται, ὡς τὸ «σκύμνος λέοντος Ἰούδα», διὰ τὸ ἰσχυρότερον τοῦ ζῴου καὶ βασιλικώτατον, ἀλλ' οὐχὶ διὰ τὸ ἄλογον καὶ ἁρπακτικόν. οὕτω καὶ ἐπὶ τοῦ ἱματίου, οὐκ ἐνδυομένου καὶ ἐκδυομένου, ἀλλ' ἅπαξ κατὰ τὸ εἰρημένον «εὐπρέπειαν ἐνεδύσατο», τὸ δὲ δεύτερον «ἐνεδύσατο δύναμιν καὶ διεζώ3.446 σατο», πληρουμένης ἐπὶ τούτῳ τοῦ ἁγιωτάτου ἀποστόλου τῆς φωνῆς, τὸ «οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει». Τοίνυν τούτων οὕτως ἐχόντων βούλονται οἱ ἀδελφοὶ ἡμῶν εἰς παράστασιν ἡμῖν φέρειν τὸ «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν». κατὰ δὲ τὸν λόγον αὐτῶν τὸν ἐπὶ τῇ θεωρίᾳ ταύτῃ φραζόμενον εἰς ὑπόνοιαν ἡμᾶς φέρουσι, μὴ τάχα νενοήκασιν ὡς τοῦ νοῦ ἑτέρου ὄντος τοῦ Χριστοῦ. εἰ δὲ οὐ λογίζονται ἐκτὸς εἶναι τὴν θεότητα τῆς ἐνανθρωπήσεως, ἀλλὰ μίαν εἶναι τὴν οἰκονομίαν, τί ἄρα ἔσται περισσότερον νοῦς Χριστοῦ ὁ λεγόμενος; μὴ ἄρα καθ' ἑαυτὸν ὁ θεὸς λόγος ἐστί, μὴ ἔχων νοῦν ἀνθρώπινον, ὥς φασιν, ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ, νοῦν δὲ ἕτερον ἔχει Χριστὸς παρὰ τὴν αὐτοῦ