564
ὑπόστασιν τῆς θεότητος; ἢ καταχρηστικῶς εἴωθε πᾶν ῥῆμα ὑπέρογκον λέγεσθαι ἡμῖν εἰς παράστασιν τῶν ἐν ἡμῖν πληρουμένων; 34. Καὶ γὰρ τῷ μὲν ὄντι πᾶς θεοσεβὴς οὐ κατὰ τὸν νοῦν τὸν ἀνθρώπινον πολιτεύεται, ἀλλὰ κατὰ τὸν τοῦ Χριστοῦ, τὸν ὑπὸ Χριστοῦ πληρούμενον τῇ συνέσει, τὸν κατὰ τὸν Χριστὸν λογιζόμενον ἐν δικαιοσύνῃ, τὸν ἐν Χριστῷ πεπολιτευμένον τῇ ὁμολογίᾳ, τὸν διὰ Χριστὸν σῳζόμενον ἐν τῇ δικαιοπραγίᾳ. οὗτος γάρ ἐστιν ὁ νοῦς Χριστοῦ, ὁ ἐν ἡμῖν δυνάμενος εἶναι καὶ ἐν τόπῳ περιεκτικῷ τὸν Χριστὸν μὴ κατέχειν. πάντη γάρ ἐστιν ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, καὶ ἐν ἡμῖν ὑπάρχει πνευματικῶς, ἐὰν αὐτοῦ ἄξιοι γενώμεθα, οὔ τινος τόπου περικλείοντος αὐτὸν καὶ τὸν αὐτοῦ πατέρα καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, τῇ δὲ δυνάμει τῆς αὐτοῦ θεότητος ἐν ἅπασι τυγχάνων ἐστὶ καὶ ἀμιγὴς πάντων ἐστὶ διὰ τὴν αὐτοῦ ἀσυγκοινώνητόν τε καὶ ἀσύγκριτον οὐσίαν καὶ ἀκραιφνῆ καὶ ἀκατάληπτον θεότητα. ὅταν δὲ εἴπῃ ὁ ἀπόστολος «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», ἆρά γε τί λογισώμεθα; εἶχε τὸν ἴδιον ἀνθρώπινον νοῦν ἢ τοῦ Χριστοῦ ἐμφορούμενος νοῦν τὸν μὲν ἴδιον ἀπεβάλλετο, νοῦν δὲ Χριστοῦ εἶχεν ἀντὶ τοῦ ἰδίου; οὐ πάντως. συνομολογήσειε γὰρ ἕκαστος τῶν ἀκουόντων ὅτι τὸν μὲν ἴδιον εἶχε, τοῦ τε Χριστοῦ ἐνεφορεῖτο, τοῦ κοσμήσαντος αὐτὸν κατὰ τὴν θεοσέβειαν καὶ γνῶσιν καὶ θεοῦ πολιτείαν ἐπουράνιον. εἰ τοίνυν τὸν ἴδιον ἔχων νοῦν Χριστοῦ ἐνεφορεῖτο νοῦν, ἄρα γε καὶ Χριστὸς αὐτὸς ὁ λόγος νοῦς ἦν, εἴ γε οὕτως δεῖ λέγειν, ἐπειδή τισι τοῦτο ἔδοξε νοῦν καλεῖν θεόν. ἐγὼ δὲ τὸν νοῦν τὸν ἡμέτερον οὐχ ὑπόστασιν ἡγοῦμαι, οὐδέ τις τῶν υἱῶν τῆς ἐκκλησίας, ἀλλ' ἐνέργειάν τινα ἐκ θεοῦ ἐν ἡμῖν δεδομένην καὶ οὖσαν. τὸν δὲ Χριστὸν ὑπόστασιν 3.447 λέγω, ὡς καὶ πάντες πιστοὶ ὁμολογοῦσι, καὶ θεὸν ὁμολογῶ καὶ ὄντα κύριον, ἐκ πατρὸς γεγεννημένον, τέλειον ἐκ τελείου καὶ φῶς ἐκ φωτὸς καὶ θεὸν ἐκ θεοῦ. ἀλλ' ὅμως κατὰ τὸν αὐτὸν λόγον ὁ ὢν ἐν ἑαυτῷ νοῦς, ὥσπερ ὁ ἅγιος ἀπόστολος διδάσκει περὶ αὐτοῦ ὅτι «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», εἶχεν αὐτὸς καὶ οἱ ὑπ' αὐτοῦ μαρτυρούμενοι τὸν ἴδιον ἑαυτῶν νοῦν καὶ πάλιν ἐνεφοροῦντο τοῦ Χριστοῦ νοῦ, οὕτως δυναμένης τῆς χάριτος αὐτοῦ ἐν ἑαυτοῖς τελειοῦσθαι. 35. Ἄρα οὖν οὐδὲν διοίσει ἀπὸ τοῦ κατάντικρυς ὁμοιώματος τὸ καὶ ἐπὶ Χριστοῦ τοῦτο λαμβάνειν, ὅτι Χριστὸς ὢν ἐν ἑαυτῷ νοῦς, εἰ καὶ μετεῖχε νοῦ ἀνθρωπίνου, ὡς καὶ σαρκὸς μετέσχε καὶ αἵματος καὶ ψυχὴν εἶχε τὴν ἀνθρωπείαν, οὐ πάντως ἀπὸ τοῦ νοὸς ᾐχμαλωτεύετο. εἰ γὰρ ὁ κατὰ φύσιν ἴδιον νοῦν κεκτημένος ἀπόστολος τὸν ἀνθρώπινον καὶ τὸν ἐκ συμμετοχῆς δωρεᾶς καὶ χαρίσματος καὶ χάριτος, οὐκέτι κατὰ τὸν νοῦν τὸν ἴδιον ἐπολιτεύετο, ἀλλ' ὑπερβαινούσῃ τινὶ φύσεως ἀγωγῇ τῷ Χριστοῦ νῷ κατεκοσμεῖτο, πόσῳ γε μᾶλλον ὁ θεὸς λόγος ἐν ἑαυτῷ ἔχων τὴν πᾶσαν τελειότητα, αὐτοτέλειος ὤν, αὐτόθεος ὤν, αὐτοδύναμις, αὐτόνους, αὐτόφως, καὶ τοῦ νοῦ καὶ παντὸς τοῦ σώματος πληρωτὴς ἐγένετο, μᾶλλον δὲ τελειωτής, καὶ ἐν ἅπασι διὰ τῆς αὐτοῦ ἐνσάρκου παρουσίας ἡμῖν τὸ σωτήριον ἐξειργάσατο; παρενεκτέον τοίνυν τὸν τοιοῦτον λόγον, μὴ ἔχοντα ἔμφασιν περὶ τῆς τοιαύτης ὑποθέσεως, καὶ παρενεκτέον τὸ μὴ ὁμολογεῖν πάντα τέλεια ἐν Χριστῷ, ἄνευ ἁμαρτίας. πάντα γὰρ ἀληθινῶς ἐποίησεν ἐλθὼν ὁ λόγος, τὰ προγεγραμμένα περὶ αὐτοῦ τελειῶν κατὰ τὸ γεγραμμένον «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει» καὶ τὰ ἑξῆς· ἐν ἀληθείᾳ ἐγκυμονηθεὶς καὶ οὐκ ἐν δοκήσει, συλλαμβανόμενος ἐν γαστρὶ ἐν ἀληθείᾳ, ἐνδημῶν σαρκὶ ἐν ἀληθείᾳ, σάρκα ἔχων καὶ ψυχὴν ἐν ἀληθείᾳ καὶ νοῦν ἐν ἀληθείᾳ, καὶ πάντα εἴ τί ἐστιν ἄνθρωπος ἐν ἀληθείᾳ χωρὶς ἁμαρτίας, καὶ γεγεννημένος ἐκ παρθενικῆς μήτρας καὶ ἁγίας παρθένου ἐν ἀληθείᾳ, οὐκ ἐκ σπέρματος ἀνδρός, ἐν ἀληθείᾳ δὲ σάρκα ἔχων καὶ ψυχὴν καὶ νοῦν, ὡς ἔφην, καὶ διὰ τῶν τοκετικῶν πόρων ἐν ἀληθείᾳ εὑρισκόμενος καὶ ἐν φάτνῃ ἐν ἀληθείᾳ σπαργανούμενος, ὑπὸ Μαρίας βασταζόμενος καὶ ἐν Αἰγύπτῳ