566
καὶ ξένας ζητήσεις καὶ «ἀπεράντους γενεαλογίας», κατὰ τὰ ὑπὸ τοῦ ἀποστόλου εἰρημένα, τραπήσεται. εἶναι γὰρ τοῦτο εὔηθες πολὺ καὶ μηδὲ χρείαν ἔχον ἑρμηνείας παντὶ σαφές ἐστι τῷ σύνεσιν κεκτημένῳ· ὅτι οὐδὲ ἐπιδέεται ζητήσεως ἡ τοιαύτη σοφία καὶ ὑπόθεσις τοῦ λόγου. εἰ γὰρ ἐγειρόμεθα πάλιν περιτέμνεσθαι, τίνι τῷ λόγῳ οὐ προειλήφαμεν τὸ περιτέμνεσθαι; ἄρα οὖν κατὰ τοῦτο ἀναγκαιότερον ἡμῶν πράττοντες τυγχάνουσιν οἱ ἀπεντεῦθεν τὸ τέλειον ἐπιγνόντες καὶ προειληφότες τελειοῦσθαι ἐν τῇ τότε μελλούσῃ τελειότητι. ποῦ οὖν τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον ὅτι «ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει» καὶ «οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε», καὶ ποῦ τὸ παρὰ τῷ κυρίῳ εἰρημένον «ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκον3.450 ται, ἀλλὰ ἰσάγγελοί εἰσι»; τὸ δὲ «καθήσεσθε ἐπὶ τῆς τραπέζης τῆς βασιλείας τοῦ πατρός μου ἐσθίοντες καὶ πίνοντες» καὶ «ὅταν αὐτὸ πίω καινὸν μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν» μετὰ προσθήκης τοῦ καινόν καὶ τοῦ «ἐπὶ τῆς τραπέζης τῆς βασιλείας» ἕτερον τὸν νοῦν σημαίνει. καὶ γὰρ καὶ αὐτοί φαμεν μεμαθηκότες ἀπὸ τῶν θείων λόγων μετάληψίν τινα πόματος καὶ βρώματος ἀμβροσίου· περὶ ὧν εἴρηται ὅτι «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». 38. Ἀλλά φησιν ὅτι πρῶτον μὲν ἐν τῇ χιλιονταετηρίδι τῶν φυσικῶν μεταλαμβάνομεν ἡδέων ἄνευ καμάτου καὶ λύπης, μετὰ δὲ τὴν χιλιονταετηρίδα, τότε μεταλαμβάνομεν ὧν εἴρηται κατὰ τὸ εἰρημένον «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν». ἀντίθετος δέ ἐστιν ὁ λόγος πρὸς τὴν πᾶσαν τῆς γραφῆς θεωρίαν. εἰ γὰρ «ὁ νόμος οὐδένα ἐτελείωσε», νόμον 3.451 δὲ μετὰ ἀνάστασιν φυλάττειν προσταττόμεθα, καὶ εἰ ὁ «ἅγιος νόμος» ὁ διὰ Μωυσέως ὑπὸ κυρίου δοθεὶς «παιδαγωγὸς εἰς Χριστὸν ἡμῖν γέγονεν» ὡς ὑποδεέστερος τῶν τελειουμένων, τῷ μείζονι καὶ τελειοτάτῳ προσάγειν πεπιστευμένος, Χριστοῦ δὲ τοῦ τελείου ἐλθόντος καὶ δεσπότου καὶ παρειληφότος ἐκ χειρὸς τοῦ παιδαγωγήσαντος τῶν εἰσαγομένων τουτέστι τῶν πιστῶν τὴν ἁγίαν παρθένον καὶ ἐκκλησίαν καὶ ἡμῶν ἐπιγνόντων διὰ μὲν νόμου τοῦ παιδαγωγοῦ τὸν μείζονα καὶ «τελειωτὴν Ἰησοῦν» καταργεῖται, πῶς οὐχὶ μᾶλλον βραχείας ἐννοίας καὶ εὐηθείας σημεῖον δειχθήσεται ὁ λόγος τῶν τὰ τοιαῦτα λεγόντων ὅτι μετὰ τὴν τοῦ Χριστοῦ τελείωσιν πάλιν παιδαγωγοῦ χρεία, ὅπως ἐπιστρέψωμεν ἐπὶ τὴν «ἀρχὴν τῶν στοιχείων» καὶ διδαχῆς καὶ «ἐπιθέσεως χειρῶν», κατὰ τὸ γεγραμμένον, σαφῶς ἡμῖν τοῦ ἀποστόλου λέγοντος ὅτι «πᾶν τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ γίνεται», ὡς περὶ παλαιᾶς διαθήκης καὶ νομοθεσίας σημαίνων. «μετατιθεμένης», γάρ φησι, «τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται». εἰ δὲ μετετέθη ἡ παλαιὰ καὶ ἀνεκαινίσθη ἡ νέα, τίς ἡμῖν πάλιν τολμηρῶς παρεισάγοι παλαιὰν εἰς χρῆσιν, τὴν καινὴν εἰς παλαίωσιν μετατιθέμενος, «τῆς μὲν χάριτος ἀποπεσεῖν» παρασκευάζων καὶ ἀπὸ τῆς ὠφελείας Χριστοῦ ἡμᾶς ἐκτρέπειν πειρώμενος; Συντόμως δὲ ταῦτα τῷ λόγῳ διελόντες καὶ τοῦτο ἱκανὸν λογισάμενοι διὰ τὸ πλάτος τῆς συντάξεως, ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἀγαπητοί, θεὸν βοηθὸν συνήθως ἐπικαλούμενοι εἰς τὴν τῶν λοιπῶν ὑπόθεσίν τε καὶ ὑπόδειξιν καὶ τούτων ἀνατροπήν. 3.452 Κατὰ Ἀντιδικομαριαμιτῶν ˉνˉη, τῆς δὲ ἀκολουθίας ˉοˉη. 1. Ἀπὸ ταύτης τῆς παρά τισι ∆ιμοιριτῶν κεκλημένης ἢ χωρὶς νοῦ ἐνσάρκου Χριστοῦ παρουσίας † ὀνομαζομένης, ἐφύη τινὰ ἕτερα πράγματα, μάλιστα ἐν τῇ Ἀραβίᾳ, ἀνηνέχθη δὲ τῇ ἡμῶν ταπεινότητι περὶ τούτων ὑπό τινων εὐλαβῶν. καὶ πρῶτον μὲν ἐπιστολὴν περὶ τῆς ὑποθέσεως ταύτης γεγραφήκαμεν. ὅμως δὲ διὰ τὴν ἀκολουθίαν τοῦ ἀριθμοῦ καὶ ἐνταῦθα αὐτὴν διόλου τὴν ἐπιστολὴν παραθέμενοι μετὰ καὶ τῶν εὐλόγως ταύτῃ προστεθειμένων ἢ ἀπὸ αὐτῆς ἐξαιρουμένων εἰς τὴν αἵρεσιν ἐροῦμεν.