567
Ἀντιδικομαριαμιτῶν γάρ τινες, ὥσπερ ἐχθρίαν πρὸς τὴν παρθένον ἔχοντες καὶ βουλόμενοι κατευτελίζειν ἐκείνης τὸ κλέος, φθόνῳ τινὶ ἀρθέντες ἢ σφάλματι καὶ χρᾶναι βουλόμενοι διανοίας ἀνθρώπων, ἐτόλμησαν λέγειν τὴν ἁγίαν Μαρίαν μετὰ τὴν τοῦ Χριστοῦ γέννησιν ἀνδρὶ συνῆφθαι, φημὶ δὲ αὐτῷ τῷ Ἰωσήφ. φασὶ δέ, ὡς ἄνω μοι εἴρηται, ὅτι ἀπ' αὐτοῦ τοῦ πρεσβύτου Ἀπολιναρίου ἐξήχηται ὁ λόγος ἢ ἀπό τινων τῶν αὐτῷ μεμαθητευμένων· καὶ ἀμφιβάλλω * περὶ δὲ τῶν ταῦτα λεγόντων ἀνάγκην ἔχω λέγειν. ἵνα δὲ μὴ εἰς δεύτερον κάματον ἑαυτὸν περιβάλλοιμι, καθεξῆς ἣν προεῖπον γραφεῖσαν ἐπιστολὴν εἰς τὴν Ἀράβων χώραν ὑποτάξω. καὶ ἔστιν ἥδε· 2. Κυρίοις μου τιμιωτάτοις καὶ ποθεινοτάτοις τέκνοις καὶ ἀδελφοῖς γνησίοις καὶ ὁμοπίστοις ὀρθοδόξοις ἀπὸ ἱερέως ἄχρι λαϊκοῦ καὶ κατηχουμένοις τοῖς κατὰ τὴν Ἀραβίαν, Ἐπιφάνιος ἐλάχιστος ἐπισκόπων ἐν κυρίῳ χαίρειν. Θαυμάζειν ἔστιν ἐν τῷ παρόντι καιρῷ καὶ μὴ θαυμάζειν· θαυμάζειν μέν, ὅτι ἐπὶ τῇ ἡμετέρᾳ γενεᾷ πάντα πληροῦται, καὶ μὴ θαυμάζειν· δεῖ γὰρ πληροῦσθαι. ὁσημέραι γὰρ κατὰ πρόσθεσιν νῦν γίνεται ἡμῖν ἐκ λογισμῶν ἀνθρωπίνων καὶ διανοημάτων σοφιστικὴ ὑπόνοια καὶ ἐπὶ τὸ χεῖρον προκόπτουσα, καταλιμπάνουσά τε τὴν ἀποστολικὴν διδασκαλίαν, καθὼς ὁ ἁγιώτατος ἀπόστολος προεῖπεν ὅτι «ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες μύθοις καὶ διδασκαλίαις δαιμονίων» καὶ τὰ ἑξῆς. εἴ τι γὰρ ἔνι ἀνερευνᾶν καὶ ἐπινοεῖν ὁδοὺς πονηράς, ταῦτα μᾶλλον σπουδάζουσιν οἱ ἄνθρωποι * ἤπερ 3.453 πληροῦντες τὴν ἐντολὴν τὴν λέγουσαν καλὰ καὶ εὐπρόσδεκτα ζητεῖν καὶ τὸ «ὁ λόγος ἅλατι ᾖ ἠρτυμένος, ὅπως δῷ χάριν τοῖς ἀκούουσι». καὶ εἰ ταῦτα διανοηθείημεν, ὅτι πόθεν συμβαίνει καθ' ἑκάστην ἡμέραν ἀνακαινίζεσθαι ἡμῖν τὰ φαῦλα, ἐσόμεθα καὶ αὐτοὶ ὡς ἀπαίδευτοι καὶ μὴ προσέχοντες τοῖς θείοις καὶ προρρητικοῖς λόγοις. δεῖ γὰρ ταῦτα πληροῦσθαι. ἐν ἅπασι γὰρ μέρεσι τῆς πίστεως δεῖ τελειοῦσθαι τὸ εἰρημένον «ἆρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;» ποῦ γὰρ ἔφθασεν «ἡ διάνοια τῶν ἀνθρώπων ἐγκειμένη ἐπὶ τὸ πονηρὸν ἐκ νεότητος»; ποῖα μέρη τῆς πίστεως οὐκ ἀπώλεσεν; ἐν ποίοις δὲ λόγοις ἡ κακοβουλία τὸ χρήσιμον οὐκ ἐτάραξε τῶν τε πρεπωδεστάτων καὶ ἐν καταστάσει ὄντων λογικῆς φύσεως, ἧς τὸ πρέπον ἦν τὰ σεμνὰ μᾶλλον διανοεῖσθαι καὶ τούτοις προστιθέναι βιάζεσθαι εἰ καὶ ἔδει παρὰ φύσιν, καὶ μὴ μᾶλλον τὰ ἀληθινὰ εἰς τὰ ἄσεμνα παρατρέπειν βιαζομένους ἐπὶ τὸ χεῖρον; 3. Λοιπὸν γάρ, ἐπειδὴ πάντα ἡμῶν πεπλήρωται τῇ γενεᾷ, τά τε βλάσφημα καὶ τὰ ἐκτὸς ἁγίου πνεύματος, ἐφ' ἕτερα πάλιν καινὰ τρέπονται. οἱ μὲν γὰρ τὸν πατέρα βλασφημοῦσι, τὸν τῶν ὅλων θεὸν καὶ δημιουργόν, οἱ ἀμφὶ τὴν γνῶσιν λεγόμενοι, οἱ δ' αὖ πάλιν Μαρκίωνες καὶ Ἀρχοντικοὶ καλούμενοι καὶ τούτοις οἱ συνεπόμενοι Μανιχαῖοι, οἱ τὴν ὀνομασίαν δικαιότατα εἰληφότες ἐκ δικαίας τινὸς οἰκονομίας θεοῦ, τὸ μανιῶδες κεκτημένοι ὄνομα· οὗτοι πάντες μετὰ πλειόνων αἱρέσεων, Καϊανῶν φημι Σηθιανῶν Μελχισεδεκιανῶν Κολορβασίων Κερδωνιανῶν καὶ τῶν ἄλλων, βλασφημεῖν εἰς τὸν τῶν ὅλων πατέρα τολμῶσι ἐν τῷ τοῦτον ἀρνεῖσθαι εἶναι τὸν θεὸν τὸν ἐν νόμῳ καὶ ἐν προφήταις λαλήσαντα, δικαίως τε προσκυνούμενον ὑπὸ πάντων κτισμάτων ὡς κτίστην καὶ δημιουργόν· οὗτοι μετὰ τοῦ σεβάσματος ἀναιρεῖν πειρῶνται καὶ τὴν δεσποτείαν, τὸν μὲν ὄντως ὄντα ἀρνούμενοι, ἕτερον δὲ τὸν μὴ ὄντα τῇ μυθώδει αὐτῶν ὑπονοίᾳ φανταζόμενοι, ἵνα ἐκ τοῦ ὄντος πέσωσι καὶ ὃν ὑπονοοῦσι μὴ εὕρωσιν. οὕτω γὰρ ἡ ληρωδία καὶ ἡ τοῦ διαβόλου σπορὰ τῶν λόγων τοιαύτην εἴωθε ταραχὴν ἐμποιεῖν καὶ θόλωσιν, διὰ λογισμῶν βλασφήμων ἐπεγείρουσα τὴν τῶν κεκτισμένων ἀνθρώπων διάνοιαν περὶ τοῦ κατὰ τοῦ αὐτῶν δεσπότου 3.454 στρατεύεσθαι ταῖς κακαῖς ὑπονοίαις καὶ ἐπαρνησιθεΐαις. ἀλλά γε πάλιν ἐκ τούτου ἐκτραπέντες τινὲς ἐφ' ἕτερα βαδίζειν