568
τετολμήκασι, τὸν μόνον ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, τὸν μονογενῆ παῖδα Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος, τὸν ὄντως ὄντα, ἐκ πατρὸς γεγεννημένον ἀνάρχως καὶ ἀχρόνως, τὸν ἀεὶ ὄντα ἐκ τοῦ πατρὸς καὶ σὺν πατρὶ ὄντα, γεγεννημένον δὲ ἀκαταλήπτως καὶ ἀχράντως, ὁμοούσιον τῷ πατρὶ ὄντα καὶ οὐκ ἀλλοῖον παρὰ τὸν πατέρα· οἱ μὲν αὖθις μανέντες δίκην λυσσητήρων κυνῶν ἐπὶ τὸν ἴδιον αὐτῶν δεσπότην ὑλακτοῦσι, καθάπερ ἐξ ὑπαρχῆς Ἰουδαῖοι οἱ τοῦτον ἀγνοήσαντες κέκληνται «κύνες ἐνεοί», εἰκότως παρὰ τοῦ προφήτου ταυτησὶ τῆς ἐπωνυμίας κατηξιωμένοι τοὔνομα ἕνεκεν τῆς αὐτῶν περὶ τὸν κύριον καὶ τὴν αὐτοῦ παρουσίαν ἀναισχύντου ὀρμῆς, ὡς ἔστιν ἀληθὲς ἰδεῖν. φασὶ γὰρ τοὺς λυσσῶντας κύνας ἐνεοὺς καλεῖσθαι διὰ τὸ νωδοὺς ἀποτελεῖσθαι ἐκ τῆς καταλιμπανούσης αὐτοὺς διανοίας. 4. Οὕτω γὰρ τῶν κυνῶν ἡ φύσις, ἐπὰν εἰς λύσσαν ἐκτραπείη· οἵ ποτε δεσπότην γινώσκοντες καὶ τοὺς αὐτοῦ υἱεῖς, οἰκείους τε καὶ τοὺς ἄλλους πάντας τοῦ οἰκοδεσπότου γνησίους, ὅταν λάβῃ αὐτοὺς ἡ μανία, ἀλλοιοῦνται τὰ πρόσωπα ἐνώπιον τῆς αὐτῶν ὁράσεως καὶ ἐπ' αὐτοὺς ἐγείρονται τοὺς γνησίους, οὕς ποτε τιμῶντες τῇ μὲν κέρκῳ ἔσαινον, τοῖς δὲ τρόποις ὑπετάσσοντο. αὐτίκα οἱ προσδοκῶντες Χριστοῦ τὴν παρουσίαν, οἱ ἑτοιμαζόμενοι δέξασθαι τὸν νυμφίον, οἱ προφήτας εὐχόμενοι κατιδεῖν, οἱ πείθεσθαι θείοις λόγοις ὑποσχόμενοι, οἱ τῷ Μωυσῇ ἐν συνθήκῃ εἰσεληλυθότες, ὅτι «γενοῦ σὺ τὰ πρὸς κύριον», καὶ «πάντα ὅσα ἐὰν εἴποι σοι ὁ κύριος ἀκουσόμεθα καὶ ποιήσομεν», ὅτε εἶδον τὸν αὐτῶν δεσπότην παραγενόμενον, ἀγνοήσαντες τὴν μορφὴν καὶ τοὺς τύπους τῆς ἀληθείας, οὓς οἱ προφῆται πρὸ αὐτοῦ ἐν σαρκὶ γενομένου διετύπουν, διεχάραττον, κατήγγελλον, ἐσήμαινον· πρῶτον μὲν οὖν αὐτῷ ἔλεγον «τίς οὗτος ὃς λαλεῖ βλασφημίας;» ἄλλοτε δὲ δαιμόνιον αὐτὸν ἔχειν οὐκ αἰσχυνόμενοι τετολμήκασιν εἰπεῖν, ἔτι δὲ καὶ Σαμαρείτην αὐτὸν ἀποκαλεῖν οὐκ ἠρυθρίων. πέρας οὖν, καθάπερ μοι προδεδήλωται, ὡς μεμηνότες κύνες ἐπανέστησαν, καὶ τὰς μὲν 3.455 χεῖρας προσέπηξαν *, ὡς ἀεὶ μετὰ τῆς μανίας ὁ κύων ἀνακρεμάσας * αὐτοῦ τὰς χεῖρας ἐπέρχεται καὶ τὰ πρόσωπα τῶν ἰδίων αὐτοῦ δεσποτῶν καταγλύφειν οὐκ αἰσχύνεται. παρέδωκαν ἐκεῖνοι τὸν αὐτῶν κύριον εἰς τὸ σταυρωθῆναι, προφήτας τε τοὺς οἰκειακοὺς τοῦ αὐτοῦ δεσπότου τὸν μὲν ἔπρισαν, τὸν δὲ λίθοις κατέλευσαν, ἄλλον δὲ φόνῳ μαχαίρας διεχρήσαντο. μετὰ τούτους δὲ ὡσαύτως νῦν οἱ νέοι Ἰουδαῖοι ἀλλεπαλλήλως τῇ αὐτῇ κεχρημένοι ἀγωγῇ, οἱ μὲν φυσικοὶ Ἰουδαῖοι κατὰ σάρκα μὲν ἠρνήσαντο, οἱ δὲ νῦν ἀρνούμενοι τὴν τοῦ υἱοῦ τοῦ θεοῦ τελείαν πρὸς πατέρα γνησιότητα κτίσμα αὐτὸν καὶ ποίημα καὶ ἀλλότριον πατρός, παντάπασι μεμηνότες καὶ ἐμβεβροντημένοι, ἀδιαλείπτως διισχυρίζονται. 5. Ἐκ τούτων δὲ πάλιν ἄλλοι ἀφέντες τὰς προειρημένας βλασφήμους διδασκαλίας καὶ ὡς εἰπεῖν αὐτὴν τὴν ὑπὲρ φύσιν θεασάμενοι ἐπουράνιον θεωρίαν καὶ τὰ ἄνω ἐμβατεύσαντες καὶ πολυπραγμονήσαντες, ὡς ἄνωθεν ἥκοντες αὐθαδείᾳ ἀπαγγέλλουσι καὶ ἰσχυρῶς διισχυρίζονται, ἐκβάλλοντες ἐκ τῆς θεότητος τὸ ἅγιον πνεῦμα. καὶ τὸν μὲν πατέρα οὐκ ἤρνηνται οὔτε τὴν τοῦ υἱοῦ πρὸς αὐτὸν γνησιότητα, ἐφ' ἑτέραν δὲ πάλιν ὁδὸν βαδίζουσιν, ἵνα πάντοθεν πληρωθῇ τὸ «ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν». τί γὰρ ἀλλ' ἢ εἰς τὸ πνεῦμα τὸ ἅγιον λοιπόν, τὸ οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, τὸ ἐκ τῆς αὐτῆς θεότητος ὂν καὶ μὴ ἐνδεχόμενον εἶναι ἀλλότριον τῆς θεότητος, βούλονται, ὡς αὐτοὶ ἐξουσίαν ἔχοντες, κελεύειν μᾶλλον θεῷ ἤπερ κελεύεσθαι; οὐκ αἰσχυνόμενοι γὰρ ἀλλότριον τὸ πνεῦμα λέγουσι καὶ δοῦλον καὶ κτίσμα καὶ πρόσφατον καὶ ποιητὸν καὶ εἴ τι ἕτερον αἰσχρὸν πρὸς ὑπόνοιαν περὶ αὐτοῦ ἑαυτοῖς μᾶλλον ἐπινοοῦσι προσπορίσασθαι. ἐπεὶ οὖν ὁ κόσμος νυνὶ οὕτως μᾶλλον * πληγεὶς πληγὴν ἀνίατον ἀπιστίας, ἵνα μηδέν τι παραλείψῃ ἡ ἀνομία ἡ τοὺς ἀνθρώπους