569
ἀπόλλουσα τῇ κακονοίᾳ καὶ ἀπιστίᾳ καὶ ἀγνωσίᾳ, οἷα τοὺς ἀποδράσαντας τῆς περὶ τὴν ἁγίαν τριάδα βλασφημίας εἰς ἕτερα πάλιν ἡ ἀργὴ καὶ κακόβουλος ἔννοια περιέσπασεν, ἵνα μηδεὶς λάθοι ἁμαρτάνων. Καινὸν γάρ τι ἀκούω περὶ τῆς ἁγίας Μαρίας τῆς ἀειπαρθένου τινὰ διανοεῖσθαι καὶ τολμᾶν βλάσφημόν τινα ὑπόνοιαν ἐπ' αὐτὴν ἐνσκήπτειν, 3.456 εἰς τὸ ἐκ πανταχόθεν εἶναι τὸν χρόνον ἡμῶν δίκην κακοῦ ὄφεως καὶ θηρὸς ἰοβόλου ἐν σκότῳ ἐμφωλεύοντος καὶ τοῖς δήγμασι πάντας πειράζοντος, τὸν μὲν περὶ τὸ πρόσωπον, ἄλλον περὶ τὴν πτέρναν, ἕτερον περὶ τὴν χεῖρα, ἵνα μηδένα λάθοι τὸ δῆγμα τῆς ἀπιστίας, ἀλλὰ ὁ δοκῶν ἐν τούτῳ ἀποδρᾶναι ἑτέρως τὸν ἰὸν μὴ λάθῃ, ὁ δὲ ἐν ἄλλῳ ὑγιῆ ἔχων τὴν πίστιν ἄλλως πως βλάπτεσθαι ἑαυτὸν προξενήσειεν. 6. Πόθεν αὕτη ἡ κακόνοια; πόθεν ἡ τοσαύτη τόλμα; αὐτὸ τὸ ὄνομα οὐ μαρτυρεῖ, οὐ πείθει σε, ὦ φιλόνεικε; τίς ποτε ἢ ἐν ποίᾳ γενεᾷ τετόλμηκε καλεῖν τὸ ὄνομα Μαρίας τῆς ἁγίας καὶ ἐρωτώμενος οὐκ εὐθὺς ἐπήνεγκε τὸ παρθένος; ἐξ αὐτῶν γὰρ τῶν ἐπιθέτων ὀνομάτων καὶ τῆς ἀρετῆς ὑποφαίνει τὰ τεκμήρια. ἀξιώματα μὲν γὰρ ὀνομασιῶν εἰλήφασιν οἱ δίκαιοι ἑκάστῳ πρεπόντως καὶ ὡς ἥρμοζε. καὶ τῷ μὲν Ἀβραὰμ προσετέθη τὸ «φίλος θεοῦ» καὶ οὐ διαλυθήσεται, τῷ δὲ Ἰακὼβ τὸ Ἰσραὴλ καλεῖσθαι καὶ οὐκ ἀλλοιωθήσεται, καὶ τοῖς ἀποστόλοις τὸ Βοανεργές, τουτέστιν υἱοὶ βροντῆς, καὶ οὐκ ἀποκαταλειφθήσεται, καὶ τῇ ἁγίᾳ Μαρίᾳ τὸ παρθένος καὶ οὐ τραπήσεται· ἄχραντος γὰρ διέμεινεν ἡ ἁγία. «αὐτὴ ἡ φύσις οὐ διδάσκει ὑμᾶς;» ὢ καινῆς μανίας, ὢ καινῶν πραγμάτων. πολλὰ δὲ ἔστιν ἕτερα ἃ ἐν τοῖς παλαιοῖς χρόνοις οὐκ ἐτολμήθη τοῖς πατράσι, νῦν δὲ ἄλλος μὲν βλασφημεῖ εἰς τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν ἕτερα λαλῶν εἰς αὐτὴν τὴν θεότητα, ἄλλος δὲ ἐλλιπῆ ποιεῖται ἐν ἑαυτῷ τὴν τῆς πάσης ἐνσάρκου παρουσίας πραγματείαν, ἕτερος δὲ ἐν τῇ ἀναστάσει ἀσχάλλει τῶν νεκρῶν, ἕτερος δὲ κατ' ἄλλο μέρος. καὶ ἁπαξαπλῶς, ὢ τῆς ἡμῶν τεθολωμένης γενεᾶς, ἧς ἡ ζωὴ ἐν κινδύνῳ διάκειται, ἐκ πανταχόθεν περιαντλουμένη κακαῖς ἀπὸ διαβόλου ἐπισποραῖς διανοημάτων τε καὶ λογισμῶν κακοπιστίας. πῶς τολμῶσι τὴν ἄχραντον παρθένον καὶ τὴν οἰκητήριον καταξιωθεῖσαν γενέσθαι τοῦ υἱοῦ, τὴν εἰς ταυτὸ τοῦτο ἐκλεχθεῖσαν ἐκ τῶν μυριάδων τοῦ Ἰσραήλ, * ὅπως σκεῦος καὶ οἰκητήριον ἠξιωμένον εἰς σημεῖον μόνον ὑπάρξῃ τοκετῶν; 7. Ἤκουσα γὰρ παρά τινος ὥς τινες τολμῶσι περὶ ταύτης λέγειν ὅτι μετὰ τὸ γεγεννηκέναι τὸν σωτῆρα συνήφθη ἀνδρί. καὶ οὐ θαυμάζω. ἀεὶ γὰρ ἡ ἄγνοια τῶν μὴ τὰ ἀκριβῆ ἐγνωκότων τῶν θείων γραφῶν μηδὲ ἱστορίαις προσεγγισάντων, ἀφ' ἑτέρων εἰς ἕτερα τρέπει 3.457 καὶ περισπᾷ τὸν ἀπ' ἰδίου νοὸς βουλόμενόν τι περὶ τῆς ἀληθείας ἰχνηλατεῖν. πρῶτον γὰρ ὅτε ἡ παρθένος παρεδίδοτο τῷ Ἰωσήφ, κλήρων εἰς τοῦτο ἀναγκασάντων αὐτὴν ἥκειν, οὐ παρεδόθη αὐτῷ εἰς συνάφειαν, εἰ δεῖ τὰ ἀληθῆ λέγειν, ἐπειδὴ χῆρος ἦν. ἀλλὰ διὰ τὸν νόμον μὲν ἀνὴρ κέκληται τῆς αὐτῆς, κατὰ δὲ τὴν ἀκολουθίαν ἐκ τῆς τῶν Ἰουδαίων παραδόσεως δείκνυται ὡς οὐχ ἕνεκεν τοῦ ζευχθῆναι αὐτῷ παρεδίδοτο αὐτῷ ἡ παρθένος, ἀλλ' ὅπως διαφυλαχθείη εἰς μαρτύριον τῶν ἐσομένων ὅτι οὐ νόθος ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία ἐπεδήμησεν, ἀλλὰ μεμαρτυρημένη ἐν ἀληθείᾳ, ἐκτὸς μὲν σπέρματος ἀνδρός, ἐν πνεύματι δὲ ἁγίῳ οἰκονομηθεῖσα ἐν ἀληθείᾳ. πῶς γὰρ ἠδύνατο ὁ τοσοῦτος γέρων παρθένον ἕξειν γυναῖκα, ὢν ἀπὸ πρώτης γυναικὸς χῆρος τοσαῦτα ἔτη; οὗτος μὲν γὰρ ὁ Ἰωσὴφ ἀδελφὸς γίνεται τοῦ Κλωπᾶ, ἦν δὲ υἱὸς τοῦ Ἰακώβ, ἐπίκλην δὲ Πάνθηρ καλουμένου· ἀμφότεροι οὗτοι ἀπὸ τοῦ Πάνθηρος ἐπίκλην γεννῶνται. ἔσχε δὲ οὗτος ὁ Ἰωσὴφ τὴν μὲν πρώτην αὐτοῦ γυναῖκα ἐκ τῆς φυλῆς Ἰούδα, καὶ κυΐσκει αὐτῷ αὕτη παῖδας τὸν ἀριθμὸν ἕξ, τέσσαρας μὲν ἄρρενας, θηλείας δὲ δύο, καθάπερ τὸ εὐαγγέλιον τὸ κατὰ Μάρκον καὶ κατὰ Ἰωάννην ἐσαφήνισαν. ἔσχε μὲν οὖν πρωτότοκον τὸν Ἰάκωβον τὸν ἐπικληθέντα