570
Ὠβλίαν, ἑρμηνευόμενον τεῖχος, καὶ δίκαιον ἐπικληθέντα, Ναζιραῖον δὲ ὄντα, ὅπερ ἑρμηνεύεται ἅγιος. καὶ πρῶτος οὗτος εἴληφε τὴν καθέδραν τῆς ἐπισκοπῆς, ᾧ πεπίστευκε κύριος τὸν θρόνον αὐτοῦ 3.458 ἐπὶ τῆς γῆς πρώτῳ· ὃς καὶ ἐκαλεῖτο ὁ ἀδελφὸς τοῦ κυρίου, καθάπερ καὶ ὁ ἀπόστολος συνᾴδει τούτοις, ὧδέ που λέγων «ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου» καὶ τὰ ἑξῆς. ἀδελφὸς δὲ τοῦ κυρίου οὗτος καλεῖται διὰ τὸ ὁμότροφον, οὐχὶ κατὰ φύσιν, ἀλλὰ κατὰ χάριν. Μαρία μὲν γὰρ ὁρμασθεῖσα τῷ Ἰωσὴφ ἐδόκει γυνὴ εἶναι τοῦ ἀνδρός, μὴ ἔχουσα πρὸς αὐτὸν σωμάτων συνάφειαν. ἐκ ταύτης δὲ τῆς ὑποθέσεως ἡ γειτνίασις ἀγχιστείας τῶν υἱῶν Ἰωσὴφ πρὸς τὸν σωτῆρα ἐν ἀδελφῶν τάξει κέκληται, μᾶλλον δὲ καὶ ἐλογίσθη· ὡς γὰρ καὶ αὐτὸς ὁ Ἰωσὴφ μὴ σχὼν κοινωνίαν πρὸς τὴν γέννησιν τὴν κατὰ σάρκα τοῦ σωτῆρος ἐν τάξει πατρὸς λογίζεται κατ' οἰκομονίαν, καθὼς λέγει Λουκᾶς ὁ εὐαγγελιστὴς περὶ αὐτοῦ τοῦ σωτῆρος ὅτι «ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσήφ», ὡς καὶ αὐτὴ ἡ Μαριὰμ ἔφη πρὸς αὐτὸν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ «ἰδού, ἐγὼ καὶ ὁ πατήρ σου ἐζητοῦμέν σε ὀδυνώμενοι». τίς οὖν ἂν εἴποι τὸν Ἰωσὴφ πατέρα τοῦ κυρίου, ὃς οὐδὲν πρὸς αὐτὸν εἶχεν αἴτιον, μάλιστα τῆς ἐνσάρκου παρουσίας ἐκτὸς σπέρματος ἀνδρὸς ὑπαρχούσης; ἀλλὰ διὰ τῆς οἰκονομίας τοῦτον εἴληφε τὸν κλῆρον τὰ πράγματα. 8. Τίκτει μὲν τοῦτον τὸν Ἰάκωβον ἐγγύς που περὶ ἔτη γεγονὼς τεσσαράκοντα, πλείω ἐλάσσω. μετ' αὐτὸν δὲ γίνεται παῖς Ἰωσῆ καλούμενος. εἶτα μετ' αὐτὸν Συμεών, ἔπειτα Ἰούδας, καὶ δύο θυγατέρες, ἡ Μαρία καὶ ἡ Σαλώμη καλουμένη, καὶ τέθνηκεν αὐτοῦ ἡ γυνή. καὶ μετὰ ἔτη πολλὰ λαμβάνει τὴν Μαρίαν χῆρος, κατάγων ἡλικίαν περί που ὀγδοήκοντα ἐτῶν καὶ πρόσω ὁ ἀνήρ. καὶ μετὰ ταῦτα λαμβάνει τὴν Μαρίαν, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ λέγει· «μνηστευθείσης» γάρ φησι «τῆς Μαρίας», καὶ οὐκ εἶπε γαμηθείσης. καὶ πάλιν ἄλλοτε «οὐκ ᾔδει αὐτήν»· θαυμάσαι δὲ ἔστιν ἐπὶ πᾶσιν οἷς † αἱ προφάσεις θηρῶνται αἱ πονηραί, καὶ ὧν οὐκ ἔστι χρεία ἐρευνᾶν τὰς αἰτίας καὶ ζητεῖν τὰ μὴ ζητούμενα, ἀπὸ δὲ τῶν ἀναγκαίων τρέπεσθαι ἐπὶ μωρὰς ζητήσεις, ἵνα πάντως που ἐκ πανταχόθεν συναφθῇ ἡμῖν ὄλεθρος ἀπιστίας καὶ βλασφημίας διὰ τὰς πρὸς τοὺς ἁγίους ἀτιμίας. καὶ πρῶτον μὲν οὖν ἐλέγχει αὐτοὺς πανταχόθεν ἡ ἀκολουθία, ὅτι πρῶτον μὲν γέρων ὑπὲρ ὀγδοήκοντα ἔτη γεγονὼς οὐκ ἔλαβε παρθένον εἰς χρῆσιν, ἀλλὰ μᾶλλον ᾠκονομήθη 3.459 αὐτῷ εἰς τὸ φυλάττειν. δεύτερον δὲ πάντως που καὶ αὐτὸς ὑπῆρχεν «δίκαιος», καὶ οὐκ ἐτόλμα ὁ ἀκούσας ὅτι «ἐκ πνεύματος ἁγίου» ἐστὶ τὸ ἐν αὐτῇ ἔτι ἐπιβάλλεσθαι μετὰ τοιαύτην οἰκονομίαν, χρῆσθαί τε τῷ σκεύει τῷ καταξιωθέντι χωρῆσαι ὃν οὐρανὸς καὶ γῆ οὐκ ἐχώρει δι' ὑπερβολὴν τῆς αὐτοῦ δόξης. εἰ γὰρ καὶ νῦν πολλοὶ πιστοὶ εἰς ὄνομα αὐτοῦ παρθένοι διατελεῖν ἀγωνίζονται καὶ ἁγνεύειν καὶ ἐγκρατεύεσθαι, πῶς μᾶλλον οὐκ ἦν πιστότερος Ἰωσὴφ καὶ αὐτὴ ἡ Μαρία «πάντα συμβάλλουσα εἰς καρδίαν αὐτῆς», ὡς γέγραπται; ἀλλὰ * μετὰ τοσαύτην καὶ τοιαύτην καὶ τηλικαύτην οἰκονομίαν συναφθῆναι πάλιν γέροντα παρθένῳ ἁγνῇ καὶ τετιμημένῃ καὶ σκεύει χωρήσαντι τὸν ἀχώρητον καὶ ὑποδεξαμένῳ τοιοῦτον μυστήριον σημείου ἐπουρανίου καὶ ζωῆς ἀνθρώπων; 9. Πόθεν γὰρ οὐ δείξομεν ὅτι ἁγνὴ διετέλεσεν ἡ παρθένος; δειξάτωσαν ἡμῖν εὐθὺς ὅτι μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν κύησιν τινὰς ἐγέννησεν ἡ Μαρία. εἴπωσι τὰ ὀνόματα πλάττοντες οἱ πλαστουργοὶ καὶ ῥαψῳδοὶ τῆς ἀπάτης καὶ κακομηχανίας· καὶ οὐκ ἔχουσι δεῖξαι. οὐ γὰρ συνήφθη ἔτι παρθένος· μὴ γένοιτο. εἰ γὰρ ἐγέννησεν ἀεί ποτε σὺν αὐτῷ ὑπάρχουσα τῷ σωτῆρι, ἅμα ἐλέγοντο καὶ τὰ τέκνα αὐτῆς αὐτῷ συνεῖναι. πλανᾷ δὲ αὐτοὺς τὸ εἰρημένον «ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἕστηκαν ζητοῦντές σε». καὶ οὐκ οἴδασιν ὃ πρὸ τούτου ἦν γεγραμμένον, ὅτι «οἱ ἀδελφοὶ αὐτοῦ οὐκ ἐπίστευον εἰς αὐτόν». προβαίνοντες γὰρ καὶ ἡμεῖς τῷ χρόνῳ καὶ θαυμάζοντες ἐπὶ