571
τοῖς ἐν ταῖς θείαις γραφαῖς ὡς εὐτελῶς γεγραμμένοις, ἰδοὺ κατὰ πᾶν ἐν αἰσθήσει γινόμενοι εὐχαριστοῦμεν θεῷ τῷ προασφαλισαμένῳ διὰ τῶν δοκούντων βραχέων ῥημάτων ἐν τῇ θείᾳ γραφῇ παριστᾶν πάσης γραφῆς τὴν ἀλήθειαν. ἀεὶ γὰρ ἀκούοντες περὶ Ἰακώβου ὅτι οὗτος ἀδελφὸς ἐκαλεῖτο τοῦ κυρίου θαυμάζοντες ἐλέγομεν, τίς ἡ χρεία; νῦν δὲ ἔγνωμεν δι' ἣν αἰτίαν οὕτως προεῖπεν ἡ θεία γραφή· ἀλλὰ πάντως ἵνα ὅταν ἀκούωμεν ὅτι «ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασι ζητοῦντές σε», μάθωμεν ὅτι περὶ Ἰακώβου λέγει καὶ τῶν ἄλλων υἱῶν Ἰωσὴφ καὶ οὐ περὶ υἱῶν Μαρίας τῶν μὴ γινομένων. δῆλον γὰρ ἦν ὅτι μείζων ἦν ὁ Ἰάκωβος τῇ ἡλικίᾳ κατὰ τὴν 3.460 ἔνσαρκον τοῦ κυρίου παρουσίαν· ἀδελφοὺς δὲ αὐτοὺς λέγει διελέγχουσα ἡ γραφὴ καὶ ὀνομαστὶ καλοῦσα Ἰάκωβον καὶ Ἰωσῆ καὶ Συμεῶνα καὶ Ἰούδαν καὶ Σαλώμην καὶ Μαρίαν, ἵνα μάθωσι τοίνυν τίνος υἱὸς τυγχάνει καὶ ἐκ ποίας μητρὸς ὁ Ἰάκωβος, νοήσωσι δὲ κατὰ τὴν ἡλικίαν τίς ἐστι μείζων. Ὁ γὰρ Ἰησοῦς σταυροῦται ἐν ἔτει τριακοστῷ τρίτῳ τῆς αὐτοῦ ἐνσάρκου παρουσίας, τοῦ δὲ Ἡρῴδου ἦν κατ' ἐκεῖνο καιροῦ, υἱοῦ δὲ Ἀρχελάου, ἔτος εἰκοστόν. 10. Ἐν γὰρ τῷ τριακοστῷ τρίτῳ ἔτει τοῦ πρώτου Ἡρῴδου, υἱοῦ Ἀντιπάτρου, γεννᾶται ὁ σωτὴρ ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ὅπερ ἦν τεσσαρακοστὸν δεύτερον Αὐγούστου βασιλέως. καὶ ποιήσας ἔτη δύο λαμβάνεται ὑπὸ τοῦ Ἰωσὴφ εἰς Αἴγυπτον, διὰ τὰ ὑπὸ τῶν μάγων τῷ Ἡρῴδῃ εἰρημένα, τοῦ Ἡρῴδου ζητοῦντος τὸν παῖδα ἀπολέσαι. κάτεισι δὲ εἰς Αἴγυπτον καὶ διατελεῖ ἐκεῖσε ἄλλα δύο ἔτη. καὶ τελευτᾷ Ἡρῴδης ὁ βασιλεὺς ἔτει τριακοστῷ ἑβδόμῳ. διαδέχεται δὲ τοῦτον Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ ἐπὶ ἔτεσιν ἐννέα. καὶ οὕτως ἡ πραγματεία τελειοῦται, καὶ παραδίδοται σταυρῷ ὀκτωκαιδεκάτῳ μὲν ἔτει Τιβερίου Καίσαρος, τοῦ δὲ Ἀγρίππα ἐπικληθέντος μεγάλου, Ἡρῴδου δὲ νεωτέρου, υἱοῦ δὲ Ἀρχελάου, ἔτος ἦν εἰκοστόν. οὐδαμοῦ δὲ ἠκούσαμεν τὸν Ἰωσὴφ υἱοὺς πεποιηκότα. ἀλλ' οὔτε μετὰ τὸ ἐλθεῖν ἀπὸ τῆς Αἰγύπτου ὁ αὐτὸς ἐβίωσεν ἐπὶ πολλοῖς ἔτεσι· τέταρτον γὰρ ἦν ἔτος τῷ σωτῆρι, τῷ δὲ Ἰωσὴφ ὑπὲρ ἔτος ὀγδοηκοστὸν τέταρτον, ὅτε ἐκ τῆς Αἰγύπτου χώρας παρεγένετο. καὶ διέμεινεν ἄλλα ἔτη ὀκτὼ ὁ Ἰωσὴφ περιών· καὶ ἐν τῷ δωδεκάτῳ ἔτει ἀνιόντων ἐπὶ Ἱερουσαλὴμ ἐζητήθη, ὅτε οὐχ εὑρίσκετο ἐν τῇ ὁδοιπορίᾳ ὡς ἔχει τὸ κατὰ Λουκᾶν εὐαγγέλιον. μέσον δὲ τούτων 3.461 τῶν ἐτῶν τελευτᾷ Ἰωσὴφ καὶ ἀνετράφη οὐκέτι ὑπὸ τὸν Ἰωσήφ, ἀλλ' εἰς τὸν οἶκον τοῦ Ἰωσήφ. ὅθεν οὐκέτι τὸ εὐαγγέλιον φάσκει λέγον ὅτι ἦλθεν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοί, ἀλλ' «ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν». ἀλλ' οὐδὲ ὅτε ἔλεγον αὐτῷ ἐν τῇ Γαλιλαίᾳ, «οὐδεὶς ταῦτα ποιῶν θέλει ἐν κρυπτῷ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτόν», οὐκ εἶπεν ὅτι εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἀλλ' οἱ ἀδελφοὶ αὐτοῦ, ὡς τοῦ Ἰωσὴφ μηκέτι ὑπάρχοντος κατὰ τὸ σῶμα. εἶτα δὲ ἐπ' αὐτῇ τῇ τελειώσει, ὅτε ὁ σωτὴρ ἐν τῷ σταυρῷ ἕστηκεν, ὡς ἔχει τὸ κατὰ Ἰωάννην εὐαγγέλιον, στραφείς, φησίν «εἶδε τὸν μαθητὴν ὃν ἠγάπα ὁ κύριος, καὶ εἶπεν αὐτῷ περὶ Μαρίας· ἰδού, ἡ μήτηρ σου» καὶ τῇ αὐτῇ λέγει «ἰδού, ὁ υἱός σου». εἰ ἦσαν δὲ τέκνα τῇ Μαρίᾳ καὶ εἰ ὑπῆρχεν αὐτῇ ἀνήρ, τίνι τῷ λόγῳ παρεδίδου τὴν Μαρίαν τῷ Ἰωάννῃ καὶ τὸν Ἰωάννην τῇ Μαρίᾳ; τίνι δὲ τῷ λόγῳ Πέτρῳ μᾶλλον οὐ παραδίδωσι; τίνι δὲ τῷ λόγῳ Ἀνδρέᾳ, Ματθαίῳ τε καὶ Βαρθολομαίῳ; ἀλλὰ δῆλον ὅτι Ἰωάννῃ διὰ τὴν παρθενίαν. «ἰδού, γάρ φησιν, ἡ μήτηρ σου», καίτοι γε οὐκ ἦν μήτηρ αὐτοῦ τοῦ Ἰωάννου κατὰ σάρκα, ἀλλ' ἵνα δείξῃ αὐτὴν μητέρα ὡς ἀρχηγὸν τῆς παρθενίας, ἐπειδὴ ἐξ αὐτῆς ἡ ζωὴ ἦν. καὶ τῷ Ἰωάννῃ, καίτοι γε ὄντι κατὰ σάρκα ἀλλοτρίῳ, ἔλεγεν, ἵνα διδάξῃ τιμᾶν τὴν ἰδίαν αὐτοῦ μητέρα, ὅτι τῷ μὲν ὄντι κατὰ σάρκα ἐξ αὐτῆς αὐτὸς ὁ κύριος γεγέννηται, ἵνα μή τις νομίσῃ δόκησιν εἶναι τὴν πραγματείαν καὶ οὐκ ἀλήθειαν. εἰ μὴ γὰρ ἦν αὐτοῦ ἀληθῶς μήτηρ, κατὰ σάρκα κυήσασα αὐτόν, οὐκ