572
ἂν περὶ αὐτῆς τὴν ἐπιμέλειαν ἐποιεῖτο παραδοῦναι τὴν ἀειπάρθενον, μητέρα γεγονυῖαν διὰ τὴν οἰκονομίαν, ἄχραντον δὲ διὰ τὴν πρὸς τὸν αὐτὸν τιμὴν καὶ τὸ σκεῦος τὸ θαυμαστόν. λέγει δὲ τὸ εὐαγγέλιον «καὶ ἀπὸ τῆς ἡμέρας ἐκείνης ἔλαβεν αὐτὴν πρὸς ἑαυτόν». εἰ δὲ εἶχεν ἄνδρα, εἰ εἶχεν οἶκον, εἰ εἶχε τέκνα, εἰς τὰ ἴδια ἀνεχώρει. καὶ οὐ πρὸς τὸν ἀλλότριον. 11. Ἀλλὰ μὴ τοῦτο στραφῇ εἰς βλάβην τισὶ καὶ δόξωσιν ἐν τούτῳ λαμβάνειν πρόφασιν, συνεισάκτους καὶ ἀγαπητὰς ἐπικαλουμένας ἑαυτοῖς ἐπινοεῖν διὰ κακομήχανον ὑπόνοιαν. ἐκεῖσε γὰρ τὰ πράγματα ἐτελεῖτο κατ' οἰκονομίαν, δὲ διῃρημένων τῶν πραγμάτων ἀπὸ τῆς ἄλλης ἁπάσης κατὰ θεὸν ὀφειλούσης φυλάττεσθαι ἀκριβείας. 3.462 καὶ γὰρ ὅτε τοῦτο γεγένητο καὶ παρείληφεν αὐτὴν πρὸς ἑαυτόν, οὐκέτι παρέμεινε παρ' αὐτῷ. ἀλλὰ καὶ εἰ δοκοῦσί τινες ἡμᾶς ἐσφάλθαι, ζητήσωσι τὰ ἴχνη τῶν γραφῶν καὶ εὕρωσιν ἂν οὔτε θάνατον Μαρίας οὔτε εἰ τέθνηκεν οὔτε εἰ μὴ τέθνηκεν, οὔτε εἰ τέθαπται οὔτε εἰ μὴ τέθαπται, καίτοι γε τοῦ Ἰωάννου περὶ τὴν Ἀσίαν ἐνστειλαμένου τὴν πορείαν· καὶ οὐδαμοῦ λέγει ὅτι ἐπηγάγετο μεθ' ἑαυτοῦ τὴν ἁγίαν παρθένον, ἀλλ' ἁπλῶς ἐσιώπησεν ἡ γραφὴ διὰ τὸ ὑπερβάλλον τοῦ θαύματος, ἵνα μὴ εἰς ἔκπληξιν ἀγάγῃ τὴν διάνοιαν τῶν ἀνθρώπων. ἐγὼ γὰρ οὐ τολμῶ λέγειν, ἀλλὰ διανοούμενος σιωπὴν ἀσκῶ. τάχα γάρ που καὶ ἴχνη εὕρομεν τῆς ἁγίας ἐκείνης καὶ μακαρίας, ὡς οὔτε εὑρεῖν ἔστι τὸν θάνατον αὐτῆς. πῆ μὲν γὰρ ὁ Συμεὼν φάσκει περὶ αὐτῆς «καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί», πῆ δὲ τῆς Ἀποκαλύψεως Ἰωάννου φασκούσης ὅτι «καὶ ἔσπευδεν ὁ δράκων ἐπὶ τὴν γυναῖκα τὴν γεννήσασαν τὸν ἄρρενα, καὶ ἐδόθησαν αὐτῇ πτέρυγες ἀετοῦ, καὶ ἐλήφθη εἰς τὴν ἔρημον, ὅπως ἂν μὴ λάβῃ αὐτὴν ὁ δράκων». τάχα δὲ δύναται ἐπ' αὐτῇ πληροῦσθαι· οὐ πάντως δὲ ὁρίζομαι τοῦτο, καὶ οὐ λέγω ὅτι ἀθάνατος ἔμεινεν· ἀλλ' οὔτε διαβεβαιοῦμαι εἰ τέθνηκεν. ὑπερέβαλε γὰρ ἡ γραφὴ τὸν νοῦν τὸν ἀνθρώπινον καὶ ἐν μετεώρῳ εἴασε διὰ τὸ σκεῦος τὸ τίμιον καὶ ἐξοχώτατον, ἵνα μή τις ἐν ὑπονοίᾳ γένηται περὶ αὐτῆς σαρκικῶν πραγμάτων. κἄν τε οὖν τέθνηκεν, οὐκ ἔγνωμεν, καὶ εἰ τέθαπται οὐ συνῆπται σαρκί· μὴ γένοιτο· τίς δὲ φρενοβλάβειαν ἑαυτῷ συναγαγὼν θελήσει ἐνσκῆψαι βλάσφημόν τινα ὑπόνοιαν καὶ ἐπᾶραι στόμα, χαλάσαι τε γλῶτταν, διελεῖν τε χείλη ἐκ διανοίας κακῆς, μᾶλλον δὲ ἀντὶ ὕμνων καὶ δόξης ὕβρεις τινὰς ἐπινοεῖν καὶ ἐμπαροινεῖν εἰς τὴν ἁγίαν παρθένον καὶ μὴ τιμᾶν τὸ τετιμημένον σκεῦος; 12. Εἰ δὲ καὶ ἀπὸ ἄλλης τινὸς θεωρίας χρὴ λαβεῖν τὰ πράγματα, ψηλαφήσωμεν καὶ φυσιολογιῶν σχέσεις. φασὶ τὴν λέαιναν μὴ τίκτειν, πλὴν μιᾶς γαστρὸς μόνης, ἔχειν δὲ τὴν αἰτίαν τοιάνδε· τὸ ζῷον μέν ἐστι γοργότατον, χαροπὸν δὲ τῷ εἴδει, ἐμβριθέστατον τῇ ἀλκῇ, ὡς εἰπεῖν βασιλικώτατον γένος ἐπὶ τὰ ἄλλα ζῷα. ἔχειν δὲ τὴν σύλληψιν ἐξ ἑνὸς συζύγου, τελεῖν δὲ τὸ καταβαλλόμενον σπέρμα εἴκοσι 3.463 ἓξ μῆνας ἐν τῇ νηδύϊ, ὥστε τὸν σκύμνον ἔνδον ἐπὶ τελειότητα φέρεσθαι διὰ τὸν χρόνον, εἰς τὸ καὶ τοὺς πάντας ὀδόντας ἔχειν ἤδη, πρὶν ἢ ἐκ τῆς γαστρὸς προέλθοι, καὶ τοὺς ὄνυχας ἐν ἡλικίᾳ στασίμῳ, τούς τε πασσαλίσκους καλουμένους καὶ κυνόδοντας, τάς τε μύλας καὶ τὰ ἄλλα ὅσα περιέστι τῷ ζῴῳ. ἐν τῷ οὖν εἶναι αὐτὸν ἐν τῇ κοιλίᾳ ἐν ταῖς σκιρτήσεσι, κινήσεσί τε καὶ τοῖς ἄλλοις τρόποις διὰ τῶν ὀνύχων κατασπᾶν, ξέειν τε τὰς ἐγκυμονικὰς μήτρας τε καὶ ὑστέρας. ἐν τῷ οὖν ἐπὶ τῷ τίκτειν τὴν μητέρα ἥκειν κατ' ἐκείνην τὴν ἡμέραν παντὸς ἀργαλέου κυοφορικῆς φύσεως ἀλλοτρίαν τὴν γαστέρα γίνεσθαι. μετὰ γὰρ τοῦ τοκετοῦ καὶ τὰς ὑστέρας καὶ τὰς μήτρας ἐκκρίνεσθαι ἅμα φασὶν οἱ φυσιολόγοι, ὥστε μηκέτι τὴν θήλειαν ὀρέγεσθαι, εἰ μή τις ἄρα βία γένοιτο, μήτε μήν, εἰ καὶ τύχοι συναφείᾳ τινὶ ἀναγκασθῆναι, ἔτι δύνασθαι κυΐσκειν, μὴ οὐσῶν τῶν μητρῶν εἴτ' οὖν ὑστερῶν. ἆρα γοῦν δέδωκεν ἡμῖν καὶ αὕτη ἡ ἀκολουθία πορίσασθαι εἰς τὴν ἐπιζητουμένην