573
πραγματείαν ἔννοιάν τινα σχέσεως ἐπὶ τὸ συμφέρον μᾶλλον ἢ ἐπὶ τὸ βλάπτον. εἰ γὰρ «σκύμνος λεόντος Ἰούδα» αἰνίττεται Ἰακὼβ λέγων τὸν Χριστὸν καί που ἐν τῇ Ἀποκαλύψει Ἰωάννου «ἰδού, ἐνίκησεν ὁ λέων»φησίν «ὁ ἐκ φυλῆς Ἰούδα καὶ ἐκ σπέρματος ∆αυίδ» λέοντι ἄρα παρεικασμένου τοῦ κυρίου, οὐχὶ κατὰ φύσιν, ἀλλὰ διὰ τὸ αἴνιγμα καὶ διὰ τὸ βασιλικὸν εἶναι τὸ ζῷον, τὸ πάντων ζῴων ἰταμώτατόν τε καὶ ἰσχυρότατον καὶ τἄλλα πάντα χαριέστατον, ἆρά γε καὶ τὴν γεννήσασαν λέαιναν εἴποιμ' ἄν. πόθεν γὰρ λέων γεννᾶται πάντως, εἰ μὴ λέαινα ἡ μήτηρ κληθήσεται; λεαίνῃ δὲ δευτέρα οὐ γίνεται κύησις· ἄρα οὐκέτι κύησιν οἶδεν ἡ Μαρία, οὐκέτι συνάφειαν σωμάτων ἡ ἁγία παρθένος. 13. Ἀλλὰ καὶ ἑτέρας ἴδωμεν θεωρίας ἵν' ἡ * ἀκόλουθος τῷ Ἰησοῦ ἅμα αὐτῷ πάντοτε τυγχάνουσα. «ἐκλήθη Ἰησοῦς εἰς γάμους» καὶ «ἦν ἡ μήτηρ αὐτοῦ ἐκεῖ». καὶ οὐδαμοῦ οἱ ἀδελφοὶ καὶ οὐδαμοῦ Ἰωσήφ. φησὶ γάρ «τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου»· καὶ οὐκ εἶπε «τί ἐμοὶ καὶ ὑμῖν, ἄνθρωποι;» παρειστήκει Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ μήτηρ Ῥούφου καὶ Μαρία ἡ ἄλλη καὶ Σαλώμη καὶ ἄλλαι· καὶ οὐκ εἶπεν, ἦν ὁ Ἰωσὴφ 3.464 ἐκεῖ ἢ ὁ Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου, ὃς ˉˉ ὢν ἐτῶν τελευτᾷ, παρθένος γεγονώς· ἐφ' οὗ κεφαλῆς σίδηρος οὐκ ἀνῆλθεν, ὃς οὐκ ἐκέχρητο βαλανείῳ, ὃς ἐμψύχου οὐ μετέσχεν· ὃς χιτώνιον δεύτερον οὐκ ἐνεδύσατο· ὃς τριβωνίῳ ἐκέχρητο λινῷ μονωτάτῳ, καθάπερ ἐν τῷ εὐαγγελίῳ φησίν «ἔφυγεν ὁ νεανίας, καὶ ἀφῆκε τὴν σινδόνα, ἣν ἦν περιβεβλημένος». Ἰωάννης γὰρ καὶ Ἰάκωβος καὶ Ἰάκωβος, οἱ τρεῖς οὗτοι ταύτην τὴν πολιτείαν ἐσχήκασιν, οἱ δύο μὲν παῖδες τοῦ Ζεβεδαίου καὶ ὁ παῖς τοῦ Ἰωσὴφ Ἰάκωβος, ἀδελφὸς δὲ τοῦ κυρίου διὰ τὸ ὁμοδίαιτον, διὰ τὸ σύντροφον, διὰ τὸ ἐν τάξει ἀδελφοῦ αὐτὸν ἐσχηκέναι δι' ἣν εἶχεν Ἰωσὴφ μόνον πρὸς τὴν Μαρίαν γνησιότητα ἀπὸ τοῦ ὁρμασθῆναι αὐτὴν αὐτῷ. μόνον τούτῳ τῷ Ἰακώβῳ ἐξῆν ἅπαξ εἰσιέναι τοῦ ἔτους εἰς τὰ ἅγια τῶν ἁγίων, διὰ τὸ Ναζιραῖον αὐτὸν εἶναι καὶ μεμίχθαι τῇ ἱερωσύνῃ. ἔνθεν γὰρ ἡ Μαρία κατὰ δύο τρόπους συγγενὴς ἐτύγχανε τῆς Ἐλισάβετ, καὶ ὁ Ἰάκωβος διέφερε τῇ ἱερωσύνῃ, ἐπειδήπερ αἱ δύο φυλαὶ συνήπτοντο μόναι πρὸς ἀλλήλας, ἥ τε βασιλικὴ τῇ ἱερατικῇ καὶ ἡ ἱερατικὴ τῇ βασιλικῇ, ὡς καὶ ἄνω ἐν τῇ ἐξόδῳ Ναασσὼν ὁ ἀπὸ τοῦ Ἰούδα φύλαρχος λαμβάνει τὴν Ἐλισάβετ τὴν ἀρχαίαν, τὴν θυγατέρα Ἀαρών, ἑαυτῷ γυναῖκα. ὅθεν πολλαὶ τῶν αἱρέσεων τὴν κατὰ σάρκα γενεαλογίαν τοῦ σωτῆρος ἀγνοοῦσι καὶ διὰ τὸ ἀπορεῖν αὐτοὺς ἀπιστοῦσι καὶ δοκοῦσιν ἀντιλέγειν τῇ ἀληθείᾳ, λέγοντες· πῶς ἡ ἀπὸ φυλῆς ∆αυὶδ καὶ Ἰούδα δύναται συγγενὴς εἶναι τῆς Ἐλισάβετ τῆς ἀπὸ τοῦ Λευί; 14. Οὗτος ὁ Ἰάκωβος καὶ πέταλον ἐπὶ τῆς κεφαλῆς ἐφόρεσε· καὶ ποτὲ ἀβροχίας γενομένης ἐπῆρε τὰς χεῖρας εἰς οὐρανὸν καὶ προσηύξατο, καὶ εὐθὺς ὁ οὐρανὸς ἔδωκεν ὑετόν. ἐρεοῦν δὲ ἱμάτιον οὐδέποτε ἐνεδύσατο. τὰ δὲ γόνατα αὐτοῦ ἐσκληρίασαν δίκην καμήλων, ἀπὸ 3.465 τοῦ πάντοτε κάμπτειν αὐτὰ ἐνώπιον κυρίου δι' ὑπερβολὴν εὐλαβείας. τοῦτον οὖν ὀνόματι οὐκέτι ἐκάλουν, ἀλλ' ὁ δίκαιος ἦν αὐτῷ ὄνομα. οὗτος οὐδέποτε ἐν βαλανείῳ ἐλούσατο, οὗτος ἐμψύχου οὐ μετέσχε, καθὼς ἄνω μοι προδεδήλωται, οὗτος σανδάλιον οὐχ ὑπεδήσατο. καὶ πολλὰ ἦν περὶ τοῦ ἀνδρὸς λέγειν καὶ τῆς ἐναρέτου αὐτοῦ πολιτείας. ὁρᾷς οὖν ὅτι ὁ οἶκος παντάπασιν ἀξιολογώτατος ἦν. εἰ γὰρ οἱ παῖδες τοῦ Ἰωσὴφ ᾔδεισαν παρθενίας τάξιν καὶ Ναζιραίων τὸ ἔργον, πόσῳ γε μᾶλλον ὁ πρεσβύτης καὶ τίμιος ἀνὴρ ᾔδει φυλάττειν παρθένον ἁγνὴν καὶ τιμᾶν τὸ σκεῦος, ἔνθα που ἐνεδήμησεν ἡ τῶν ἀνθρώπων σωτηρία; «οὔτε αὐτὴ ἡ φύσις διδάσκει ἡμᾶς» ὅτι ἀνὴρ μὲν ἦν πρεσβύτης, ὑπερβεβηκὼς πολὺ τῇ ἡλικίᾳ, μέγας γεγονὼς ἐν ἀνδράσι, πιστὸς τὸν τρόπον, εὐλαβὴς τὸ εἶδος; φάσκει γὰρ τὸ εὐαγγέλιον ὅτι «ἀνὴρ φοβούμενος τὸν θεὸν ἐζήτει λάθρα ἀπολῦσαι αὐτήν». τελευτᾷ δὲ οὗτος ὁ Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου καὶ υἱὸς Ἰωσὴφ ἐν