574
Ἱεροσολύμοις, βιώσας μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν ἔτεσιν εἴκοσι τέσσαρσι, πλείω ἐλάσσω, ὢν ἐτῶν ˉˉ ὑπὸ τοῦ γναφέως τῷ ξύλῳ παισθεὶς τὴν κεφαλήν, ῥιφεὶς ἀπὸ τοῦ πτερυγίου τοῦ ἱεροῦ καὶ κατελθὼν καὶ μηδὲν ἀδικηθείς, κλίνας δὲ τὰ γόνατα καὶ προσευξάμενος ὑπὲρ τῶν αὐτὸν ῥιψάντων καὶ φάσκων· συγχώρησον αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν, ὡς καὶ Συμεὼν πόρρω ἑστώς, ὁ τούτου ἀνεψιός, υἱὸς δὲ τοῦ Κλωπᾶ, ἔλεγε «παύσασθε, τί λιθάζετε τὸν δίκαιον; καὶ ἰδού, εὔχεται ὑπὲρ ὑμῶν τὰ κάλλιστα». καὶ οὕτως γέγονε τὸ αὐτοῦ μαρτύριον. 15. Εἰ τοίνυν ὁ τούτου παῖς τοσούτων ἐτῶν ὑπῆρχε, πῶς ἄρα ὁ τούτου πατὴρ βλέπων φρικώδη πράγματα, ἀγγέλους τὴν γέννησιν τοῦ υἱοῦ δορυφοροῦντας, ὑμνοῦντας ἀπ' οὐρανῶν καὶ λέγοντας «δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία», καὶ τῶν ποιμένων ἡκόντων εἰς τὸ σπήλαιον, ἔνθα ἐγεννήθη, καὶ ταῦτα ἀγγελλόντων καὶ τοῦ Ἰωσὴφ ἀκούοντος, τοῦ πρεσβύτου καὶ ὑπερβάντος τῷ χρόνῳ, τὰ τοσαῦτα σημεῖα καὶ θαύματα, πῶς ἐτόλμα ἐμπαροινεῖν καὶ ἐνυβρίζειν σῶμα ἅγιον, ἐν ᾧ κατῳκίσθη θεός; ἐξ οὗπερ σώματος συνελέγη ἡμῖν ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία, 3.466 ὅθεν ἡ ἁγία ἄχραντος σὰρξ ἡμῖν ᾠκοδομήθη ἐν τῇ θεότητι τοῦ σωτῆρος, ὡς ὁ ἄγγελος ἐκεῖσε ὁ Γαβριήλ φησιν λέγων «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ». πῶς ἄρα ἐτόλμα συναφθῆναι τῇ τοσαύτῃ καὶ τοιαύτῃ ἁγίᾳ παρθένῳ Μαρίᾳ; τί δὲ ὠφέλησεν ἡμᾶς, εἰ καὶ συνήφθη ὅπερ μὴ γένοιτο, περὶ τούτου ζητεῖν; ποῖον δὲ μᾶλλόν ἐστιν αἱρετώτερον, τὸ παραδοῦναι τὰ πράγματα θεῷ ἢ τὸ βιάζεσθαι ἡμῖν τὰ χείρονα; ὅτι μὲν οὐκ ἐγράφη ἡμῖν ὅτι, ἐὰν μὴ πιστεύσωμεν ὅτι συνήφθη πάλιν ἡ Μαρία, οὐκ ἔχομεν ζωὴν αἰώνιον, ἀλλὰ εἰς κρίμα ἐρχόμεθα, δῆλον. ἐγράφη δὲ ζητεῖν τί καλά, ἀλλὰ τί δίκαια, τί σεμνά, «ἵνα δῶμεν χάριν καὶ τοῖς ἀκούουσιν». εἴασαν δὲ οἱ ἄνθρωποι τὰ ἀναγκαῖα, τὰ περὶ πίστεως ἀληθείας, τὰ ἐν δοξολογίᾳ θεοῦ, καὶ ὅθεν δ' ἂν εὕρωσιν ἑαυτοῖς προσπορίζονται πρὸς βλάβην, ἃ φεῦ καὶ διανοεῖσθαι, μάλιστα τῆς γραφῆς μὴ λεγούσης. 16. Εἰ μὲν γὰρ ἔλεγεν ἡ γραφή, ἀπεδιδόαμεν ἂν * τὴν ἀλήθειαν καὶ οὐδὲν διενοούμεθα. μὴ γὰρ ὁ γάμος ἄσεμνος; μὴ βέβηλος ἡ κοίτη; μὴ οὐκ ἔστιν «ἡ κοίτη ἀμίαντος»; μὴ παραχαράσσεται γάμος; ἀπὸ δὲ προφητῶν καὶ ἀρχιερέων ἐπέχεται διὰ τὴν πρὸς τὸ μεῖζον ὑπηρεσίαν. μετὰ γὰρ τὸ προφητεῦσαι Μωυσῆν οὐκέτι γυναικὶ συνῆπται, οὐκέτι τέκνα κυΐσκει, οὐκέτι γεννᾷ ὁ τοιοῦτος. σχολιαίτερον γὰρ τὸν βίον ἔσχε πρὸς τὸν δεσπότην. πῶς γὰρ ἠδύνατο ἐν ὄρει Σινᾷ «τεσσαράκοντα νύκτας καὶ τεσσαράκοντα ἡμέρας» διατελεῖν γάμῳ προσανέχων; ἢ πῶς ἠδύνατο τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ πρὸς οἰκονομίαν θεοῦ ἕτοιμος εἶναι, πρὸς ἱερωσύνην τε σχολάζειν; καὶ πῶς τὰ μυστήρια διηγεῖσθαι καὶ τὸ συνομιλεῖν θεῷ τῷ γάμῳ συνημμένος διατελεῖν; εἰ γὰρ περὶ ἡμῶν φάσκει ὁ ἅγιος ἀπόστολος διαρρήδην καὶ λέγει * «πρὸς καιρόν, ἵνα σχολάσωσι τῇ προσευχῇ», πόσῳ γε μᾶλλον περὶ προφητῶν ἔσται οὗτος ἀληθὴς ὁ λόγος; προφῆτις τοίνυν καὶ ἡ Μαρία. «εἰσῆλθε» γάρ φησι «πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβε 3.467 καὶ ἔτεκεν υἱόν. καὶ εἶπε κύριος πρός με, κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον» καὶ τὰ ἑξῆς. σημαίνει δὲ ἐνταῦθα τὴν τοῦ Γαβριὴλ εἴσοδον πρὸς τὴν Μαρίαν, ὅτε ἐξῆλθεν εὐαγγελίσασθαι αὐτῇ ὅτι μέλλει γεννᾶν υἱὸν θεοῦ σωτῆρα τῷ κόσμῳ, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ διὰ πνεύματος ἁγίου. ἀλλὰ καὶ τῷ Φιλίππῳ τῷ εὐαγγελιστῇ «τέσσαρες ἦσαν θυγατέρες προφητεύουσαι»· ἐπροφήτευον δ' ἄρα δι' ἣν κατηξιοῦντο ἔχειν παρθενίαν. καὶ Θέκλα μὲν συναντᾷ Παύλῳ τῷ ἁγίῳ καὶ διαλύεται γάμον, ὁρμαστὸν ἔχουσα εὐειδέστατον, πρωτεύοντα δὲ πόλεως, πλούσιον ἄγαν, εὐγενέστατον δὲ ἐν τῷ βίῳ καὶ διαφανέστατον· καὶ περιφρονεῖ τῶν ἐπιγείων ἡ ἁγία, ἵνα τῶν ἐπουρανίων ἐγκρατὴς γένηται. εἰ τοίνυν