575
οὗτοι ταῦτα, πόσῳ γε μᾶλλον ἡ Μαρία, ἐφ' ἣν ἡ θαυμασία πᾶσα οἰκονομία γεγένηται; πόθεν τοίνυν συνάξω διανοίας εἰς τὸ ἀγαθὸν καὶ ἐκτρέψω τὸν ζόφον τῶν τὰ δεινὰ ἐγκισσησάντων, καθάπερ γέγραπται «συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν»; οὗτοι γὰρ ἀληθῶς συλλαμβάνουσι πόνον διανοημάτων, τίκτουσι δὲ ἀνομίαν βλασφημιῶν. 17. Ἀλλὰ μή τις ἐκεῖνα ὑπονοείτω καὶ ἑτέρως αὐτὰ ὑποσπείρειν ἑαυτῷ πειρώμενος λεγέτω· πῶς οὖν εἶπε τὸ εὐαγγέλιον· ὅτι «εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου ἡ Μαρία, πρὶν ἢ συνελθεῖν αὐτούς»; ἆρα οὖν προσεδοκᾶτο ἡ συνέλευσις καὶ τούτου χάριν εἶπε «πρὸ τοῦ συνελθεῖν»; ἀλλὰ καὶ πάλιν ἐν ἄλλῳ τόπῳ τὸ αὐτὸ πάλιν εὐαγγέλιόν φησι «καὶ εὑρέθη ἐν γαστρὶ ἔχουσα πρὶν εἰσελθεῖν αὐτούς», ἢ καὶ «ἐγέννησε καὶ οὐκ ἔγνω αὐτήν», ἢ καὶ «ἐγέννησε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον» καὶ «οὐκ ᾔδει αὐτήν», καὶ «οὐκ ἔγνω αὐτὴν, ἕως ὅτου ἐγέννησε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον». καὶ οὐκ οἴδασιν οἱ τὰς θεωρίας τῶν γραφῶν διαιρεῖν ἐπαγγελλόμενοι καὶ τὰ μετέωρα καὶ βαθύτατα περιεργάζεσθαι ἐπιχειροῦντες ὅτι ἡ θεωρία τοιοῦτον ἔχει τὸν τρόπον. εἰ γὰρ πάλιν ἐγέννησεν ἡ Μαρία, ἔδει καὶ τῶν ἄλλων ἀδελφῶν εἰπεῖν τὰ ὀνόματα. εἰ δὲ πρωτότοκος καλεῖται, ἐπειδὴ «πρωτότοκός ἐστι πάσης κτίσεως» ὁ μονογενής, μὴ θορυβοῦ. οὐ γὰρ εἶπεν ὅτι ἐγέννησε τὸν πρωτότοκον αὐτῆς, ἀλλ' «οὐκ ἔγνω αὐτὴν ἕως ὅτου ἐγέννησε τὸν υἱὸν 3.468 αὐτῆς», καὶ οὐκ εἶπε τὸν πρωτότοκον αὐτῆς, ἀλλὰ «τὸν πρωτότοκον». ἐπὶ μὲν γὰρ τῷ υἱῷ αὐτῆς ἐσήμανεν τὸ ἐξ αὐτῆς κατὰ σάρκα γεγεννῆσθαι, ἐπὶ δὲ τῇ τοῦ πρωτοτόκου ἐπωνυμίᾳ οὐκέτι τὸ αὐτῆς ἔθετο, ἀλλὰ πρωτότοκον μόνον. οὗτος γάρ ἐστιν ὁ παρὰ τῷ ἀποστόλῳ εἰρημένος «πρωτότοκος πάσης κτίσεως», μὴ συνημμένος τῇ κτίσει, ἀλλὰ πρὸ κτίσεως γεγεννημένος. οὐ γὰρ εἶπε πρωτόκτιστος, ἀλλὰ πρωτότοκος διαιρουμένης τῆς ἀναγνώσεως ἐπὶ τὸ βέλτιον καὶ ἀσφαλέστερον, τῷ πρῶτον μὲν λέγειν πρωτότοκος, ἔπειτα ὑποβεβηκυῖαν λέγειν τὴν κτίσιν. τὸ μὲν γὰρ πρωτότοκος ἐπὶ τοῦ υἱοῦ λαμβάνεται, ἡ δὲ κτίσις διὰ τοῦ υἱοῦ γεγένηται. «ἐγέννησε τοίνυν τὸν υἱὸν αὐτῆς, τὸν πρωτότοκον», οὐκ αὐτῆς δὲ τὸν πρωτότοκον, ὡς αὐτῆς μελλούσης ἄλλον κυΐσκειν. «καὶ οὐκ ᾔδει αὐτήν»· πόθεν γὰρ ᾔδει ὅτι τοσαύτην χάριν λήψεται γυνή; ἢ πόθεν ᾔδει ὅτι τοιαύτην δόξαν δοξασθήσεται ἡ παρθένος; γυναῖκα μὲν ᾔδει αὐτὴν τῇ πλάσει καὶ θήλειαν τῇ φύσει καὶ ἐκ μητρὸς Ἄννης καὶ ἐκ πατρὸς Ἰωακείμ, συγγένισσαν δὲ τῆς Ἐλισάβετ, ἐξ οἴκου καὶ πατριᾶς τοῦ ∆αυίδ, οὐκ ᾔδει δὲ ὅτι τοιαύτην δόξαν τιμηθήσεταί τις ἐπὶ τῆς γῆς, μάλιστα γυνή. οὐκ ᾔδει οὖν αὐτὴν ἕως οὗ εἶδε τὸ θαῦμα, οὐκ ᾔδει αὐτῆς τὸ θαῦμα ἕως ὅτου εἶδε «τὸ γεγεννημένον ἐξ αὐτῆς». ὅτε δὲ ἔτεκεν, ἔγνω καὶ τὴν τοῦ θεοῦ τιμήν, ὅτι αὐτὴ ἦν ἡ ἀκούσασα «χαῖρε κεχαριτωμένη· ὁ κύριος μετὰ σοῦ». 18. Αὕτη ἐστὶν ἡ παρὰ μὲν τῇ Εὔᾳ σημαινομένη, δι' αἰνίγματος λαβοῦσα τὸ καλεῖσθαι «μήτηρ ζώντων». ἐκεῖ μὲν γὰρ μήτηρ ζώντων κέκληται, καὶ τοῦτο μετὰ τὸ ἀκοῦσαι «γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ», μετὰ τὴν παράβασιν. καὶ ἦν θαῦμα ὅτι μετὰ τὴν παράβασιν ταύτην τὴν μεγάλην ἔσχεν ἐπωνυμίαν. καὶ κατὰ μὲν τὸ αἰσθητὸν ἀπ' ἐκείνης τῆς Εὔας πᾶσα τῶν ἀνθρώπων ἡ γέννησις ἐπὶ γῆς γεγένηται· ὧδε δὲ ἀληθῶς ἀπὸ Μαρίας αὐτὴ ἡ ζωὴ τῷ κόσμῳ γεγέννηται, ἵνα ζῶντα γεννήσῃ καὶ γένηται ἡ Μαρία μήτηρ ζώντων. δι' αἰνίγματος οὖν ἡ Μαρία μήτηρ ζώντων κέκληται. περὶ γὰρ τῶν δύο γυναικῶν ἐλέχθη «τίς δέδωκε γυναικὶ ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην;» ἐπειδὴ γὰρ ἡ πρώτη σοφὴ Εὔα ὑφαίνουσα ἦν ἱμάτια τὰ αἰσθητὰ 3.469 διὰ τὸν Ἀδάμ, ὅνπερ ἐγύμνωσεν· αὐτῇ γὰρ ἐδόθη οὗτος ὁ κάματος. ἐπειδὴ γὰρ δι' αὐτῆς ἡ γύμνωσις εὕρηται, αὐτῇ δέδοται τὸ ἀμφιεννύειν τὸ σῶμα τὸ αἰσθητὸν διὰ τὴν γύμνωσιν τὴν αἰσθητήν. τῇ δὲ Μαρίᾳ δέδοται ὑπὸ θεοῦ, ὅπως τέκῃ ἡμῖν ἀρνίον καὶ πρόβατον, καὶ ἐκ τῆς δόξης αὐτοῦ τοῦ ἀρνίου καὶ προβάτου γένηται ἡμῖν ὡς ἀπὸ πόκου ἐν σοφίᾳ δι' ἀρετῆς αὐτοῦ ἔνδυμα ἀφθαρσίας.